Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

142. δάκρυ χέουσα] διαίρεσις, οὐ σύνθεσις· ἐθρήνει δὲ δεδοικυῖα [*](B=) ὑπὲρ Μενελάου, ἢ μνήμῃ χαρᾶς.

143. οὐκ οἴη] στικτέον εἰς τὸ “οἴη,” καὶ τὸ ἑξῆς ἀσύνδετον.

[*](A + B=)[*](2. φάρεα ὑφαίνουσα ‖ 28. προτέρου ‖ ὁ ποιητὴς B: ὅπως)
106
[*](AB+)

144. Αἴθρη, Πιτθῆος] εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ εὔ, στικτέον ἐν τῷ Αἴθρη καὶ τὸ ἑξῆς συναπτέον. Ἀντίμαχος δὲ τὴν Κλυμένην Ἱππάλκ〈μ〉ου θυγατέρα εἶναί φησιν.

[*](A+)

Πιτθῆος θυγάτηρ] καὶ πῶς τοσούτων ἐτῶν οὖσα ἀμφιπολεῖν δύ- ναται; ἀλλὰ καὶ ἐπὶ τῆς γραὸς κεῖται “γρηὶ σὺν ἀμφιπόλῳ” (Od. 1. 191)· πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἡλικία ἐᾷ· τοὺς περὶ Θησέα γὰρ προτέρους ἄνδρας ὁ Ὀδυσσεύς φησιν (Od. 11. 630)· πῶς τε ἡ ἐν Τροιζῆνι ἐκεῖ ἦν; πῶς τε Μενέλαος τὴν θείαν δουλεύειν ἠνείχετο; Πελοπὶς γὰρ ἦν· κουρι〈δί〉ην τε ἄλοχον Μενέ- λαος αὐτήν φησιν (Il. 13. 626).

πῶς ἐν ταῖς πρώην πρὸ τείχους γενομέναις 〈συμ〉βολαῖς οὐ παρε- κάλει Πρίαμος παῤ Ἑλένης τοὺς ἀρίστους μαθεῖν; ὡς ἐνόπλων αὐτῶν προσβαλόντων τῷ τείχει δυσχερὲς ἦν ἐπισημήνασθαι τῶν ὅπλων πολ- λάκις δυναμένων ἀπατᾶν, ὡς καὶ ἐπὶ Πατρόκλου “καί τοι τεύχεα καλὰ δότω—αἴ κε σε τῷ ἴσκοντες” (Il. 11. 798).

[*](A +)

145. ὅθι Σκαιαὶ πύλαι] καὶ Δαρδανίας ἐνίοτε αὐτάς φησιν, ἢ τὰς ἀριστεράς, ἢ ὅτι κατὰ ταύτας εἰσῆλθεν ὁ δούρειος ἵππος καὶ ἐπορθήθη ἡ πύλη.

146. οἳ δʼ ἀμφὶ Πρίαμον] ὡς ἡμεῖς οἱ περὶ τόνδε καὶ τόνδε ἀντὶ τοῦ ὅδε καὶ ὅδε.

147. Ἱκετάονά 〈τ᾿〉 ὄζον Ἄρηος] ὡς καὶ ὁ Πρίαμος εὐμελίης οὐ νῦν, ἀλλʼ ἐπὶ νεότητι.

[*](B-)

148. Οὐκαλέγων τε] μεταβὰς ἐπὶ ἕτερον γένος καὶ τὴν πτῶσιν ἤλλαξεν· Αἰσυήτου γὰρ οὗτοι· Ἀττικὸν δὲ τὸ ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μεταβαίνειν.

[*](B=)

149. εἵατο δημογέροντες] οἱ γέρας ἐν τῷ δήμῳ ἔχοντες. ἀπὸ δὲ τῶν ἐνδόξων τοὺς πάντας δηλοῖ.

[*](AB=)

150. γήραϊ δὴ πολέμοιο] ἐντελῶς “γήραϊ·” γράφεται δὲ καὶ “γήρεϊ” ὡς οὔδεϊ.

[*](B=)

γήραϊ δὴ πολέμοιο πεπαυμένοι] δύο οἶδεν ἀνδρῶν ἀρετάς· “βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων” (Il. 2. 273).

[*](AB=)

151. τεττίγεσ〈σ〉ιν ἐοικότες] ὅτι οἱ ἄρσενες τῶν τεττίγων ᾄδουσιν.

[*](AB =)

152. δενδρέῳ ἐφεζόμενοι] ἄναιμον γὰρ καὶ ψυχρὸν τὸ ζῷον, ἐπί τε τείχους κάθηνται.

[*](3. suppl. W ‖ 8. ἡ W: εἰ ‖ 10. αὐτόν ‖ 11. suppl. L ‖ 12. supra scr. rec. λύσις ‖ 28. ἐ. τῷ γ. ‖ 33. καὶ ante τὸ omisi)
107

ὄπα λειριόεσσαν] ἀνθηράν, παρὰ τὰ λείρια, ἀπὸ τῶν ὁρωμένων ἐπί [*](B=) τὰ ἀκουόμενα. οὃ δὲ τὴν ἐκ δρόσου ἀνθοῦσαν ὡς βοτάνην.

155. ἦκα πρὸς ἀλλήλους] ἡρέμα, ἡσύχως· αἰσχύνην γὰρ αὐτοῖς [*](B=) ὁ λόγος ἔφερε, παῤ ὥραν κάλλος γυναικὸς θαυμάζουσιν. καὶ ἄλλως φιλαλήθης ἡ μὴ κατὰ πρόσωπον μαρτυρία.

156. οὐ νέμεσις] τρίγωνον ἐπίγραμμα πρῶτος Ὅμηρος γέγραφε [*](A=) 〈τὸ〉 “οὐ νέμεσις Τρῶαςτ·” ἀφʼ οἵου γὰρ τῶν τριῶν στίχων ἀρξόμεθα, ἀδιάφορον.

οὐ νέμεσις] οὐ νεμεσητόν, ὡς τὸ “οὐχ ὁσίη” (Od. 22. 412) ἀντὶ [*](B=) τοῦ οὐχ ὅσιον.

158. αἰνῶς ἀθανάτῃσι] ὡς τὸ “αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα” [*](AB=) (Od. 1. 208)· οὐκ ὀρθῶς οὖν τινες τὸ“αἰνῶς”τῷ“πάσχειν” συνάπτουσιν.

ἀθανάτῃσι θεῇσι] διʼ ὑπερβολὴν ἄμφω κεῖται.

160. μηδʼ ἡμῖν τεκέεσ〈σ〉ί τε] ὀρθοτονητέον τὸ “ἡμῖν·” μόλις δὲ [*](A+B=) ἀνακαλοῦνται τὸν λογισμόν.

161. * φωνῇ] οὐ δι᾿ ἀγγέλου.

162. φίλον τέκος] “φίλον,” ἵνα μὴ ὑπονοοῦντας αὐτοὺς ἀποστρέ- [*](B=) φηται.

163. πηούς] πηοί λέγονται οἱ ἐπίκτητοι συγγενεῖς παρὰ τὸ [*](B-) πάσασθαι.

164. οὔτι μοι αἰτίη ἐσσί] πατρικὴν σῴζων διάθεσιν οὔ φησι, παῖς [*](B=) νύ μοι αἴτιός ἐστιν.

165. οἵ μοι ἐφώρμησαν] ἐμφαντικῶς ἀπὸ τῶν θηρευτικῶν κυνῶν [*](B +) φησι τὸ “ἐφώρμησαν.”