Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

512. ἵνα βλαφθεὶς ἀποτίσῃ] 〈ἵνα) καὶ αὐτὸς ἐν ἄτῃ γεγονὼς ἐπὶ τὰς Λιτὰς καταφύγῃ.

[*](B=)

514. ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν] καὶ ἄλλοι, φησίν, εἰσὶν ἀγαθοὶ ἀδικηθέντες, αἰδούμενοι δὲ τὰς Λιτάς.

[*](B=)

515. εἰ μὲν γὰρ μὴ δῶρα φέροι] ταῦτα γὰρ τὴν ἱκετείαν δηλοῖ καὶ τὸν ἐνυποπίπτοντα Ἀγαμέμνονα. καὶ διὰ τοῦ “φέροι” αὐτὸν παρέστησεν· καὶ τὸ μὲν ὀργίζεσθαι δικαίως συγχωρεῖ, τὸ δὲ ἀτι- μάζειν τὰ διδόμενα καὶ τοὺς ἥκοντας ἀνάξιον Ἀχιλλέως φησίν.

[*](A=)

516. ἀλλʼ αἰὲν ἐπιζαφελῶς] περισπωμένως, εἰ καὶ τὸ ζάφελος [*](A+) βαρύνεται. §. τὸ δὲ “ζαφελῶς” γίνεται ἐκ τοῦ ζα ἐπιτατικοῦ καὶ τοῦ ὀφέλλω τὸ αὔξω, τὸ πάνυ ηὐξημένως.

518. χατέουσί περ ἔμπης] ὅτι καὶ δώρων ἄνευ ἐχρῆν βοηθεῖν διὰ τὴν ἀνάγκην;

[*](B=)

520, 1. ἄνδρας —ἀρίστους κρινάμενος] ὃ μὲν γὰρ συνέσει, ὃ δὲ [*](B=) ἰσχύι πρωτεύει. §. ἐκ τούτου δῆλον, ὅτι οὐκ ἔστι πρεσβευτὴς ὁ Φοῖνιξ, ἐπεὶ πῶς ἑαυτὸν ἐπαινεῖ ;

[*](B=)

521, 2. οἵ τε σοι αὐτῷ φίλτατοι] ὡς καὶ δίχα Ἀγαμέμνονος ὀφεί- [*](B=) λοντος αὐτοῖς πείθεσθαι. §. τοῦτο δὲ ἐλεγκτικῶς, ὅτιεἰπὼν “οἱγὰρφίλ- τατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ” (204) νῦν ἀπειθεῖ τοῖς φιλτάτοις.

[*](Α–B=)

522. τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς] 〈μὴ) ὀνειδίσῃς —“τὰ δʼ ἐλέγχεα πάντα λέλειπται” (Ιl. 24. 260)— ὡς τῆς αἰσχύνης τοῦ μὴ πείθειν ἀνατρεχούσης εἰς αὐτούς.

[*](ΑB–)

523. πρὶν δʼ οὔτι νεμεσσητὸν κεχολῶσθαι] τὸ πρώην μηνίειν ἀνεμέσητον εἰπὼν ἐκ τοῦ ἐναντίου τὸ νῦν νεμεσητόν φησιν, ὅτι τὸ πρὶν καὶ ἀρχὴ τῆς μάχης καὶ ὁ Ἀγαμέμνων μαινόμενος καὶ πρεσ- βεία οὐδαμοῦ οὐδὲ δῶρα, νῦν δὲ καὶ τῆς μήνιδος ὁ χρόνος παρήκμασε καὶ ὁ βασιλεὺς ἱκέτης καὶ πρεσβεία φιλτάτων ἀνδρῶν καὶ δώρων ἀριθμὸς πολὺς καὶ ἀνάγκη τοῦ ἁλῶναι.

524. οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα] ὅτι πάντως δεῖ βοηθῆσαι αὐτόν, ὅπερ ἐσκέπασε τῇ διηγήσει.

[*](B=)

526. δωρητοί τʼ ἐπέλοντο] περὶ πάντων τοῦτο, εἶτα τὸν Μελέα- γρον ἐπὶ τῇ ἰσότητι παρέλαβεν· οὐ γὰρ ἂν ἐφάνη τὸ δεινὸν τοῦ μὴ πεισθῆναι, εἴ τινα παρέλαβε τῶν πεισθέντων.

[*](1. ἀχιλλεῦ ‖ 3. supplevi ex B || 11. ζάφελος A: ζάφελες)
331

527. μέμνημαι τόδε ἔργον] ὁμοίαν μῆνιν παραγράφει. Ἀχιλλεὺς [*](B=) οὐκ ἐπαμύνει τοῖς Ἕλλησι διʼ Ἀγαμέμνονα καὶ ὁ Μελέαγρος 〈τοῖς〉 Αἰτωλοῖς διὰ τὴν μητέρα. ἀρχὴ μήνιδος Ἀχιλλεῖ χόλος Ἀπόλλωνος, καὶ τῷ Μελεάγρῳ Ἀρτέμιδος ὀργή. Ἀχιλλεῖ Βρισηίδος ὕβρις, Μελεάγρῳ δʼ Ἀταλάντης. πρὸς ἑκάτερον πρεσβεύουσι δῶρα δώσειν ὑπισχνούμενοι. τὰ λοιπὰ ὁ Φοῖνιξ εὔχεται ὅμοια μὴ γενέσθαι· ὅμως γεγόνασιν. οὐδέτερος αὐτῶν εἶξε τοῖς δεομένοις. τὸν Μελέα- γρον ἐποίησεν ἡ γυνὴ ἐξελθεῖν τοῦ πολέμου ἐπὶ θύραις ὄντος, καὶ ὁ Πάτροκλος πλησίον τῶν πολεμίων ὄντων δεηθεὶς προελθεῖν, ἔπειτα ἀποθανὼν ἔπεισε τῆς ἔχθρας παύσασθαι τὸν Ἀχιλλέα.

μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι] ὅτι ἀειμνήστους ἐπὶ κακῷ ποιεῖ [*](Β=) τοὺς ὀργιζομένους ὁ θυμός. οἰκεῖον δὲ διδασκάλῳ ἐκ τῶν παλαιῶν σωφρονίζειν τοὺς νέους· ποικίλλει δὲ τὴν δέησιν, πιστούμενος τὰς ἱστορίας διὰ τῶν παλαιῶν προσώπων.

528. ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισιν] ἐπεὶ κατὰ τοῦ Ἀχιλλέως [*](B=) ἐκφέρει τὸ παράδειγμα, φησὶν “ἐπὶ φίλων γάρ μοι ἐστὶν ὁ λόγος.ʼ

529. Κουρῆτές τʼ ἐμάχοντο] ψυχαγωγεῖ μὲν ἡ ἱστορία τὸν θυμόν, [*](B=) δύο δέ φησι, μὴ ἀτιμάζειν ἱκέτας, καὶ ὡς ἄτιμος ἡ μετὰ δέησιν αὐτό- κλητος ἐπικουρία. §. καλοῦσι δὲ ὑποδιήγησιν τὸ σχῆμα, ὅταν ἱστορικόν [*](B–) τι λάβωμεν ὅμοιον. §. διό ἐστιν ὁ λόγος, ὡς Νηλέα τινὰ Πελίαν τε. ἀντὶ [*](B–) δὲ τοῦ εἰπεῖν ‘κουρῆτες καὶ Καλυδώνιοι᾿ ἐπὶ τὸ γενικώτερον ἧκεν· διχῇ δὲ διήρηται ἡ Αἰτωλία· καὶ τῆς μὲν Καλυδωνίας ἦρχεν Οἰνεύς, τῆς δὲ Πλευρωνίας ὁ Θέστιος.

Κουρῆτες] οἱ τὴν Πλευρῶνα οἰκοῦντες ἄποικοι Εὐβοέων· οὕτω δὲ [*](A–) ἐκαλοῦντο ἢ ἀπὸ Κουρίου ὄρους ἢ Κουρέως, ἢ ἐπ〈ε〉ὶ στολὰς καὶ κόμας κορῶν εἶχον· Στράβων δὲ οὕτως (ΙΧ p. 465, 6) “ Ἀρχέμαχος ὁ Εὐβοεύς φησι τοὺς Κουρῆτας ἐν Χαλκίδι οἰκῆσαι· συνεχῶς δὲ πολεμοῦντας περὶ τοῦ Ληλάντου πεδίου, ἐπειδὴ οἱ πολέμιοι κομῶν δραττόμενοι κατέσπων αὐτούς, ὀπισθοκόμους γενέσθαι, τὰ δὲ ἔμ- προσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναι. [*](2. supplevi ex B ‖ 19. ἱστορικόν W ; ἱερόν ‖ 20. an δίχα ἐστὶν ὁ λ. ὡς “Πελίην τέκε καὶ Νηλῆα· Πελίης μέν, ὁ δέ ” (Od. 11. 254–7) ? ‖ 24. schol. praecedenti adhaeret ‖ 25. ἐκαλεῖτο ‖ suppl. sec. ut videtur || 27. συνοικῆσαι Strabonis codd. ‖ 28. πολεμοῦντας Str. : πολεμοῦντες ‖ Ληλάντου Str. : Λίλαντος ‖ 28, 29. τῆς κόμης ἐδράττοντο τῆς ἔμπροσθεν καὶ κ. Str. ‖ 29. ὄπισθεν κομῶντας Str. ‖ 30. γενέσθαι ante κληθῆναι omisi)

332
μετοικήσαντας δὲ εἰς Αἰτωλίαν—τοὺς πέραν οἰκοῦντας διὰ τὸ ἀκού- ρους φυλάσσειν τὰς κεφαλὰς Ἀκαρνᾶνας ὀνομάσαι.”

[*](A+)

* “Κουρῆτες” τὸ ἐθνικόν, κούρητες δὲ οἱ νεανίαι, ὡς Μάγνης καὶ Ἴγνης· “ἅμα δʼ ἄλλοι—κούρητες” (Il. 19. 248).

533. * καὶ γὰρ τοῖσι κακόν] ὡς καὶ ὑμῖν τὴν μῆνιν.

[*](B=)

534. *θαλύσια] ὅτι δεῖ μεμνῆσθαι θεῶν· ἅπαξ δὲ κεῖται ἡ λέξις. [*](A~B=) §. ἃ ἡμεῖς συγκομιστήριά φαμεν.

[*](B=)

537. *λάθετο] ἀπὸ μετοχῶν εἰς ῥήματα μετῆλθεν.

[*](B=)

ἢ λάθετʼ ἢ οὐκ ἐνόησε] 〈“λάθετο” 〉 ἑκὼν παρεπέμψατο, “οὐκ ἐνόησεν” δὲ οὐκ ἔλαβεν εἰς νοῦν. §. ἀξιόπιστον δὲ τὸ διστάσαι, ὡς ἔχει [*](B=) καὶ τὸ “ἢ δρυὸς ἢ πεύκης” (Il. 23. 328). ἀσύγγνωστον δὲ τὴν εἰς θεοὺς παράβασιν ὑποτίθεται, εἴθʼ ἑκὼν μὴ τιμῶν εἴτε ἀκουσίως καὶ εἰ μὴ πάντας τιμῶν.

[*](B–)

538. δῖον γένος] πρὸς Ἀχιλλέα—οὐδέποτε γὰρ ἐπὶ θεοῦ τάσσει τὴν λέξιν— ὁ δὲ Νικάνωρ ἐπὶ Ἀρτέμιδος· καὶ γὰρ λέγει, φησίν, “αἶψά κʼ ἐγὼν ἔρξαιμι, διοτρεφές, ὡς ἀγορεύεις” (Od. 13. 147) ἀγνοῶν, ὅτι “κελαινεφές” ἐστίν.

[*](AB +)

539. *ὦρσεν ἔπι χλούνην] ἐπῶρσεν χλούνην.

[*](A+B=)

χλούνην] οἳ μὲν τὸν ἐντομίαν—κνώμενοι γὰρ πρὸς τὰ φυτὰ παρατρίβονται καὶ ἀγριώτεροι γίνονται— οἳ δὲ τὸν ἐν χλόῃ διάγοντα —τὸν γὰρ οἰκοτραφῆ σίαλόν φησιν— οἳ δὲ τὸν εἰς γῆν καταβάλ- λοντα τὰ φυτά.

[*](A+)

540. ἔρδεσκεν] Ἀμμώνιος “ἔρεξεν.᾿᾿ §. “ἔθων᾿᾿ δὲ εἰθισμένος τοῖς [*](AB=) τόποις· “ἐριδμαίνωσιν ἔθοντες” (Il. 16. 260). οἰκεία δὲ 〈ἡ〉 τιμωρία τῷ περὶ καρποὺς ἡμαρτηκότι.

[*](A+B=)