Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

6. * φάλαγγα] ἀπὸ τῶν φάλων.

7. *ὃς ἄριστος] ἄριστον ἢ ἀνδρεῖον, ἢ διὰ τὸ εἰκάσθαι αὐτῷ Ἄρεα ἐν τῇ συμβολῇ (Il. 5. 462).

[*](B=)

9. *κόρυθος φάλον] τὸ λαμπρὸν τῆς περικεφαλαίας 〈τὸ〉 κατὰ τὸ μέτωπον.

[*](3. βιτίειαν || 7. ψεύδους B: ψευδῆ || 8. τὸ κύριον B: κυρίως || 10. φρυγίαν B: φρυγίας || 11. πρὸς Λυδίαν B: Λυδίας || 17. σκαμάνδροιο || 18. ἐπέκρινεν || Χαῖρις coni. La Roche || σκαμάνδροιο || 20. ἰσοπαλοῦς Bekker: ἰσοτελοῦς || 27. τοῖς θλιβομένοις scripsi: τοὺς νικωμένους ut A, τοὺς θλιβομένους B)
203

10. * μετώπῳ] τινὲς δυικῶς· “οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι [*](B=) μέτωπα” (Il. 16. 70).

12. *Ἄξυλον] οἰκεῖον φιλοξένῳ τὸ ὄνομα· Ἄξυλος γὰρ παρὰ τὸ [*](B+) ἄγειν, ὡς καὶ Καλήσιος (18). τινὲς δὲ τὸν ξύλα δαπανῶντα.

13. *Τευθρανίδην, ὅς] ἢ λείπει τὸ τ, ἢ Τευθράνου παῖδα.

*Ἄρίσβῃ] Τροίας· ἔστι δὲ καὶ Λέσβου.

14. * ἀφνειὸς βιότοιο] ὡς καὶ “προτέρων ἐτέων” (Il. 11. 691).

15. * πάντας] πάντας τοὺς παρατυγχάνοντας.

[*](B=)

*ὁδῷ ἔπι] ἀντὶ τῆς παρά, ὡς καὶ “ἐπὶ τῷ λιμένι οἰκῶν.”

[*](B=)

16. ἀλλά οἱ οὔτις τῶν γε] δοκεῖ ἡ προσθήκη κάλλιστον τοῦτο καὶ [*](B=) βιωφελὲς ὑπάρχον ἐξευτελίζειν ὡς οὐκ ὃν καλόν· καίτοι ἐχρῆν μᾶλ- λον καὶ βοηθόν τινα ἐκ θεῶν τούτῳ ἀναπλάσαι, ἵνʼ ἡμεῖς προτρεπώ- μεθα ἐπὶ τὸ φιλόξενον. ἢ οὖν ἀπλῶς ἀναπεφώνηται, ὡς τὸ “οὐδὲ ἑκηβολίαι” (Il. 5. 54), ἢ ἀποδοκιμάζει τὴν ἄκριτον φιλοξενίαν καὶ τὸ μὴ ἐπικρίνειν ποῖός τις ἐστὶν μέλλει δεξιὰν συνάπτειν. ἐναρέτων γὰρ ἴδιον οὐχὶ τὸ πάντας φιλεῖν, ἀλλά τινας· διὸ οὐδένα φίλον ἔσχεν. εἶτα καὶ ἐπίορκος μετὰ τῶν ἄλλων ὑπόκειται· τὰ δὲ καλὰ καθαρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει.

17. ὑπαντιάσας] ἢ ὑπερασπίσας, ἢ ἐναντιωθεὶς Διομήδει, ἢ ἀντὶ [*](B=) τοῦ πρὸ τούτου, ἵνʼ ᾖ ὑπερβατόν, “ἀλλὰ πρόσθεν ὑπαντιάσας— ἄμφω θυμὸν ἀπηύρα.’

*ἄμφω—ἀπηύρα] ἀμφοτέρους ἀφείλετο.

[*](AB+)

19. ἔσκεν ὑφηνίοχος] πλεονάζει ἡ ὑπό, ὡς τὸ “ὁποδμώς” (Od. [*](AB-) 4. 386) καὶ “ἐπαινὴ Περσεφόνεια” (Il. 9. 457). ἢ ὅτι καὶ ὁ παραι- βάτης ἡνίοχος· “θρασὺν ἡνίοχον φορέοντες Ἕκτορα” (Il. 8. 89).

* γαῖαν ἐδύτην] ἐνεδύσαντο τὴν γῆν ταφέντες.

[*](B=)

21. βῆ δὲ μετʼ Αἴσηπον] Αἴσηπος ἐκ τοῦ ποταμοῦ, Πήδασος [*](B+) 〈δὲ〉 παρὰ τὸ πηδῶν. οἱ δὲ ἄλλοι ἱστορικοὶ τὸν Πήδασον Τήρεχον καλοῦσιν.

22. νηίς] παρὰ τὰ νήματα, ἢ παρὰ τὰ νήια ξύλα, ὅ ἐστιν ἁμαδρυάς.

[*](B+)

*Ἄβαρβαρέη] τὸ πολὺ ἀβέρβηλον.

[*](B+)

23. ἀγαυοῦ Λαομέδοντος] “ἀγαυοῦ” τῷ γένει ἢ τῷ κάλλει· οὐ [*](B=) [*](9. τῷ om. B, an τὸ “ἐπὶ λίμνῃ οἰκῶ” (Il. 20. 390)?cf. || 11. οὐκ ὂν B: οὐ κακὸν || 13. ἢ οὐχ ἁ. comi. W || 15. ἀρετῶν || 20. τὸ post ᾖ omisi ut B || 24. περσεφόνη || 25. φέροντες || 28. πηδᾶν B: πηδύειν || οἱ δὲ περὶ Ἀρίστορχον Πήρεχον B || 31. ἀβέρβηλον Dimdorf ex Hesychio: ἀβέρβελ- λον B, ἀβερβερέ)

204
γὰρ δὴ τοῦ Λαομέδοντος τὸν τρόπον ἐπαινεῖ, ὃς τοὺς περὶ Ἀπόλλωνα 〈καὶ Ποσειδῶνα〉 ἠδίκησε, καὶ αὖθις τὸν Ἡρακλέα.

[*](A~B=)

24. σκότιον] τὸν ἐξ ἀδᾳδουχήτων γάμων, τὸν νόθον. §. “σκό- [*](A-B=) τίον” δὲ ὡς λόγιον· τὸ γὰρ κύριον παροξύνεται παρὰ Πινδάρῳ (fr. 282).

[*](A+B=)

25. * ἐκʼ ὄεσσι] Ἀττικῶς ἀπὸ τῶν ὄντων τὸν τόπον 〈δηλοῖ〉· “δήεις τόν γε σύεσσι παρήμενον” (Od. 13. 407).

[*](B=)

27. * καὶ μὲν τῶν] οὗ μὲν τὰ γένη προλέγει τῶν θανάτων, οὗ δὲ ἐπιλέγει.

ἐξενάριξεν ἔγχει χαλκείῳ] τὸ “ἔγχει” δύναται καὶ τοῖς ἄνω τοῦ “ἐξενάριξεν” 〈συνάπτεσθαι. §. “ἐξενάριξεν”〉 συνεκδοχικῶς ἀντὶ [*](A-) τοῦ ἐφόνευσεν· σῴζει μὲν οὖν καὶ πρὸς τὰ ἑξῆς.

[*](A=)

31. * Ἀρετάονα] διχῶς καὶ “ἄρʼ Ἐτάονα.”

32. Ἄβληρον] βλῶ βιήσω βληρός καὶ ἄβληρος.

[*](A+B=)

35. Πήδασον αἰπεινήν] ταύτην τὴν Πήδασον πρότερον μὲν Μονη- νίαν φασὶ καλεῖσθαι· Ἀχιλλέως δὲ ἐπὶ πολὺ πολιορκοῦντος, εἶτα μέλλοντος ἀναχωρεῖν, Πεισιδίκη παρθένος τις ἐρασθεῖσα αὐτοῦ ἐν μήλῳ ἔγραψεν· “μὴ σπεῦδ᾿, Ἀχιλλεῦ, πρὶν Μονηνίαν ἕλης· ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσιν κακῶς.” δὲ περιμείνας ὑπέταξε τὴν πόλιν.

Πήδασον] τὴν πρὸς Καρίᾳ καὶ Ἀλικαρνα〈σ〉σῷ, ἣν ἀπὸ Πηγάσου καλοῦσιν· ὑπέσχοντο γὰρ δώσειν αὐτῷ χώραν, ἣν ὁ ἵππος νυχθημέρῳ περιτροχάσει· διὸ καὶ χάραγμα ἵππου ἔχουσιν. ἔστι δὲ καὶ ἄλλη Τρῳάς, ἣν ἅμα Λυρνησ〈σ〉ῷ καταλέγει.

[*](B=)