Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

481. καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα] δυσωπητικὰ Ἀχιλ- [*](A B=) λέως, ὅτι μὴ πεισθεὶς ἀτιμάσει τοῦτον ὃν ὁ πατὴρ ἐτίμησεν, ἃμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς οὐδὲν οὕτω συμβάλλεται ὡς φρόνησις καὶ παιδεία, διʼ ἃς ὁ Φοῖνιξ ὑπὸ Πηλέως ἐτιμήθη.

*πατήρ] ὅτι νεώτερος Πηλέως, οὐχ ὡς οἱ τραγικοί.

[*](Α–)

481, 2. ὡς εἴτε πατὴρ ὃν παῖδα φιλήσῃ, μοῦνον] εὖ τὸ μὴ ἀρκεσθῆ- [*](B–) ναι τῇ τῶν πατέρων πρὸς τοὺς υἱοὺς φιλοστοργίᾳ, καίτοι ὑπερβολὴν μὴ δεχομένῃ, ἀλλʼ ἐπενέγκαι τὸ “μοῦνον·” μᾶλλον γὰρ οἱ μονογε- [*](5. supplevi ex A ‖ 6. εἶναι ante μεταθεῖναι omisi ‖ 7. κεχαλᾶσθαι ‖ 17, 18. supplevi ex B ‖ 27. ἐφίλησεν ‖ 32. φιλήσει)

328
νεῖς φιλοῦνται μὴ μεριζομένης εἰς πολλοὺς τῆς φιλοστοργίας. καὶ οὐδὲ τούτῳ ἀρκεσθεὶς προσέθηκε τὸ “τηλύγετον·” οὗτος δέ ἐστιν ὁ τῆς γονῆς τέλος ἔχων, μεθʼ ὃν ἕτερος οὐ γίνεται· ἐπὶ τούτοις γὰρ τὴν τῶν γονέων συμπάθειαν 〈ἔστιν) ἰδεῖν, ἅπασαν τὴν ἐλπίδα ἐν τῇ τούτων σωτηρίᾳ τιθεμένων. καὶ ἔτι πλέον αὔξων ἐπιφέρει τὸ ἐπὶ πολλοῖς κτήμασιν· ὧν γὰρ συνήγαγεν εἰδὼς αὐτὸν 〈ὄντα)〉 φύ- λακα ἀγωνιᾷ.

[*](B=)

485. καί σε τοσοῦτον ἔθηκα] δυσωπητικὸν τὸ τῆς δείξεως· καὶ Σοφοκλῆς “κἀξεθρεψάμην τοσόνδʼ ἐς ἥβης᾿᾿ (El. 13).

θεοῖς ἐπιείκελε] διὰ βραχέος τὸν ὑπεραίροντα εὐφυοῦς σώματος καὶ ψυχῆς ἀρετῇ ἐσήμανεν.

[*](B+)

486. ἐπεὶ οὐκ ἐθέλεσκ〈ες) ἅμʼ ἄλλῳ] οὐκ οἶδε παρὰ Χείρωνι τραφέντα αὐτόν. δεινὸν οὖν τὸν ἐν τῇ πρώτῃ ἡλικίᾳ τοσοῦτον στέρ- ξαντα ἀπειθεῖν τελειωθέντα.

[*](A+)

488. * “ γούνεσσι” διὰ τοῦ ε.

[*](Α+ B–)

489. ὄψου ἄσαιμι] ὄψον πᾶν τὸ 〈προσ〉εσθιόμενον· ὅμοια δὲ καὶ ταῦτα Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ” (Ιl. 22. 500).

[*](B=)

ὄψου ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών] ἐπὶ τὰ εὐτελέστερα καταβὰς ἔδειξε τὴν ἰσχὺν τοῦ λόγου διὰ τοῦ “προταμών᾿᾿ —πρῶτον γὰρ τέμνοντες παρέχουσι—καὶ 〈τοῦ) “ἐπισχών,᾿᾿ ὡς “ λαθικηδέα μαζὸν ἐπέσχον” (Ιl. 22. 83). οὐκ ἂν δὲ διὰ κοινοῦ ὀνόματος ἑτέρως αὐτὸ φράσειας.

[*](B=)

491, 2. οἴνου ἀποβλύζων—ὡς ἐπὶ σοὶ〈μάλα)πόλλʼ ἔπαθον] ὠνομα- τοποίηται ἀφράστως. καλῶς δὲ προδανεισθείσας ἀπαιτεῖ χάριτας, εἶτα ἐπάγει “ ἵνα μοί ποτʼ ἀεικέα 〈λοιγὸν ἀμύνῃς〉,” ἰδιούμενος τὴν σωτηρίαν τῶν Ἑλλήνων.

[*](A B=)

494. ἀλλὰ σὲ παῖδα] “ἀλλὰ σέ ” ὀρθοτονεῖται διὰ τὴν δεῖξιν.

[*](Β=)

496. δάμασον θυμὸν μέγαν] ἅπερ Ὀδυσσεὺς εἰπεῖν ἐφυλάξατο— πικρὸν γὰρ 〈ἂν〉 ἦν—ἐπὶ δὲ τὸν Πηλέα ἀνήνεγκε, ταῦτα Φοίνικι δί- δωσιν ἡ τῆς ἀνατροφῆς παρρησία. §. ἐμφαντικῶς δὲ τὸ ἀδάμαστον [*](A=) ἐνέφηνε τοῦ θυμοῦ· καὶ ὁ Ἀγαμέμνων φησὶ “δμηθήτω” (158).

[*](B=)

497. στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί] ἀποφθεγματικόν, ὅταν βιω- φελές τι διʼ ὀλίγης ἐκφέρηται λέξεως· ἐπίφθονος δὲ ὁ λόγος· ὡς [*](2. οὖτος B: αὐτὸς ‖ 4. supplevi ex B ‖ 7. ἀγωνία || 10. εὐφυέος ‖ ὀνόματος: corr. Bekker ‖ 16. supplevi ex A ‖ 23, 24. ὠνοματοπεποίηται B, ὀνομα- τοπεποίηται ‖ 29. ἀνήγαγε B)

329
θεοῦ γὰρ ἧκον δεησόμενοι. καὶ λεληθότως διδάσκει, ὅτι μὴ πειθόμε- νος Λιταῖς, αἷς καὶ θεοὶ πείθονται, ἀσεβεῖ καὶ εἰς θεοὺς καὶ εἰς τὴν ἑαυτοῦ μητέρα.

498. * τῶν περ καὶ μείζων ἀρετή] καὶ ἀναντί〈ρ〉ρητον τὸ τῆς [*](B=) ἐπιχειρήσεως.

499. *καὶ μὲν τοὺς θυέεσσι] ἕτοιμον αὐτὸν ποιεῖ πρὸς τὴν τῶν δώρων λῆψιν διὰ τούτων.

499, 500. καὶ εὐχωλῇσ᾿ ἀγανῇσι—παρατρωπῶσʼ ἄνθρωποι] λαθεῖν [*](B=) μὲν γὰρ ἀδύνατον τοὺς πάντα ἐφορῶντας, ἀλλʼ οὐδὲ βιάσασθαι τοὺς ἰσχυροτέρους. μία τοίνυν ὁδὸς ἐκφυγῆς ἡ ἱκετεία.

502. καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι] πρὸς ἐντροπὴν Διὸς [*](A– Β=) κούρας αὐτάς φησιν, ἢ διὰ τὸ “Ζεὺς ἐπιτιμήτωρ ἱκετάων” (Od. 9. 270), ἢ παρόσον ὁ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε λέγεται. μυθικῶς δὲ 〈ὑποβάλλει) τὸ ‘ὅρα, μή σοι διὰ τὴν ὑπεροψίαν ἔσται δεινόν.ʼ

503. χωλαί τε ῥυσαί τε] ὅσα κρατεῖ τῆς ἡμετέρας δυνάμεως, [*](A + Β=) θεῖα ὠνόμαζον. χωλαί ” δὲ διὰ τὸ μόγις εἰς δεήσεις ἔρχεσθαι· “ῥυσαί ” δὲ διὰ τὸ σκυθρωπάζειν· “παραβλῶπες᾿᾿ δέ, ὅτι παριδόντες τι τῶν ἀναγκαίων παρακαλοῦμεν ὕστερον.

χωλαί τε ῥυσαί τε] ἀπὸ τῶν συμβαινόντων περὶ τοὺς ἱκετεύοντας [*](B=) παθημάτων τὰς Λιτὰς διετύπωσεν.

504. αἵ ῥα τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι] ἁμαρ- [*](Β=) τόντες γὰρ καὶ βλαβέντες ὕστερον παρακαλοῦμεν· φροντίζομεν οὖν τῶν ὑπὸ τῆς Ἄτης πεπραγμένων· ἕπονται οὖν αὐτῇ αἱ Λιταί.

505. ἡ δʼ Ἄτη σθεναρή τε καὶ ἀρτίπος] εἰκότως διὰ τὸ ἐξ ὑπεροχῆς [*](B=) τῆς ἰσχύος τὰς βλάβας γίνεσθαι. οὐκ ἔστι δὲ ἐναντίον τῷ ἑτέρωθι ( Ιl. 19. 92) λεγομένῳ, ὅτι τῆς Ἄτης ἁπαλὼ τὼ πόδε· ἐκεῖ γὰρ ὡς λελη- θότως αὐτῆς ἐπιούσης τοῖς ἀνθρώποις ἀκούσιον θέλει δεῖξαιτὸ πταῖσμα.

507. * αἳ δʼ ἐξακέονται ὀπίσσω] ἅ ἐκείνη βλάπτει.

508. * κούρας Διός] πάλιν πρὸς ἐντροπὴν “Διὸς κούρας” φησίν.

509. τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐξαμένοιο] πρὸς αὐτοῦ [*](B=) οὖν ἐστιν, ὅπως ἐν ἀσφαλείᾳ διάγοι ἐπικούρους ἔχων· εἰκὸς γὰρ καὶ αὐτὸν ἁμαρτήσειν καὶ εὐμενεῖς τοὺς ἱκετευομένους ἕξειν. φυσιο- λογεῖ οὖν μὴ θέλων εἰπεῖν ἐξ ὀνόματος, ὡς καὶ αὐτὸς βλαβήσεται [*](14. supplevi ex B ‖ τὸ scripsi: ὅτι ut B ‖ ὅρα μἠ σοι B: ὁρμίσοι ‖ 21, 22. ἀμορτάνοντες ut B ‖ 24. ἀρτίπος B: ἀρτίπους ‖ 25. τῆς B: καὶ ‖ 30. πρὸς W: ὑπἐρ ‖ 31. διάγοἴ ‖ 32. ἁμαρτῆσαι ut B)

330
μὴ πεισθείς· ἐπάγει οὖν “ἀλλʼ Ἀχιλεῦ. πόρε καὶ σύ ᾿᾿ (513). §. τὸ δὲ “εὐξαμένοιο” ἀντὶ τοῦ εὐχομένοιο.

[*](B=)