Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

55. πνοιαί] ἵνʼ εὔτονον γένηται καὶ φυλάσσῃ τὸν καρπόν· τὰ γὰρ [*](B-) θαλπόμενα ἀσθενῆ εἰσι καὶ ἐπισκήπτοντος ἀνέμου τὸν καρπὸν ἀφίησιν.

56. βρύει] θάλλει· ὅθεν καὶ ἔμβρυον. §. “ἄννθεῖ ” δὲ “λευκῷ” [*](B=) τῷ κυπρισμῷ τῆς ἐλαίας· οὐ γὰρ τελεσφορεῖ τὸν καρπὸν διὰ τὸ [*](B=) νέον.

57. ἐλθὼν—ἐξαπίνης] ἐπὶ μὲν τῆς τροφῆς αὐτῆς πνοὰς ἀνέμων [*](B=) φησίν (55), ἐπὶ δὲ τῆς πτώσεως ἄνεμον καὶ λαίλαπα (57).

58. ἐξέστρεψε] μετέωροι γὰρ αἱ τῆς ἐλαίας ῥίζαι· διὸ καὶ [*](B=) [*](1. παρειμέναι οἱ B, παρειμένοι ‖ 1, 2 καινὰ τῆς χρ. || 3, 5. supplevi ex B ‖ 6. ἤρμοττεν B, ἥρμοσθαι ‖ 11. τρέφεσθαι B: τροφῆ ‖ δηλῶν B: δηλοῦν || 12. καὶ μὴ αὐτ. B ‖ 13. supplevi ex B ‖ 14. ἔσται τὰ B 16. φυλάττῃ B ‖ 17. supplevi ex B ‖ 22. prius supplevi ex B ‖ alterum supplevi ex A Eust. ‖ 24. ἴνʼ ἑδραῖον γ. B ‖ 26. ἀπόλλυσιν B)

214
γυρόσε ἐπισκάπτουσιν αὐτάς. ἐμφαντικῶς δὲ καὶ τὴν “ἔξ” πρόθεσιν παρείληφε, δεικνὺς τὴν ἐλαίαν σὺν ταῖς ῥίζαις ἀναβεβλημένην. λείοις δὲ χρησάμενος τοῖς ἔπεσι νῦν συνετράχυνε τῷ πάθει τὴν ἀπαγγελίαν.

καὶ ἐξετάνυσ〈σ〉ʼ ἐπὶ γαίῃ] αἱ γὰρ ῥίζαι αὐτῆς ἐν ὑγρῷ εἰσι καὶ γυμνὸς ὁ τόπος.

[*](B=)

61. ὡς 〈δʼ〉 ὅτε τίς τε λέων] πάντα παρέβαλε πᾶσι, τὸ πλῆθος τῶν Τρώων ἀγέλῃ βοῶν, τὸν Εὔφορβον ὄντα ἄριστον τῇ ἀρίστῃ βοῶν —ὅτι δὲ ἄριστος, μαρτυρεῖ ὁ ποιητής, “ Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε” (80)—τὸν κτείναντα Μενέλαον λέοντι, τὴν ἀπραξίαν τῶν Τρωικῶν) ἀριστέων βουκόλοις καὶ κυσὶν ἐπαμῦναι μὴ δυναμένοις.

[*](A+B–)

65. δῃῶν] σὺν τῷ ι, καὶ περισπάσεις διὰ τὸ “δῄουν ἀλλήλους” (Il. 15. 708). τὸ γὰρ ἐντελὲς θέμα δηιόων ἐστίν.

[*](A=)

66. *ἰύζουσιν] οἱ νομῆες· οἱ δὲ κύνες ὑλακτοῦσιν.

[*](A+)

70. * ἔνθα κε—φέροι] ἀντὶ τοῦ 〈ἔ〉φερεν.

[*](A~)

73. Κικόνων ἡγήτορι] πῶς ἐν τῷ Καταλόγῳ φησὶν “Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν” (Il. 2. 846); νοητέον οὖν, ὅτι ἦσαν μέν τινες πρῶτοι ἄρχοντες ἐν παντὶ τάγματι, ἦσαν δὲ καὶ ὑποδεέστεροι, ὡς ὁ Ἀχιλλεὺς “πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο” (Il. 16. 171).

[*](Α=)

ἡγήτορι Μέντῃ] τῶν ἀμοιβαίων ἡγεῖτο ἴσως ὁ Μέντης. §. τινὲς γράφουσι “Πείρῳ,” ἵν’ ᾖ ὁμώνυμος τῷ Θρᾳκί (Il. 4. 520).

75. ἀκίχητα] ἀκατάληπτα. §. προοικονομεῖ δέ, ἵνα νοῶμεν μετὰ θάνατον Ἀχιλλέως ἀνακεχαρηκέναι αὐτοὺς πρὸς τὸν δόντα.

[*](B–)

76. ἀλεγεινοί] πολλοῦ λόγου δεόμενοι, εἰ ἀνδράσιν ὑποταγήσονται· ἢ δυσχερεῖς, ὅ ἐστιν ἀδύνατοι.

83. Ἔκτορα] ἀντὶ τοῦ Ἕκτορος.

85. τὸν μὲν ἀπαινύμενον] σχεδὸν ἔδειξε τὸ πρᾶγμα ἐν πίνακι.

[*](B=)

86. * κατʼ οὐταμένην ὠτειλήν] κατὰ τὸ ἐξ οὐτήσεως τραῦμα.

[*](B=)

88. ὀξέα κεκληγώς] ἀναγκαῖον, ἵνʼ ἐν τοσούτῳ ὁ Μενέλαος ἔχῃ καιρὸν διαλογίσασθαι· ὃ μὲν γὰρ συγκαλεῖ τὸ πλῆθος, ὃ δὲ σκέπ– τεται.

[*](1. γυρόσε ἐ. αὐτὰς B: γύρους ἐ. αὐταῖς ut Eust. ‖ 3. συνετράχυνε Bekker: συνεπάχυνε ut B ‖ 5. αἱ Eust.: αὖται ‖ 7. παρέλαβε ut B ‖ 7, 8. πάσῃ μὲν τῆ ἀγέλῃ B ‖ 11. supplevi ex B ‖ 13. περισπᾶται B || ἀλλή- λων ‖ 22. πειρῶ ‖ 28. ἀπαινύμενον textus: ἀναινύμενον ‖ 32. περὶ αὐτοῦ add. B)
215

91. εἰ μέν κε λίπω] μένειν μὲν ἡ τιμὴ Πατρόκλου καὶ ὁ ψόγος [*](B+) Ἑλλήνων προτρέπει, φεύγειν δὲ τὸ πλῆθος τῶν Τρώων.

〈λίπω〉 κάτα τεύχεα καλά] τὸ ἑξῆς καταλίπω· διὸ ἀναστρεπτέον [*](AB=) τὴν πρόθεσιν.

92. Πάτροκλόν 〈θ〉, ὃς κεῖται] δαιμονίως ἑαυτὸν δυσωπεῖ παρα- [*](B=) μεῖναι τῷ διʼ αὐτὸν τελευτήσαντι.