Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

127, 8. * ἐκ παραλλήλου ὁ “ἄν” καὶ ὁ “κέν.”

[*](A+)

128. λαοσσόος] ἡ ὁρμῶσα ἢ σῴζουσα τοὺς συμμαχομένους ἢ σοβοῦσα τοὺς ἐναντίους· ὅθεν καὶ ἐγρεκύδοιμος (Hes. Th. 925).

130. φράξαντες] πάντες μὲν ἐν ἀσπίσι καὶ θώραξι καὶ κράνεσι [*](B +) καὶ λόγχαις, τούτων δὲ οἳ μὲν πρωτοστάται κατὰ μέτωπον ἤσαν, πάντες ὁμοίως τὰ δόρατα κατὰ προβολὴν ἔχοντες· κατόπιν δὲ τούτων οἱ δευτεροστάται, κατὰ δεξιὰ πλευρὰ τῶν πρωτοστατῶν προβεβλη- κότες δόρατα μείζω δυσὶ πήχεσιν· καὶ οἱ τρίτοι παρʼ ἀμφοτέρους ὁμοίως, ὥστε γʼ ἀκμὰς ἀνέχειν τὰ δόρατα· ⟨οἱ⟩ τέταρτοι δὲ καὶ πέμπτοι τὰς αἰχμὰς εἶχον ὀρθάς, ὡς εἴ τι κενοῖτο τῆς παρατάξεως τιτρωσκομένων ἢ φονευομένων τοῦτο πληροῦν, κυκλουμένων ⟨δὲ⟩ ποιεῖν ἀμφίστομον τὴν τάξιν.

132. * ἱππόκομοι] ἱππείας κόμας ἔχουσαι.

[*](B=)

λαμπροῖσι φάλοισι] φάλοι συρίγγια ἐπὶ τῶν μετώπων, εἰς [*](A =B +) ἃ καθίενται οἱ λόφοι, ὥστε τοὺς ἐκ τῶν κορύθων λόφους ψαύειν ἀλλήλων.

[*](4. θαύματος B, ἀναστάσεως ‖ 16. αὐτοῦ B: αὐτὸ 22. τε post κρ. omisi ut B ‖ 25, 26. προβ. B: παραβεβληκότες ‖ 27. ὥστε τρεῖς ἀκμὰς ἔχειν τὰ τοῦ μετώπου προεξέχοντα δόρατα Eust., ἀρχὰς pro ἀκμὰς B ‖ 29. ἀναπληροῖεν Eust. ‖ κυκλούμενοι: corr. W ‖ suppl. W)
12
[*](B=)

134. ἔγχεα δʼ ἐπτύσσοντο] αὐτὰ τὰ ἔγχη κραδαινόμενα πτυσσο- μένοις ἐvκει.

*θρασειάων ἀπὸ χειρῶν] θρασείαις ψυχαῖς ὑπηρετουσῶν, ὡς “ἀσίδα θοῦριν” (Il. 11. 32).

135. *τινὲς “σειόμενοι ⟨δʼ⟩ ἰθὺς φρόνεον,” ὥστε εὐθεῖαν πρὸς Τρῶας χωρεῖν.

[*](B=)

136. Τρῶες δὲ προὔτυψαν] προενέσεισαν ἀθρόοι διὰ τὴν εὐημερίαν· οἳ δὲ προσέπεσον καὶ προενήλασαν.

*ἀολλέες] ἀθρόοι.

137. * ἀντικρὺ⟨ς⟩ μεμαώς] ἐπʼ εὐθείας ὡρμημένος.

[*](B=)

ὀλοοίτροχος] ὅλος τροχοειδής. οἱ δέ, ἐν τῷ τρέχειν δεινός. [*](A + B =) §. καλῶς βάρβαρον καὶ ἄλογον ὁρμὴν ἀψύχῳ βάρει εἴκασε διὰ παντὸς τόπου κυλινδουμένῳ.

138. στεφάνης] στεφανοειδοῦς.

[*](A~)

στεφάνης]“στεφάνης” τῆς ἐν πλάτει ἐξοχῆς. §. ἡ δὲ “κατά” ἀντὶ τῆς ἀπό, ἢ ἀντὶ τῆς ἔξ.

[*](B=)

139. ἀσπέτῳ ὄμβρῳ] ἀναγκαίως τὸ “ἀσπέτῳ” πρὸς τὸ δυνηθῆναι πέτρον ῥῆξαι. §. τὸ δὲ “ἀναθρῴσκων” προσκρούων καὶ ἀφαλλόμενος.

[*](B=)

* ἀναιδέος] ἀνενδότου, σκληρᾶς.

[*](B-)

ἔχματα πέτρης] τὰ ἐξέχοντα καὶ μὴ ἐῶντα κυλισθῆναι αὐτόν, ἢ τὰ συνέχοντα τὴν πέτραν πρὸς τὸ ὄρος.

[*](B=)

141. ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον] ἀνεμποδίστως, μὴ σφαλλόμε- νος τῆς τοῦ θεῖν σφοδρότητος. §. τὸ δὲ “ἰσόπεδον” (142) ἀντὶ τοῦ ὁμαλὸν πεδίον· οἷον, ἕως οὗ ⟨ἂν⟩ κατέλθῃ εἰς ἰσόπεδον πεδίον, ἀντὶ τοῦ ἴσην ἔχον γῆν καὶ ὁμαλήν.

142. * ἐσσυμένος περ] ἐψύχωσε τὸν λίθον.

[*](B+)

143. *εἵως μέν] ἕως τινὸς μέν.

144. ῥέα διελεύσεσθαι] οὕτως Ἀρίσταρχος. οἳ δὲ “ῥεῖα δʼ [*](B-) ἐλεύσεσθαι.” § τὸ δὲ ἐξῆς, ὁ δὲ Ἕκτωρ ἕως μέν τινος ἠπείλει εὐκόλως διελθεῖν μέχρι τῆς θαλάσσης—ἡ δὲ “διά” ἔμφασιν ἔχει— ἀντὶ τοῦ τοὺς σκόλοπας καὶ τὴν τάφρον διελεύσεσθαι.

145. ἐνέκυρσε] ἢ ἀπὸ τοῦ κύρω ἢ ἀντὶ τοῦ ἐνεκύρησεν.

[*](B=)

146. μάλʼ ἐγχριμφθείς] ἀντὶ τοῦ λίαν ταῖς φάλαγξιν ἐμπελασθείς.

[*](A+B -)

147. ἔγχεσιν ἀμφιγύοισιν] ἀμφοτέρωθεν βλάπτουσιν, ἀπὸ αἰχμῆς [*](5. ἐφρόνουν ‖ 16. post ἔξ add. sec. ἤτοι ἐξοχῆς ὄρους ut A D 17. τὸ ἀ. B: τῷ ‖ 18. πέτραν B ‖ ἀναβαλλόμενος ἀναπηδῶν D ‖ 28, 29. ῥεῖα διελ. ‖ 32. ἀννὶ W: ἀπὸ)

13
καὶ στύρακος· τὰ δὲ ναύμαχα κατὰ στόμα᾿ μόνον “εἱμένα ⟨χαλκῷ⟩” (Il. 15. 389)· οὐκ ἔχουσι γὰρ στύρακα. ἢ ἀμφοτέρωθεν πρακτικοῖς· γυ〈ῖ〉α γὰρ κυρίως πόδες καὶ χεῖρες διʼ ὧν πράσσομέν τι.

148. χασσάμενος πελεμίχθη] ἀντίστροφον τὸ σχῆμα.

149. διαπρύσιον] ἢ διαπύρσιμον ὅ ἐστι διαφανές, τουτέστι φωνῇ [*](A + B -) σημήνας ὡς πυρσῷ, ἢ διαπερῶν τὰς ἀκοάς.

150. Τρῶες καὶ Λύκιοι] πῶς τοὺς διασκεδασμένους ἀνεκάλει κελεύων; βάρβαρος ὁρμὴ καὶ ὑπερήφανος.

151. παρμένετε] ἀλλήλοις. αὐτὸς γὰρ ἔχει Δία, καὶ οὐ [*](B=) προσδεῖταί τινος.

152. πυργηδ⌈οόν⌋] ⌈οἐ⌋μφά⌈σ⌋εως δὲ χάριν εἶπεν· καὶ συνέφρασσον μὲν ἀλλήλους φαλαγγηδόν, συμβαλόντες δὲ διέλυον τὴν φάλαγγα,ἐπεὶ πῶς ὥρμων καὶ ὑπεχώρουν καὶ ἐσκύλευον; καὶ ἔοικεν ὡσεὶ πρόπειρά τις εἶναι τῆς ὑπομονῆς τῶν πολεμίων· ἢ πρὸς τὸ ἀναδέξασθαι τὸν Ἕκτορα ἐπύκνωσαν ἑαυτούς· τοῦτον δὲ τὸν συνασπισμόν, ὡς ὁ τακτικὸς Ἑρμόλυκος λέγει, ἐνομοθέτησε Λυκοῦργος, ἐδίδαξε δὲ Λύσανδρος Λάκων καὶ Ἐπαμ〈ε〉ινώνδας, εἶτα ὑπὸ Χαριδήμου Ἀρκάδες ἐδιδὰχθησαν καὶ Μακεδόνες. §. “προθελύμνῳ” δὲ ἀλλεπαλλήλῳ, ἢ ἀλλεπαλλήλους πτύχας ἔχοντι.

153. ἀλλʼ οἴῳ χάσσονται] “οἴῳ” ἄμεινον, μόνῳ, ἵνα μὴ Ἕκτωρ [*](B=) διστάζῃ· ἢ τὸ “ὀίω” ἀντὶ τοῦ πέπεισμαι· “ἦ γὰρ ἀίομαι ἄνδρα χολωσέμεν” (Il. 1. 78).

εἰ ἐτεόν] ἐπεὶ ἐτεῶς· ὁ “εἰ” συναπτικὸς ἀντὶ τοῦ ἐπεί. ὡς τὸ “χρὴ δ᾿, εἰ σοφὸς πέφυκας” (Eur. Phoen. 86) καὶ ὁ Εὐριπίδης “οὔκουν ⟨δικαίως⟩, εἴπερ εἰργάσω τάδε” (Hec. 1254).

154. * θεῶν ὤριστος] ἀντωνομασία, ἀντὶ τοῦ “ὁ Ζεύς.ʼ

155. ὤτρυνε μένος] τὴν προθυμίαν, παρὰ τὸ μένω τὸ προθυμοῦμαι· [*](B-) ὅθεν καὶ ὁ μέμονα παρακείμενος.

156. Δηίφοβος δʼ ἐν τοῖσι] προσυνίστησιν αὐτόν, ὅτι μετὰ τὴν Ἕκτορος τελευτὴν διεδέξατο τὴν στρατηγίαν.

158. * κοῦφα] μετέωρα.

ὑπασπίδια προποδίζων] οὐ προβάλλων τὰ ἴχνη πρὸ τῆς ἀσπίδος. [*](A + B=) ἐν βραχεῖ δὲ δεδήλωται ὁ μετέωρα βαίνων καὶ τῷ τῆς ἀσπίδος κύκλῳ τὸ σῶμα κρύπτων· ἐξ οὗ δῆλον, ὅτι οὐκ εἶχεν ἀμφιβρότην ἀσπίδα, οὐδὲ πλαγίαν αὐτὴν ἐκράτει.

[*](1. εἰμένα; Eust. ἐκεκάλυπτο χαλκῷ ‖ suppl. ‖ 3. supplevi ex A Eust. ‖ 5. διαπύρσιον alterum A ‖ 7. ἐνεκάλει: corr. 11. post πυργηδόν 4 litt. evanidae ‖ 16. Ἑρμόλυτος ut Eust. 1 33. ὁ B: ὅτι)
14
[*](B-)

160. καὶ βάλεν, οὐδʼ ἀφάμαρτε] ταὐτὸν διʼ ἀμφοῖν δηλοῦται. βάλ- λειν γὰρ τὸ ἐπιτυγχάνειν φησὶν ὁ ποιητής· “οὐκ ἔβαλες τὸν ξεῖνον” (Od. 20. 305) καὶ “βά〈λ〉λʼ· αἰεὶ δὲ πυραὶ νεκύων” (Il. 1. 52).

[*](B=)

161. * τῆς δʼ οὔ τι διήλασεν] οὐδὲ τὸ τυχὸν διῆλθεν αὐτήν.

[*](B=)

162. ἐν καυλῷ] ἀντὶ τοῦ κατὰ τὸν καυλόν, ὡς “ἄξαντ’ ἐν πρώτῳ ῥυ- μῷ” (Il.6.40). λέγει δὲ τὸ καθιέμενον εἰς τὸ κοῖλον μέρος τοῦ δόρατος.

163. * δεῖσε δὲ θυμῶ] ὁ “δέ” ἀντὶ τοῦ γάρ.

[*](AB-)

165. χώσατο δʼ αἰνῶς] ἡ σύγχυσις τῆς ψυχῆς· οὔτε γὰρ ἐπὶ χαρᾶς οὐδὲ ἐπὶ ὀργῆς ⟨τίθεται⟩. καὶ φθέγγεται μὲν οὐδέν—οὐ γὰρ οἰκεῖον τῷ παρόντι καιρῷ—τὴν δὲ διάθεσιν αὐτοῦ διὰ τοῦ “χώσατο” ῥήματος ὁ ποιητὴς παρέστησεν.

166. ἀμφότερον] διʼ ἀμφότερα.

καὶ ἔγχεος ὃ ξυνέαξεν] τὸ “ὅ” ἀντὶ τοῦ ὅτι, ὡς “μοι γέρας” (Il.. 1. 120). §. Ἀρίσταρχος δὲ διὰ τοῦ η “ξυνέηξεν.”

[*](B=)

167. βῆ δʼ ἰέναι] πιθανῶς ὁ ποιητὴς τοὺς μὲν ὡς τραυματίας ἐξήγαγε τοῦ πολέμου, τοὺς δὲ καὶ ὅπλων ἐνδεεῖς.

[*](A + B-)

168. οἰσόμενος] ἑαυτῷ· οἴσων δὲ καὶ ἑτέρῳ· “οἶσε θέειον, γρηύʼ” [*](B +) (Od. 22. 481)· “οἴσετε πῦρ” (Il. 16. 718). §. διὰ τί δὲ οὐκ ἔπεμψεν ἐπὶ δόρυ, ἀλλʼ αὐτὸς ἄπεισιν; ἢ ὅτι ἐν τῷ θορύβῳ κεχώρισται τῶν δορυφόρων, καὶ πλησίον ἦν ἡ σκηνή, καὶ οἱ πεμπόμενοι οὐχ ὁμοίως ταχύνουσι, καὶ παρὼν ὅμοιος ἦν τῷ μὴ παρόντι δόρυ οὐκ ἔχων. τὸ δὲ ὅλον, διὰ τὸ ἀναπαῦσαι τοὺς ἀκροατὰς ἀπὸ τῆς μάχης τοῦτο πράττει ὁ ποιητής, ὅπερ ἔσται Ἰδομενέως αὐτῷ συμβαλόντος (402).

[*](B-)

ὅ οἱ κλισίηφι λέλειπτο] δύο οὖν εἶχεν οἷς αὐτὸς ἐχρῆτο—διάφορα γὰρ τὰ τῶν βασιλέων, ὡς καὶ ἡ Ἀχιλλέως μελίη (Il. 20. 277) —ἄλλα δὲ εἶχε πολλά. §. τινὲς δὲ “οἱ,” ὡς “κῆτος, ἂ μυρία βόσκει” (Od. 12. 97).

[*](B=)

171. Ἴμβριον αἰχμητήν] χαρίεν τὸ ἐφʼ ἐκάστῳ τῶν ἐπισήμων τὴν διήγησιν κατὰ τὰς ἀναιρέσεις ἐκφέρειν· τὸ μὲν γὰρ προεκθέσθαι περὶ ἑκάστου μακρόν, τὸ δὲ ἐν τοῖς συμπτώμασι παραδιηγεῖσθαι πιθανόν. §. τὸ δὲ “Μέντορος” ‘κέντοροςʼ ἔδει. οἰκεῖον γὰρ πολυίππῳ τὸ κεντεῖν.

172. Πήδαιον] ὑπὸ τὴν Ἴδην πόλις πρὸς Θήβην· οἱ δὲ πρὸς Καρίαν· τινὲς δὲ τὴν αὐτὴν τῇ Πηδάσῳ.

[*](1. τ. δὲ ἀ.: cf. B ‖ 8. ψυχῆς W c. B συνεχύθη τὴν ψυχήν: χαρᾶς ‖ οὔτε γὰρ B: οὐ μἐν ‖ 9. οὔτε ἔτι B ‖ supplevi ex B ‖ 13. συνέοξεν ‖ ite- ratur * ὅ] ὅτι ‖ 14. Ζηνόδοτος A ‖ 17. γρηί B, γρηοῖ 21. ταχεῖς B ‖ μἠ pro οὐκ B ‖ 26. σκηπτὸς: corr. Heyue)
15