Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

626. ἀπαγγεῖλα δὲ τάχιστα· χρὴ μῦθον] “τάχιστα·” ὑποκνίζει, [*](Β=) μὴ καὶ πορισάμενοι μηχανὴν σωτηρίας οὐ δεηθῶσιν αὐτοῦ. ἅμα δὲ καὶ τὸ πλῆθος τῶν καραδοκούντων δυσωπεῖ Ἀχιλλέα· φησὶ γὰρ “ ἀπαγ- γεῖλαι τάχιστα χρὴ μῦθον Δαναοῖσι.”

*ἔοικε δηλοῦν, ὡς ὅτι δευτέρας ἀπάντων δεήσει πρεσβείας.

[*](B=)

627. * ἐλέγχει τὸ ἀπηνὲς διὰ τοῦ “καὶ οὐκ ἀγαθόν.᾿᾿

628. *οἳ—ποτιδέγμενοι] κοινοποιεῖ τὴν ὕβριν.

629. * ἴδιον τῶν θυμουμένων μὴ πρὸς τοὺς μεμφομένους ἀπο- [*](B=) τείνεσθαι.

630. *σχέτλιος] παρρησιάζεται καὶ οὐκ Ἀγαμέμνονος μέμνηται, [*](B=) ἀλλʼ ὡς Φοῖνιξ “οἳ τε σοι αὐτῷ” (521).

632. καὶ μέν τις τε κασιγνήτοιο φονῆος 〈ποινὴν—ἐδέξατο〉] ἔθος [*](Β=) γὰρ ἦν τοῖς συγγενέσι διδόναι πρὸς τὸ μὴ πλέον ἐνιαυτοῦ φεύγειν. λέγει οὖν, μὴ λαβὼν ἐκεῖνος οὐ παρίησι μόνον ἐνιαυτὸν φεύγειν.

κασιγνήτοιο φόνοιο 〈—ποινήν〉] ἀδελφικοῦ, ἢ “ φόνοιο ᾿᾿ φονέως· [*](A–) ἢ “φόνοιο ποινήν·” διασύρει δὲ τὴν αἰτίαν τῆς ἔχθρας.

636. σοὶ δʼ ἄληκτόν τε κακόν τε] ἐντέχνως ἡ μετάβασις ἐκ τοῦ περὶ [*](B=) αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτόν· παρρησίᾳ δὲ χρῆται ὡς συγγενής.

637, 8. εἵνεκα κούρης οἴης] ἵνα μὴ διὰ ἀκολασίαν ἀλλὰ διὰ γέρας [*](B=) δοκῇ λυπεῖσθαι.

κούρης οἴης. νῦν 〈δέ τοι ἑπτὰ παρίσχομεν〉] ὁ Ἀχιλλεὺς ὡς [*](B=) [*](1. εὐκαίρως B ‖ 2. καὶ ante διὰ add. B ‖ 7. ἂν ἐποίει scripsi: ἐνεποίει, ἐποίει B ‖ 25. τοῦ post πλέον omisi ‖ 26. παρίησι W: παρήσειν, ἐᾷ B ‖ φεύγειν B: φυγεῖν ‖ 28. ποινῶν ‖ 31. διὰ νεκροκτασίαν B ‖ 33. νῦν scripsi: ἢν a lemmate seiunctum ‖ Ἀ. εἰς ut B)

338
γυναῖκα ἠδικῆσθαι ἔφη, οὗτος 〈δὲ〉 κούρην αὐτήν φησι διασύρων αὐτοῦ τὴν πρόφασιν. καλῶς δὲ 〈ταῦτα〉 μετὰ 〈τὴν〉 πέψιν τοῦ θυμοῦ.

[*](B=)

639. σὺ δʼ ἵλαον] μεγαλοφυῶς θωπείας μετέχει ὁ λόγος· θεοποιεῖ γὰρ αὐτὸν διὰ τοῦ “ἵλαον.”

[*](B=)