Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

883. Κύπριδα μέν] ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγοριῶν ἀλλʼ ἐξ ἑτέρων ὡμολογημένων.

[*](B-)

884. ἐπέσσυτο δαίμονι ἶσος] ἐπιφθόνως καὶ κινητικῶς τοῦτό φησιν· ἢ ἀλαζονικῶς, ἵνα μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος τετρῶσθαι, ὡς καὶ ἑξῆς “ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες” (835).

[*](B=)

885. ἤ τε κε δηρόν] καὶ πῶς ἂν ὁ Ἄρης ἔπασχε δεινὰ ἐν τοῖς νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει διαστέλλων “ἤ κεν ζὼς ἀμενηνὸς ἔα” (887); εἰ δὲ καὶ τεθνηκώς, πῶς θεὸς ἀποθανεῖν ἠδύνατο ὡς καὶ ἀποθανὼν ἔπασχε δεινά; λύσις γὰρ τῶν δεινῶν ὁ θάνατος. ῥητέον οὖν ὅτι ὁ δεύτερος “ἤ” ἀντὶ τοῦ εἴ συναπτικοῦ κεῖται, ὡς τὸ “ὄφρα καὶ Ἕκτωρ εἴσεται, ἢ καὶ ἐμὸν δόρυ μαίνεται” (Il. 16. 243)· καὶ ὁ λόγος γίνεται, δεινὰ ἂν ἔπασχον ἐν τοῖς νεκροῖς κείμενος, εἰ ζῶν ἀσθενῆς διὰ τὸ τραῦμα ἦν.

886. *αὐτοῦ πήματʼ ἔπασχον] αὐτέθι δεινὰ ἂν ἔπασχον.

[*](A+B=)

887. ζώς] ἡ γενικὴ ζωοῦ· ἀπὸ γὰρ τοῦ ζωός ἐστι συναίρεσις.

[*](A+)

*ὀξυντέον τὸ “ζως.”

*ἀμενηνός] ἀσθενής.

[*](B-)

890. ἔχθιστος δέ μοι ἐσσὶ—αἰεὶ γάρ τοι ἔρις 〈τε〉 φίλη] ἀπαλ- λάσσει ἡμᾶς τῶν τοιούτων ὁ ποιητής, καὶ πατρὶ ὄντι μεμισῆσθαι διὰ ταῦτα λέγων τῷ Διὶ τὸν Ἄρεα. ἄχθεται δὲ αὐτῷ οὐχ ὅτι ἔριδι χαίρει—ἐπεὶ αὐτὸς γελᾷ, “ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας” (Il. 21. 390) —ἀλλʼ ὅτι ἀεὶ καὶ πάνυ. καὶ οἰνόφλυξ λέγεται ὁ οἴνῳ χαίρων καὶ σφόδρα καὶ ἀεί. τινὲς δέ, ἐπεὶ ὑποκατιὼν ὁ Ἄρης ἐπισκοτεῖ τῷ ἀστέρι τοῦ Διός.

[*](B=)

892. μητρός τοι μένος —ἀάσχετον] τῆς Ἥρας μέγας ὁ θυμὸς κατὰ σοῦ. ἢ ἀνίκητός σου ἐστὶν ἡ μήτηρ, πρὸς ἣν ἀντιτάσσῃ.

[*](B=)

895. *ἦθος πατέρων ἔδειξεν.

[*](1. ὑπακούοι || 12. μοι ὑ. || 13. ἥ τε || 22. ἐ. ἡ σ. ut B: corr. W || 26. πάτριόν τι || 30. σφ. καλεῖ: corr. W)
201

898. ἐνέρτερος οὐρανιώνων] τῶν Τιτάνων· εἰ μὴ ὅτι ὡς πατὴρ σὸς [*](B+) ἐπέχω αὐτὴν τῆς κατὰ σοῦ ὁρμῆς.

*〈ἐ〉νέρτερος] οὓτως Ἀρίσταρχος, ὁ δὲ Ζηνόδοτος “ἐνέρτατος.”

[*](A+)

900. *φάρμακʼ ἔπασσεν] Ἰακῶς “φάρμακα πάσσεν.”

902. ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενον συνέπηξεν] οὕτω [*](B=) καὶ τὸ φάρμακον ἔπηξε τὸ αἷμα καὶ ἐσάρκωσε τὴν πληγήν. ταχέως δὲ παρῆλθε τὸν τῆς ἰάσεως τρόπον· ὃ μὲν γάρ ἐστι θεὸς καὶ τὴν τέχνην ἔχων, ὃ δὲ θεὸς καὶ τὴν ἴασιν φθάνων. §. “λευκόν” δὲ γάλα τὸ μὴ ποιοῦν σκιάν. §. τὸ δὲ “κυκόωντι” ἀντὶ ‘ὑπὸ κυκόωντος.’

[*](B=)

905. τὸν Ἥβη λοῦσεν] ὡς ὑπηρέτις οὖσα παρθένος· καὶ Ὀδυσ- σέα γὰρ ἡ ἀμφίπολος λούει· “τόφρα δὲ Τηλέμαχον λοῦσεν—Πολυ- κάστη” (Od. 3. 464) ἀντὶ τοῦ λουτροῦ ἐπεμελήθη· “ἄλλʼ ὅτε δή μιν ἐγὼν ἐλόευν” (Od. 4. 252)· “καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματ’ ἔδωκεν” (Od. 7. 296).

906. καθέζετο κύδεϊ γαίων] ὡς ἀλλοπρόσαλλος ἤδη ἐπιλέλησται [*](B=) ὧν πέπονθεν. §. Ἀρίσταρχος δὲ ἀθετεῖ.

907. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς —νέοντο] καλῶς οὐ πάρεισιν [*](B=) ὅτε ἐνετύγχανεν Ἄρης, ἵνα μήτε ἀδολεσχοῖεν μήτε κατὰ δειλίαν δοκοῖεν σιωπᾶν. οὐ διὰ τῶν ἵππων δὲ ὑποστρέφουσιν· προετερα- τολόγησε γὰρ αὐτοὺς ὁ ποιητής.

909. παύσασθαι βροτολοιγόν] “παύσασθαι” συλληπτικῶς.

1. Τρώων δʼ οἰώθη] τινὲς ὡμοιώθη, ἰσώθη· ἢ ἀντὶ τοῦ ἐμονώθ[η] [*](B-) τῆς τῶν θεῶν συμμαχίας.

φύλοπις αἰνή] ἡ μετὰ βοῆς συνάπτουσα τὰ φῦλα.

[*](B+)

2. πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα] ἢ ἐν τῷ διώκειν καὶ φεύγειν, ἢ [*](A~B=) ἐπὶ τὰ δεξιὰ καὶ ἀριστερά. ἐξηγεῖται δὲ τὸ “πολυάικος πολέμοιο” (Il. 1. 165).

*ἴθυσε] ἰθὺς ὥρμησε.

3. * ἀλλήλων] λείπει ἡ κατά, ἳν᾿ ᾖ κατʼ ἀλλήλων.

4. ἰδὲ Ξάνθοιο ῥοάων] διὰ τὸ τραχὺ τοῦ Σκαμάνδρου εὗρεν ὄνομα [*](B=) τῷ μέτρῳ ἐμπῖπτον, ἵνα μὴ δόξῃ ἄτιμος εἶναι· καὶ ἐφʼ ὧν τὸ [*](2. ὁρμῆς B: ὀργῆς || 4. πάσσεν || 10. ὑπηρέτης || 11. τῶι δὲ ἐπὶ πολυκάστη λοῦσεν || 12. ἄλλοτε || 13. λοῦσεν π. || 16. Ζηνόδοτος δ. ἀ. B || 22. addidi: ζῆτα ὁμήρου ῥαψῳδία textui inscriptum || 32. ἄτιμον B, αἴτημα || ἐφʼ ὧν τὸ μέτρον οὐ κωλύεται B: ἐφʼ ὃ οὐκ ἐπὶ μέτρου ἀπαιτεῖται)

202
μέτρον οὐ κωλύεται, διττὰ ὀνόματα τάττει· “χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν” (Il.14. 291)· “ὃν Βριάρεων καλέουσι θεοί, ἄιδρες δέ τε πάντες Αἰγαίωνα” (Il. 1. 403)· “ἄνδρες Βατίειαν κικλή- σκουσιν, ἀθάνατοι δέ 〈τε〉 σῆμα (Il.2. 813)· διὰ ταύτην τὴν αἰτίαν καὶ τῷ Ἕκτορος υἱῷ Σκαμανδρίῳ ἕτερον ὄνομα ἔθετο 〈τὸ〉 Ἀστυάναξ. εἰ δέ τις ἐπιζητεῖ, πῶς ἐν τοῖς ἑξῆς οὐ μόνον Ξάνθον ἀλλὰ καὶ Σκά- μανδρον τὸν ποταμὸν καλεῖ, ἴστω ὅτι ψεύδους 〈ἂν〉 παρεῖχεν ὑποψίαν τὸ μὴ παραλαβεῖν ποτε τὸ κύριον ὄνομα. §. Ξάνθος δὲ ὠνόμασται διὰ τὸ ξανθίζειν τὰς τρίχας. §. ἡ Τροία τὰ μὲν θαλάσσια πρὸς Ἑλλήσπον- [*](AB=) τον ἔχει, τὰ δὲ βόρειαπρὸς Ζέλειαν, τὰ δὲ ὑποκείμενα 〈πρὸς〉 Φρυγίαν, τὰ δὲ πρὸς μεσημβρίαν πρὸς Λυδίαν· ὡς φιλέλλην δὲ ἀπάγει τοὺς θεούς, καὶ ἐξέτασιν ἀμφοτέρων ποιεῖ. ἐμονώθη δὲ ἡ μάχη τῆς τῶν θεῶν συμμαχίας· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὄλυμπον ἀπίασιν, Ἀπόλλων δὲ εἰς Πέργαμον· ὁ δὲ Ἄρης καὶ Ἀφροδίτη τέτρωνται ὑπὸ Διομήδους.

[*](A+B=)

μεσσηγὺς Σιμόεντος] πρότερον ἐγέγραπτο μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ στομαλίμνης·” ὕστερον δὲ Ἀρίσταρχος ταύτην εὑρὼν ἐνέκρινεν. Χάρης δὲ γράφει “μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Σιμόεντος.”

5. Αἴας—πρῶτος] πρώην ἰσοπαλοῦς οὔσης τῆς μάχης, ἢ μετὰ τὴν ἀναχώρησιν τῶν θεῶν πρῶτος ἔτρωσεν.

[*](AB=)

ἕρκος Ἀχαιῶν, Τρώων ῥῆξε φάλαγγα] τρισὶ μεταφοραῖς κέχρηται ἐπιφαίνων τὴν ὁμοιότητα. ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ· καὶ πάλιν ὃ δύναται ῥῆξις ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ὁ τὴν φάλαγγα ῥήξας· καὶ πάλιν ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομέ- νους, οὕτω τοῖς θλιβομένοις ὑπὸ τῆς Ἄρεος ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια.