Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

77. οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι] ὅρα τὸ ἦθος ὡς ἀπλοῦν· οὐδὲν μὲν γὰρ περὶ θεοῦ λέγει· ἁπλῶς δὲ τὸ παριστάμενον αὑτῷ δηλοῖ.

79. ἔσσυμαι] τὸ θέμα σύω σύσω, ὅθεν καὶ σῦς. μενοινώω δὲ καὶ οἶος] εἰ καὶ μετὰ Διός ἐστιν, ἢ ⟨χωρὶς⟩ τοῦ τάγματος.

[*](B +)

82. χάρμῃ]κυρίως, οὐ ‘τῇ μάχῃ,’ ἀλλὰ τῇ πρὸς πόλεμον προθυμίᾳ.

[*](A +)

ἄλλως: “χάρμῃ” τῇ μάχῃ· τὴν γὰρ χαρὰν χάρμα φησίν· καὶ οὐκ ἂν ἐπήγαγε “γηθόσυναι,” εἰ τὴν χαρὰν ἐδήλου.

83. τόφρα δὲ τοὺς ὄπιθεν] “ἄπιθεν” τῶν Αἰάντων Σαλαμίνιοι Λοκροί.

*τόφρα δὲ τοὺς—ὦρσεν] ἕως ἐλάλουν.

[*](B+)

84. ἀνέψυχον] ἀναψῦξαι τὸ ἀναπαῦσαι· καὶ γὰρ ἡ ψυχὴ πνεῦμά ἐστιν.

[*](B+)

86. καί σφιν ἄχος] τὴν μὲν ψυχὴν ἄχος, τὸ δὲ σῶμα κάματος ἐδάμαζεν.

[*](B=)

δερκομένοισι Τρῶας] περιπαθῶς πάνυ, ὅτι ὁρῶντες ἐν ὄψει τὸ κακὸν ἐπαμύνειν ἤσαν ἀδύνατοι· ὅθεν καὶ ἐπαναλαμβάνει ⟨τὸ⟩ “ τοὺς οἵ γʼ εἰσορόωντες” (88)· τὰ γὰρ σχετλιώτατα τῶν δεινῶν τὰ ἐν ὄψει ἐστὶν ὁρώμενα.

[*](A + B -)

88. ὑπʼ ὀφρύσι δάκρυα λεῖβον] εἰς ἔσχατον προῆκται τὰ τῶν Ελ- λήνων· ὅρα γὰρ ἐπὶ τῆς παρατάξεως στρατιώτας κλάοντας ἐν τοῖς ὅπλοις, καὶ ταῦτα Ἕλληνας· λεληθότως δὲ ἔκλαον.

89. φεύξεσθαι ὑπὲκ κακοῦ] τὸ φεύγειν γενικῇ συντάσσει· “πε- φυγμένος ἦεν ἀέθλων” (Od. 1. 18)· ἔστι δὲ ‘ὑποφεύξεσθαι ἐκ τοῦ κακοῦ.ʼ

[*](14. suppl. W 16. σὐ scripsi: νῦν ‖ 20. Λοκρούς ‖ 27. supplevi ex B)
9

91. Λήιτον] ἐγγὺς γὰρ Λοκρῶν Βοιωτοί οὗτοι δεύτεροι μέν εἰσι κατʼ ἀλκήν, πρόθυμοι δὲ πάντες καὶ νέοι.

92. * Πηνέλεὼν θʼ ἥρωα Θόαντά τε] ἐγάμει γὰρ Ἀνακτορ〈ί〉αν τὴν Πηνέλεω.

Δηίπυρον] Πύλιος ἦν, ὡς τινες· οἳ δὲ ἀδελφὸν Μηριόνου· ἰσο- δυναμεῖ δὲ τὸ ὄνομα τῷ Πυραίχμῃ (Il. 2. 848). 9. μήστωρας” (93) δέ, πρακτικοὺς μάχης.

95. αἰδώς, Ἀργεῖοι, κοῦροι νέοι] λείπει τὸ ἔστω. §. Ἕλληνικῶς [*](B=) τὸ τῆς αἰδοῦς προβάλλεται, τοῖς δὲ βαρβάροις ὁ Ἕκτωρ οὐ τὸ [*](B=) αἰσχρὸν ἀλλὰ τὸν φόβον· “αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπείς” (Il. 12. 250)· εὗ δὲ καὶ τῆς ἀκμῆς ὑπομιμνῄσκει ἐπὶ δειλίᾳ συγγνώμην οὐ φερομένης· διὸ καὶ δὶς ἐπανέλαβε τὸ ὄνομα.

κοῦροι νέοι] εὐγενεῖς. §. ἔστιν οὖν ‘αἰσχύνης ἄξια ποιεῖτε Ἕλλη- [*](B=) νες ὄντες εὐγενεῖς καὶ νέοι,” ⟨ἢ⟩ κατὰ πεῦσιν.

αἰδώς, Ἀργεῖοι] τινὲς ‘αἰδοῦς ἄξιόν ἐστιν.’

ὔμμιν ἔγωγε πέποιθα] αἰσχρὸν οὖν τὴν ὑπόνοιαν ἀπολέσαι, ἣν ἔχετε παρὰ τοῖς πολλοῖς.

96. νέας ἀμάς] ἤγαγε γὰρ εἰς Ἴλιον· “καὶ νήε〈σ〉σʼ ἡγήσατ᾿ [*](B=) Ἀχαιῶν Ἴλιον εἴσω” (Il. 1. 71). 9. κατʼ ἀρχὴν δὲ μόνον Δώριον [*](A +) ⟨τὸ “ ἁμάς”⟩

*τοιαῦτα καὶ πρὸς τοὺς Αἴαντας· “σφὼ μέν κε σαώσετε” (47).

*πέποιθα] ἐπεποίθειν.

97. εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε] ἐντέχνως τὸ φιλότιμον αὔξει [*](B=) τῶν νέων, τὴν αἰτίαν τοῦ σωθῆναι καὶ ἀπολέσθαι αὐτοῖς ἐπαναφέρων.

98. εἴδεται ἦμαρ 〈ὑπὸ Τρώεσσι δαμῆναι〉] φαίνεται. λείπει δὲ [*](B=) τὸ τοῦ, τοῦ ὑπὸ Τρωσὶ δαμῆναι. §. ἀντὶ τοῦ προφανές ἐστιν, ὡς ἐν τῇ [*](Α B=) νῦν ἡμέρᾳ ἀπολούμεθα.

*δαμῆναι] ἀντὶ τοῦ ὑποταχθῆναι.

101. Τρῶας ἐφʼ ἡμετέρας 〈ἰέναι νέας〉] ἐν τῷ “ἡμετέρας” [*](B=) μεγάλη ἔμφασις· καὶ ἔστι μυρία ὑπακοῦσαι, οἷον τοὺς βαρβάρους ἐπὶ τὰς Ἑλληνικάς, τοὺς δειλοὺς ἐπὶ τὰς τῶν γενναίων, τοὺς ὀλίγους ἐπὶ τὰς τῶν πλεόνων.

*ἐν ἤθει τὰ θαύματα ταῦτα, ὡς τὸ “Ἕκτωρ δὴ παρὰ νηυσί” (123).

[*]( B-)

102. ἐλάφοισιν ἐοίκεσαν] ἐντέχνως τῷ ψόγῳ τῶν Τρώων ἐνέβαλε τὴν [*](Β=) [*](3. suppl. ‖ 5. Δηιπυρον textus, Δηίπυλον ‖ 8. ἑλληνικῶς B: ἑλληνικὸν ‖ 9. προβάλλεται B: προβάλλεσθαι ‖ 11. συγγνώμης] 8. συγγνώμην ἐχούσῃ B ‖ 14. suppl. ‖ 18. νῆας ‖ 24. ἀναφέρων B ‖ 30. προσυπακοῦσαι B)

10
κατηγορίαν ⟨τῶν⟩ Ἑλλήνων· ποῖοι γὰρ ⟨ἂν⟩ εἶεν οἱ ὑπὸ τοιούτων ἡττώμενοι;

[*](A + B =)

103. θώων] παραπλήσιον ὑαίνῃ ⟨τὸ ζῷον⟩· φασὶ δὲ αὐτὸ ἅμα ⟨τῷ⟩ τίκτεσθαι βαδίζειν· ἢ ὅτι μετὰ ἅλματός ἐστιν ἡ βάδισις αὐτοῦ.

[*](A - B =)

ἤια] τὰ τοῦ εἶναι αἴτια βρώματα ἢ τοῦ ἰέναι· οἱ γὰρ πεινῶντες τὰ γυῖα βαρύνονται.

104. ἠλάσκουσαι ἀνάλκιδες] ἐκκλίνουσαι διὰ δειλίαν καὶ ἐν ἑνὶ τόπῳ διάγουσαι, μὴ ἐπιμιγνύμεναι τοῖς ἄλλοις.

οὐδʼ ἔπι χάρμη] ἔπεστιν· τινὲς δέ, οὐκ ἐπὶ μάχῃ ἠλάσκουσαι.

107. ἕκαθεν πόλιος] τὸ “ἕκαθεν πόλιος” ἔμφασιν ἔχει ἑτέρου διαστήματος· ἐπιφέρει ⟨δὲ⟩ τὰς ναῦς, ἐν αἷς ἐστιν αὐτοῖς ἡ σωτηρία. [*](A +) §. Ζηνόδοτος δὲ “ἑκάς” γράφει.

[*](B=)

108. ἡγεμόνος κακότητι ⟨μεθημοσύνῃσί τε λαῶν⟩] τὰς εἰς ἀρέ- σκειαν τοῦ πλήθους· οἶδε γὰρ αὐτοὺς ἀεὶ παρὰ τὰς ἀτυχίας μεμ- ψιμοίρως ἔχοντας τοῖς τυράννοις.

[*](B-)

* καλῶς οὐκ εἶπεν ἀσθενείαις ἀλλὰ ‘μεθημοσύναις·’ καὶ πάλιν “τῇδε μεθημοσύνῃ” (121).

109. οἳ κείνῳ ἐρίσαντες ⟨ἀμυνέμεν οὐκ ἐθέλουσιν⟩] ἀντὶ τοῦ ἐρί- [*](B=) ζοντες, ὡς ἤδη ψευσάμενοι. §. εὖ δὲ τὸ μὴ φάναι ‘οὐκ ἐθέλετε·ʼ πρὸς βασιλικοὺς γὰρ ἄνδρας ὁ λόγος, οὓς ἐλέγχειν ἀντικρὺς παρῃτήσατο. ἐπὶ δὲ τὸν ὑποτεταγμένον ὄχλον τὸν λόγον ἔτρεψε, καὶ δοκεῖ μὲν κατὰ τῶν ἄλλων λέγειν, ἡ δʼ ἐπαναφορὰ πρὸς τοὺς ἀκούοντας γίνεται.

[*](A-)

110. * νηῶν] λείπει ἡ ὑπέρ.

111. * εἰ γὰρ καὶ εἶκεν “ἀασάμην, οὐδʼ αὐτός” (Il. 9. 116), ἀλλʼ ἐκμειλισσόμενος τὸ πλῆθος ἔλεγεν.

[*](B-)

115. ἀκεώμεθα] τὴν ἔριν ἢ τὴν μῆνιν Ἀχιλλέως ἢ τὴν ἀμέλειαν ἣν αὐτοῖς ὀνειδίζει.

[*](B=)

ἀκεσταί] τινὲς εἰς Ἀχιλλέα· ῥᾷστον γὰρ πρὸς ἐπανόρθωσιν τὸ ἁμαρτηθὲν τοῖς ἐναρέτοις ἀνδράσιν.

[*](B=)

117. πάντες ἄριστοι ἐόντες] τῷ ἐπαίνῳ θεραπεύει καὶ μεῖζον ἐλέγχει ὡς διαφθείροντας τὴν φύσιν τῇ ῥᾳθυμίᾳ.

119. περὶ κῆρι] κατὰ ψυχήν, ἢ ὡς τὸ “περιβάλλει ἅπαντας μνηστῆρας δώροισι” (Od. 15. 17).

[*](B=)

120. * πέπονες] τινὲς προσηνεῖς· παραμυθεῖται γὰρ αὐτούς.

[*](B=)

κακὸν ποιήσετε μεῖζον] “μεῖζον” τοῦ νῦν δηλονότι.

[*](1, 3. supplevi ex B ‖ 4. τίκτεσθαι B: τίκτεται ‖ ὅτι ἀλματώδης ἡ B ‖ 6. τὰ B: λάθρη ‖ 21. τὸν -ον ὄχλον B: τοῦ -ου ὄχλου ‖ 23. περὶ A)
11

122. αἰδῶ καὶ νέμεσιν] τὴν αἰσχύνην καὶ τὴν ἐξ ἄλλων ἀκολου- [*](B=) θοῦσαν μέμψιν.

*δὴ γὰρ μέγα νεῖκος ὄρωρεν]μεγάλη φιλονεικία διανίσταται πολέμου.

[*](B=)

123. Ἕκτωρ δὴ παρὰ νηυσί] μετʼ ἐκστάσεως τὸ δίστιχον προ- [*](B=) ενεκτέον, ὡς τὸ “Τρῶας ἐφʼ ἡμετέρας ἰέναι ⟨νέας⟩” (101). §. τὸ δὲ “βοήν ἀγαθός” πρὸς ἐρεθισμὸν αὐτῶν· καὶ “Ἕκτορα δʼ ἐφράσ- [*](B-) 〈σ〉αντο βοὴν ἀγαθόν” (Il. 15. 671).

124. * μακρὸν ὀχῆα] ἑκάτερον.

ὀχῆα] τὸν ἑκατέρας πύλης· δύο γάρ εἰσιν· καὶ “τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον” (Il. 11. 702).

125. κελευτιόων] κελευτής κελευτιῶ· καὶ ἀλλαχοῦ δέ φησι [*](B -) “κελευτιόωντʼ ἐπὶ πύργῳ” (Il. 12. 265). ἴσως δὲ καὶ τούτους κατὰ τὸ σιωπώμενον ἔπληξε τῷ σκηπανίῳ, ὡς καὶ τοὺς Αἴαντας (60). §. τινὲς δὲ “κελευθιόων” ἀντὶ τοῦ ὁδηγῶν, τοὺς Ἕλληνας.

127. οὕτʼ ⟨ἄν εν⟩ Ἄρης ὀνόσαιτο] ἀλλὰ θαυμάσειεν. ἔστι δὲ [*](B=) μετὰ συλλογισμοῦ ὁ ἔπαινος, οὐκ αὐτοῦ τοῦ λέγοντος ἐκτιθεμένου τὴν εἰκόνα τοῦ πράγματος, διʼ ἐμφάσεως δὲ καταλείποντος τοῖς ἀκροαταῖς σκοπεῖν ὁποῖαί τινες ἤσαν.