Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

640. αἴδεσσαι δὲ μέλαθρον] ἀξιολόγῳ ὀνόματι ἱκετεύει· τὸ γὰρ “αἴδεσσαι —μέλαθρον” ‘τοὺς πρόσφυγας τῆς ἑστίας αἴδεσαι.ʼ τὸ δὲ ὁμοτράπεζον καὶ ὁμόστεγον προτείνας καὶ πολέμιον ἂν ἐκίνησεν, ὡς καὶ τοῦ οἴκου συμπρεσβεύοντος.

*δέ τοι] ὁ “δέ ᾿᾿ ἀντὶ τοῦ γάρ.

[*](B=)

642. κήδιστοί τʼ ἔμμεναι] ἐκ τοῦ πλήθους φήσας τοὺς εὐνου- στάτους καὶ συγγενικωτάτους ἥκειν πολλὰ διʼ ὀλίγων ἐσήμανεν, ὑπεροψίας ἐπιτίμησιν, μετριότητος ὑπόμνησιν, αἰδῶ τῶν ἀνθρωπίνων παθῶν, ἔλεον ἱκεσίας, ἐντροπὴν συγγενείας· καὶ οἷος ἀνήρ, ἀρετῇ μὲν ἴσος, ἀνθρωπισμῷ δὲ βελτίων, λόγῳ δὲ σύμβουλος, συγγενὴς δὲ γενναῖος, ὥστε μηδʼ ὁτιοῦν ἀντειπεῖν Ἀχιλλέα.

[*](B=)

645. πάντα τί μοι κατὰ θυμόν] ὅτι ἰσχυρὸς ὁ λόγος, δείξει τὸ “οὐ γὰρ πρὶν πολέμοιο” (650).

[*](B=)

πάντα τί μοι κατὰ θυμὸν— ἀλλά μοι οἰδάνεται] ὁμολογεῖ θυμῷ [*](B=) κρατεῖσθαι. §. διὰ τὸ δεινὸν τῆς ῥητορικῆς ἢ τὸ σύντομόν 〈φησι τὸ “κατὰ θυμόν᾿᾿〉.

[*](B=)

646. ἀλλά μοι οἰδάνεται κραδίη— ὁππότʼ ἐκείνων μνήσομαι] πάλιν τῆς ἐξ Ἀγαμέμνονος ὕβρεως μέμνηται, δεικνὺς ὡς βούλεται μὲν εἴκειν, τὸ δὲ μέγεθος τῆς ὕβρεως οὐκ ἐπιτρέπει.

[*](Α+Β=)

647. ἀσύφηλον 〈—ἔρεξεν〉] ἀντὶ τοῦ ἐπιρρήματος, μετὰ παραλογισμοῦ ἔβλαψεν.

[*](B=)

649. ἀλλʼ ὑμεῖς ἔρχεσθε] σκληρὸν 〈ἂν〉 ἦν τὸ μετὰ τῆς προ- θέσεως εἰπεῖν ‘ ἀπέρχεσθε.ʼ

[*](B=)

καὶ ἀγγελίην ἀπόφασθε] ἔχει τινὰ ἐλπίδα. νῦν γάρ, φησίν, ἀποπρεσ βεύσασθε· ὕστερον δὲ ταῦτα ποιήσω.

[*](B=)

651. πρὶν υἱὸν Πριάμοιο] πρὸς μὲν Ὀδυσσέα ἀποπλεύσεσθαί φησιν— ἔτι γὰρ αὐτὸν σφόδρα 〈ἡ ὀργὴ〉 ἐξέμαινε —πρὸς δὲ Φοίνικα ἤδη πραϋνόμενος σκέψεσθαι περὶ τοῦ μένειν, τὸν δὲ Αἴαντα αἰδε- σθεὶς τότε ἐπαμυνεῖν, ἡνίκα ἂν πλησίον γένωνται οἱ πολέμιοι, [*](1. supplevi ex B ‖ 2. πρόφασιν B: πρότασιν ‖ supplevi ex B || 13. ἂν ἔοι ante ἀνήρ ut B: omisi ‖ 16. δηλοῖ B, δείξειν ‖ 24. ἐπιρρήματος A: ἀσυφήλως B, ἐπιρήτως || 31. supplevi ex B ‖ 32. σκέψασθαι ut B ‖ post σκ. et 33. post ἐπ. omisi φησὶν ut B ‖ 33. ἐπαμυνεῖν B: ἐπαμύνειν)

339
οὔτε ἀνέλπιστον τὴν συμμαχίαν τοῖς Ἕλλησι καταστῆσαι θέλων οὔτε ἕτοιμον, ἵνα μὴ μέτρια δοκῇ πεπονθέναι.

Ἕκτορα δῖον] οὐχ Ὁμηρικὸν τὸ ἐπίθετον, ἀλλʼ ὁ Ἀχιλλεὺς [*](B=) πεποίηκεν αὐτὸ λυπῶν τοὺς Ἀχαιούς. καὶ Ὀδυσσεῖ ἔλεγε “νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Ἕκτορι δίῳ” (356), ἐπαινῶν καὶ μεγαλύνων τὸν πολέμιον.

652. *Μυρμιδόνων ἐπί τε κλισίας] ἔσχαται γὰρ αὗται.

653. σμῦξαι πυρὶ νῆας] σμύχειν ἐστὶ τὸ καπνὸν διὰ τοῦ πυρὸς [*](AB=) ἀνιέναι, ὃ καὶ τύφειν λέγεται.