Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

95. * μή— περιστείωσι] διστακτικὸν τὸ “ μή.”

[*](B=)

*“περιστήωσι” διὰ τοῦ η.

[*](A+)

96. Τρῶας δʼ ἐνθάδε πάντας] προκατασκευάζει 〈εἰς τὸ〉 πιθανὴν [*](AB=) γενέσθαι τὴν ἀναχώρησιν.

98. ὁππότʼ ἀνὴρ ἐθέλῃ] ὅταν ἀνὴρ θέλῃ παρὰ γνώμην θεοῦ [*](A=B+) μάχεσθαι φωτὶ ὅν κε θεὸς τιμᾷ.

πρὸς δαίμονα φωτὶ μάχεσθαι] παρὰ γνώμην θεοῦ· ἡ γὰρ“πρός” [*](A+) καὶ τὴν παρά δηλοῖ· “ἄριστα— πρὸς Τρώων” (Il. 6. 56) “καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα” (104).

101. * ἐκ θεόφιν] ἐκ θεῶν· περισσὴ οὖν ἡ ἔξ.

102. βοὴν ἀγαθοῖο] τινὲς τὴν φωνήν· σπανίως γὰρ αὐτὸν βοὴν [*](B=) ἀγαθόν φησιν.

105. * κακῶν— φέρτατον] ἐν κακοῖς βέλτιστον.

109. ἐντροπαλιζόμενος] οὕτω γὰρ ἀναχωρεῖ καὶ λέων, μὴ διδοὺς [*](B=) τὰ νῶτα τοῖς διώκουσιν ἀλλὰ κατʼ ὀλίγον ὑποβαίνων.

110. κύνες τε καὶ ἄνδρες] πολὺς ὁ θόρυβος κυνῶν ἀνδρῶν ὅπλων [*](A~B=) βοῆς, ὅπως ἀναχωρῇ παθὼν μὲν οὐδέν, δρᾶσαι δὲ κωλυθείς.

ἄλλως : κύνες τε καὶ ἄνδρες—ἔγχεσι καὶ φωνῇ] πρὸς τὸ δεύτερον [*](B=) ὑπήντησεν.

*δίωνται] ὡς λείπωνται· ἀπὸ δὲ τοῦ δίημι ἡ κλίσις.

[*](A=)

112. παχνοῦται] πήγνυται φρίσσει ἢ λυπεῖται· τὰ ἀηδῆ γὰρ [*](A+B=) ψυχρὰ ἐκάλουν, ὥσπερ καὶ τὰ προσηνῆ θερμά. μεσ〈σ〉αύλοιο] ἐπαύλεως· ἀντιπέφρασται γὰρ τῷ “σταθμοῖο” [*](A~ B-) (110).

117. θαρσύνον〈θʼ〉 ἑτάρους] ἔνδειξις καὶ τοῦτο τῆς Αἴαντος [*](B=) ἀρετῆς εἰς μάχην προτρεπομένου οὓς Ἀπόλλων φοβεῖ.

118. * θεσπέσιον] τὸν ἐκ θεοῦ πίπτοντα.

[*](B=)[*](7. διστακτικὸν Bekker: διστακτὸν B, δραστικὸν ‖ 8. περιστήωσι A: -ήσωσι || 9. supplevi ex A ‖ 11. ἐθέλησιν ‖ 12. κε B: καὶ ‖ 18. φησίν B: φασί ‖ 20. ὑποχωρεῖ B ‖ 23. ἀναχωρήσῃ B, ἀναχωροίη ‖ 26. λέγωνται A, λείπονται ‖ ἀπὸ A: ὑτὸ ‖ δίημι A: δίωμι ‖ 29. ἐπαύλεως B: ἐπαύλοιο )
216

120. βραχὺς ὁ λόγος τοῦ σπεύδοντος πρὸς τὴν συμμαχίαν.

[*](B+)

123. θυμὸν ὄρινε] ἐλυπήθη μέν, οὐ συγκέχυται δέ, ὡς Ἀντίλοχος τῇ ἀφωνίᾳ συνεσχέθη (695).

[*](B–)

125. Πάτροκλον — ἀπηύρα] Ἀττικῶς εἶπεν, οὐ‘ Πατρόκλου,ʼ κατε- χρήσατο δέ, ὡς ἐκεῖ“〈τὰ〉 Πατρόκλοιο βίην ἐνάριξε κατακτάς (Il. 22.323). γυμνὸς γὰ Πάτροκλος· καὶ “ τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων εἵλευ” (205). ἢ ἐπεὶ τὰς κνημῖδας ἔλυσεν· ἢ ὡς Ὀδυσσεύς φησι “σκοπὸν εἵλομεν” (Il. 10. 561) κατὰ συνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνος ἀφῃρημένου τὸν κοινωνὸν τῶν κατορθωμάτων (Il. 16. 793) συναριθμεῖ.

[*](A~B=)

126. κεφαλὴν τάμοι] εὔλογον προκατασκευάζει τὴν εἰς τὸν Ἕκ- τορα αἰκίαν λέγων, ὅτι αὐτὸς ταύτῃ διαθεῖναι τὸν Πάτροκλον ἔσπευσεν.

128. Αἴας δʼ ἐγγύθεν ἦλθε] εὐκαιρότατα ἔρχεται Αἴας ἤδη μέλλοντος Πατρόκλου σύρεσθαι.

[*](B=)

129. Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον] ἀντίθες τῷ κατὰ τὸν Μενέλαον. ὃ μὲν ἀναχωρεῖ συμμαχίαν προσκαλεσόμενος, ὃ δὲ οὐχ ἵνα ὠφελήσῃ τι τοὺς φίλους, ἀλλʼ ἵνα κοσμήσηται τοῖς ὅπλοις, ὥσπερ μειράκιον εἰς πομπὴν μέλλων προιέναι.

[*](A~B=)