Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

300. ἄγχι— ἐπὶ νεκρῷ] ἐναντίον τὸ “ἄγχι” τῷ “ἐπί,” ἢ ἀντὶ τῆς παρά.

301. Λαρίσης] οὐ τῆς ἐν Τροίηᾳ· οὐ γὰρ ἂν εἴρηκε “τῆλετ·” ἀλλʼ [*](10. ταρφέας τε ‖ 12. φυγαῖς scripsi, cf. l. 9: πληγαῖς ‖ 17. ἐναργὴς Bekker: ἐνεργὴς ut B ‖ 15. ἑλκόμενοι ‖ 18. πλησιάζων B: πλησιάζειν ‖ κεκρυμμένος B ‖ 19. πλήττεται B ‖ 22. ἱεμένων post iteravit pr. ‖ 25. ἐκείνῳ συνεκπηδ. W. cf. Eust.: ἄνω που πηδ. B, ἐκεῖ ἄνω πηδ. ‖ 27. δὲ ἔτι || γὰρ scripsi: δέ ut B ‖ 30. τῷ ἄ. τὸ B)

225
ἔστιν ὁμώνυμος Λάρισσα ἐν Κύμῃ, ἣ ἀπέχει χιλίους διακοσίους σταδίους τῆς Ἰλίου· 〈ἥν〉 φασι τὴν Φρικωνίδα Λάρισσαν.

οὐδὲ τοκεῦσιν] ᾡκτίσατο περὶ τὴν διήγησιν ἱκανῶς.

302. * θρέπτρα] σὺν τῷ ρ γραπτέον καὶ παροξυτονητέον.

306, 7. 〈Ἰφίτου υἱόν,〉 Φωκήων ὄχʼ ἄριστον] καὶ ἄλλος ‘Πριμή- δεος υἱὸς ἀρχὸς Φωκήωνʼ (Il. 15. 515). §. πολλὴ δὲ ἡ ποικιλία· νῦν [*](B=) γὰρ προεῖπε τοῦ θανάτου τὸ γένος, ἄνω δὲ τὸ ἐναντίον (302).

*ἐν κλειτῷ Πανοπῆι] ἐν τῷ ἐνδόξῳ Πανοπεῖ.

310. *νείατον ὦμον] τὸ ἔσχατον μέρος τοῦ ὤμου, ὡς “νειαίρῃ [*](B=) δʼ ἐν γαστρί” (Il. 5. 539)·

312. * Φόρκυνα] ἀπὸ τῆς Φόρκυν.

313. * Ἱπποθόῳ περιβάντα] ὅτι πρὸς δοτικήν.

*μέσην κατὰ γαστέρα] τὸν ὀμφαλόν.

[*](B=)

314. θώρηκος γύαλον] κατὰ περίφρασιν τὸν θώρακα.

διὰ δʼ ἔντερα χαλκὸς 〈ἤφυσε〉] παράδοξον τὸ διὰ τῆς ἐπιφανείας [*](B=) τοῦ σώματος προχυθῆναι ἔντερα, τὸ δὲ διὰ τοῦ θώρακος πολὺ θαυμα- σιώτερον· ἐννόησον γὰρ οἵα ἡ θεωρία.

317. ἐρύσαντο δὲ νεκρούς] πῶς μὴ καὶ Πάτροκλον εἵλκυσαν; ὅτι [*](B=) περὶ τοῦτον οἱ Τρῶες σπουδαιότεροι ἦσαν, τῶν δὲ ἰδίων νεκρῶν ἠμέλουν.

321. καὶ ὑπὲρ Διὸς αἶσαν] ἀντὶ τοῦ‘γνώμην Διός·ʼ ὀργιζομένου [*](B–) γὰρ Ἀχιλλέως τιμᾶν ἤθελε Τρῶας, 〈ὡς〉 καὶ διʼ Ἴριδος ὑπέσχετο. “δύῃ τʼ ἠέλιος” (455) καὶ “ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυα- λξω (206).

324. κήρυκι] διὰ τὸ μέτρον συσταλτέον τὴν ρυ. §. τὸ δὲ [*](B=) “Ἠπυτίδῃ” τινὲς πατρωνυμικῶς· ἀλλʼ 〈ἀπὸ τοῦ〉 Ἠπύτης Ἠπυ- [*](B=) τάδης 〈ἂν〉 ἦν· ἔστιν οὖν παραγωγὸν ἀπὸ τοῦ “ἠπύτα κῆρυξ” (Il. 7. 384).

325. * ἡ ἡλικία καὶ ἡ φιλία ἑτοίμη πρὸς πειθώ.

[*](B=)

327. καὶ ὑπὲρ θεόν] ἀπέφυγε τὸ κοινὸν τῷ εἰπεῖν ‘ καὶ ἐναντιου- [*](B=) μένου θεοῦ.’ προτρεπτικὸς δʼ ὁ λόγος καὶ ἐλεγκτικός.

328. ὡς δὴ ἴδον ἀνέρας] ἀξιόπιστος ὁ λόγος περικείμενος κήρυκος [*](B=) πρόσωπον· πλάνητες γὰρ οὗτοι καὶ πολλὰ ἱστορηκότες. ἑώρακα [*](2. suppl. Barnes nescio unde ‖ 3. οἰκτίσατο ‖ 7. γεγονός B ‖ 11. Φόρκυν ante ἀπὸ omisi ‖ 22. supplevi ex B διʼ B: παρʼ || 23. θύητε ἠ. ‖ αὐτὰρ ‖ 26. supplevi ex B ‖ 30. τῷ B: τὸ ‖ 31. θεοῦ B: δὲ οὐ || 33. πρόσωπον B: προσιώπῳ)

226
οὖν, φησί, καὶ τῷ πλήθει ἥττονας καὶ τὴν ἀπὸ τῶν θεῶν βοήθειαν ἐναντίαν ἔχοντας ἐπὶ μόνῳ κατορθοῦντας τῷ σθένει. ἐλεγκτικῶς δὲ ἡ παράθεσις γίνεται.

[*](B=)

330. πλήθει τε σφετέρῳ] τῷ ἰδίῳ πλήθει, οὐκ ἐπικουρικῷ. §. τὸ [*](B=)δὲ “ὑπερδέα” σφόδρα ἐνδεᾶ, ὥστε ἔξεστι καὶ ἐπὶ τῶν λειπομένων τῷ ἀριθμῷ πλῆθος ὀνομάζειν. τὸ δὲ σχῆμα ἐκ τοῦ ἐναντίου δεί- κνυται, ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ τῷ πλήθει ὀλίγοι ὄντες γενναίως μάχονται. ἐλέγχει δὲ τοὺς μὴ μαχομένους καὶ πολυπληθείᾳ προὔχοντας καὶ συμμαχίᾳ θεοῦ.

[*](B=)

332. ἄσπετον] μέγα· οὐκ ἄν τις παρακολουθήσειε διὰ τὸ μέγεθος.

334. ἔγνω ἐσάντα ἰδών] ἔγνω τοίνυν καὶ ἡ Ἑλένη τὴν Ἀφρο- δίτην (ll. 3. 396). §. “ἐσάντα ἰδών ” ἀντὶ τοῦ ἀντικρύς.