Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

256. * Ὁιλῆος ταχὺς Αἴας] προπετὴς οὗτος καὶ ταχὺς τῇ γνώμῃ.

[*](A=)

260. τίς κεν ᾗσιν φρεσίν] ἡ ἀποσιώπησις τὸ πλῆθος ηὔξησεν.

[*](A+)

262. *προὔτυψαν] προενέσεισαν.

[*](1. ἐνάρετος Bekker: ἀνάρετος ut B ‖ 6. ἐγείρων ut B ‖ supplevi ex B || 12. ἄλλως W; ἢ B, ἀλλὰ ‖ 14. post περικαλύπτει iteravit pr. ἀλλʼ ἐτεὶ ὡς νέφος ὁ Ἕκτωρ πάντα περικαλύπτει ‖ 15. πόλεμον B:-ιον ‖ 19. supplevi ex B ‖ γὰρ τὸ B: τὸ γὰρ ‖ 21. προετρέψατο B ‖ 23. βασιλεύειν B 26. sup- plevi ex B ‖ 29. Ἑλένη B: Ἑλένην || 30. τὴν γνώμην B ‖ 31. ᾗσιν ἐνὶ φρ. )
223

263. ὡς δʼ, ὅτʼ ἐπὶ προχοῇσι] οὐ μόνον ῥεύματι ποταμῶν οὐδὲ κύ [*](B=) ματι θαλάσσης εἴκασε τὸν ἦχον, ἀλλʼ ἄμφω συνέπλεξεν· καὶ ἔστιν ἰδεῖν κῦμα μέγα θαλάσσης ἐπιφερόμενον ποταμῶν ῥεύματι καὶ τῷ ἀνακόπτεσθαι βρυχώμενον καὶ τὰς ἑκατέρωθεν τοῦ ποταμοῦ θαλασσίας ἠιόνας ἠχούσας, ὃ ἐμιμήσατο διὰ τῆς ἐπεκτάσεως τοῦ “βοόωσιν.” αὕτη ἡ εἰκὼν Πλάτωνος ἔκαυσε τὰ ποιήματα· οὕτως ἐναργέστερον τοῦ ὁρωμένου τὸ ἀκουόμενον παρέστησεν. δεικτικὸν δὲ καὶ τὸ“ ἐρευγομένης” (265). τὸ δὲ “ἔξμʼʼ τὴν ἐπὶ πλεῖστον ἔκχυσιν τῆς θαλάσσης δηλοῖ.

*προχοῇσι] εἰς θάλασσαν ἐκροαῖς.

[*](A+)

διιπετέος] ἐξ ὄμβρουσυγκινουμένου. §. μεγαλοφυῶς δὲ οὐδένα παρε- [*](B=) λάμβανε τῶν ἀενάων ποταμῶν —ἠρεμαιότεροι γὰρ οὗτοι—ἀλλὰ [*](B=) χειμάρρουν πρός τε τὸ αὐξῆσαι τὸ μέγεθος τῆς βοῆς καὶ πρὸς τὸ ἐπιδεῖξαι τὴν ἐναντίωσιν. συμπράττει δὲ τῇ φαντασίᾳ καὶ ἡ τῶν φωνῶν τραχύτης καὶ ἡ ἐπέκτασις τοῦ “βοόωσιν.”

264. βέβρυχεν] ὠνοματοπεποίηται. §. Ἀριστοφάνης δὲ “βε- [*](B=) βρύχῃʼ γράφει. §. “〈βέβρυχεν—〉 ποτὶ ῥόον ” δὲ ἀντὶ τοῦ ἀντιπίπτει [*](A=) πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ.

265. ἠιόνες βοόωσιν] Σόλωνά φασι τὸν νομοθέτην μιμησάμενον τὴν [*](A=B+) Ὁμήρου ποίησιν ἐν ἅπασιν ἐνθάδε γενόμενον καὶ προ〈σ〉σχόντα τῷ στίχῳ σφόδρα κατʼ εὐεξίαν ἐπιτετε〈υ〉γμένῳ διαπορῆσαι καὶ θαυμάσαντα κατακαῦσαι τὰ ἴδια σκέμματα. τῆς γὰρ ἐπαλλήλου τῶν ὑδάτων ἐκβολῆς ἡ τοῦ “βοόωσιν” ἀναδίπλωσις ὁμοίαν ἀπετέ- λεσε συνῳδίαν. καὶ ἀλλαχοῦ χρῆται τῇ λέξει “οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ” (Il. 14. 394).

268. φραχθέντες σάκεσιν] ὡς τὸ “φράξαντο δὲ νῆας ἕρκει χαλ- κείῳ” (Il. 15. 566, 7). §. Ζηνόδοτος δὲ γράφει “ἀρθέντες.”

[*](A=)

269. ἠέρα πολλήν] ἐπὶ τιμῇ Πατρόκλου τοῦτο φαίνεται πράτ- [*](A – B=) των, ὥσπερ καὶ ἐπὶ Σαρπηδόνος (Il. 16. 459) “αἱματοέσσας δὲ ψιάδας.” καίτοι δὲ ὑπεσχημένος Ἕκτορι “ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω” (206) νῦν φαίνεται κηδόμενος τοῦ Πατρόκλου· εὐσεβὴς γὰρ δι᾿ ὅλης τῆς ποιήσεως εὑρίσκεται.

[*](1, 3. ποταμοῦ B ‖ 4. βρυχώμενον B: βρυχόμενον ‖ 6. ἐναργέστερον B; ἐνεργέστερον ‖ 10. συγκινουμένου B: συγκειμένου ‖ 11. ἀεννάων ut B ‖ 12. χειμάρρουν B: χειμάρους ‖ 14. βοόωσιν B: βοῶσιν ‖ 16. suppl. Dindorf ‖ ἀντιπίπτει B: ἀντιπίπτον ‖ 20. εὐεξίαν A: εὐταξίαν ‖ supplevi ex A || 23. συνῳδίαν A: συνοδίον B, συνῳδίαν ‖ 29. ὑποσχόμενος B ‖ αὐτὰρ τοίνυν γε || 30. ἐγγυαλίξαι ut B)
224

272. μίσησεν δʼ ἄρα] πιθανὴ ἡ προαναφώνησις, ἵνα μαθόντες τὸ πέρας ἀνεχώμεθα τῶν κινδύνων.

[*](A~B=)

ἄλλως: μίσησεν] μισητὸν ἡγήσατο. καινῶς δὲ ἔφρασεν, ὅτι καταβρωθῆναι κυσὶν αὐτὸν οὐκ ἠθέλησεν.

[*](B=)

277. ἀλλὰ νέκυν ἐρύοντο] μικροψυχίας κατηγόρημα, εἰ τῆς τῶν πολεμίων ἠμέλουν σφαγῆς, καὶ ταῦτα ἐπιθυμοῦντες διὰ τὸ ἑλκύσαι τὸν νεκρόν.

[*](B–)

281. συῒ 〈ε〉ἴκελος] εὗ τὸ μὴ λέοντα παραλαβεῖν ἀλλὰ κάπρον ζῷον φεῦγον· οὗτος γὰρ εἴωθεν ἐν ταῖς φυγαῖς στρέφεσθαι πυκνῶς καὶ τοὺς διώκοντας ἀναιρεῖν. καὶ ἀλλαχοῦ φησι “ταρφέα τε στρέ- φεται στίχας ἀνδρῶν πειρητίζων” (Il. 12. 47).

ἄλλως: οὗτος γὰρ τάχιστα μεταστρέφεται ἐν ταῖς φυγαῖς.

285. * ῥεῖα—ἐκέδασσε] ῥεῖα ἐσκέδασεν.

286. οἳ περὶ Πατρόκλῳ 〈βέβασαν〉] ἀντὶ τοῦ ‘τῶν περὶ Πατρόκλῳ.ʼ ἢ ὅμοιόν ἐστι τῷ “ἐκίνηθεν δὲ φάλαγγες, ἐλπόμενοι παρὰ ναῦφι” (Il. 16. 280, 1).

[*](B=)

290. δησάμενος] ἐναργὴς καὶ καινοπρεπὴς ἡ διάθεσις· ἐπεὶ γὰρ δέδιε πλησιάζων τοῖς ἀντιπάλοις, ἕλκει τὸ σῶμα κεκρυμμένως. διὸ καὶ κατὰ κεφαλῆς πλήσσεται.

παρὰ σφυρὸν 〈ἀμφὶ τένοντας〉] ἡ “παρά” πρὸς τὸ “δησάμενος·” ὁ δὲ Ἕκτωρ περὶ ταῦτα τέτρηται (Il. 22. 396).

292. ἱεμένῳ περ] Ἀρίσταρχος “ ἱεμένων” διὰ τοῦ ν, πληθυντικῶς.

[*](B–)

297. παρʼ αὐλόν] τινὲς τὸ ξύλον τοῦ δόρατος, ἐπεὶ καὶ τὰς αἰγανέας “δολιχαύλους” φησίν (Od. 9. 156). οἱ δὲ τὸν ἄκρον ἐξακοντισμὸν τοῦ αἵματος, ὡς ἐκείνῳ συνεκπηδήσαντος τοῦ ἐγκεφάλου. καὶ ἀλλαχοῦ “αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν” (Od. 22. 18)· παρακεκινδυνευμένον δέ τι ἐξενήνοχεν· θέλει γὰρ εἰπεῖν, ὅτι ἐκράθη ὁ ἐγκέφαλος τῷ αἵματι· διὸ καὶ ἔφη αὐτὸν αἱματόεντα(298).

[*](B=)

298. αὖθι] παρὰ τῷ Πατρόκλῳ, πρίν τι δρᾶσαι, πρὶν ἑλκύσαι.

[*](B=)