Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
114. τεύχεα τʼ ἐξεδύοντο] τὰς ἀσπίδας· αὗται γὰρ τελαμῶνας εἶχον, οὐκ ὄχανα.
κατέθεντʼ ἐπὶ γαίῃ] πλησίον ἀλλήλων, μὴ γένοιτό τις αὐτῶν χρεία.
115. ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα] ἡ διακεχωρισμένη γῆ μεταξὺ Τρώων καὶ Ἑλλήνων.
[*](A+)117. καρπαλίμως ἄρνας τε φέρειν] τὸ “καρπαλίμως” τούτῳ τῷ στίχῳ συναπτέον, οὐ τοῖς ὀπίσσω.
[*](B+)121. λευκωλένῳ ἄγγελος ἦλθε] δηλονότι παρὰ τοῦ Διός· οὐ γὰρ αὐτάγγελος. θῆλυ δὲ θήλει πείθεται, ἐρωτική τε θεὸς ἡ Ἶρις. τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου τὸν Ἔρωτα λέγουσιν εἶναι υἱόν (Alc. fr. 13 B.).
[*](A+)122. *γαλόῳ] ἀνδρὸς ἀδελφῇ· ἡ γάλως τῆς γάλω.
[*](B=)Ἀντηνορίδαο δάμαρτι] οὔτε τῇ γαλόῳ δοτικῇ οὔτε τῇ Ἀντηνορίδαο γενικῇ ὑπήντησε σχηματίζων τὸν λόγον.
[*](B=)123. τὴν Ἀντηνορίδης] τὸ γένος γὰρ Ἀντήνορος ἠγάπα μᾶλλον Ἑλένη, ἐπεὶ πρόξενος ἦν τῶν Ἑλλήνων.
124. εἶδος ἀρίστην] ἀντὶ τοῦ ἁπλοῦ· φησὶ γοῦν “Πριάμοιο θυγατρῶν εἶ δος ἀρίστην Κασάνδρην” (Il. 13. 365), εἰ μὴ τὴν μὲν παρθένων, τὴν δὲ γαμηθεισῶν ἀρίστην φησὶν εἶναι.
[*](AB=)125. ἐν μεγάρῳ] τοῦτο γὰρ 〈ἐν〉διαίτημα γαμηθεισῶν, χηρῶν δὲ καὶ παρθένων ὑπερῷον.
ἣ δὲ μέγαν ἱστὸν ὕφαινε] οὐκ ᾄδει ὡς Κίρκη καὶ Καλυψώ· ἀπαθεῖς γὰρ ἐκεῖναι καὶ ἠρέμα ζῶσαι.
[*](B=)126. πολέας δʼ ἐνέπασσεν ἀέθλους] ἀξιόχρεων ἀρχέτυπον ἀνέπλασεν ὁ ποιητὴς τῆς ἰδίας ποιήσεως. ἴσως δὲ τούτῳ τοῖς ὁρῶσιν ἐπειρᾶτο δεικνύναι τὴν Τρώων βίαν καὶ τὴν Ἑλλήνων δικαίαν ἰσχύν.
[*](A+ B-)δίπλακα μαρμαρέην] διπλοΐδα χλαῖναν· οἳ δὲ δίμιτον· αἱ [*](4. εἴη ‖ 6. προαχθῇ 19. γάλως scripsi: γάλη 25. Κασάνδραν ‖ 27. τοὐτο B: οῦτως ‖ supplevi ex A B ‖ 33. β. Τρ. ‖ Ἑλλήνων B: Ἑλένης)
128. οὕς ἑθεν] ἐγκλιτικῶς· τὸ δὲ ἐμέθεν καὶ σέθεν ὀρθοτονοῦνται [*](A + B=) παῤ αὐτῷ.
130. δεῦρʼ ἴθι]“δεὐρο” ἀντὶ τοῦ ἄγε. §. τὸ δὲ “νύμφα” Ἰωνικόν, [*](B=) ὡς τὸ τόλμα τῆθα κοῦρα.
ἵνα θέσκελα] θεοείκελα θέσκελα, ὡς θέσφατα· μετὰ τὴν συγκοπὴν [*](AB=) ὁ πλεονασμός.
132. οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον] ἡ “ἐπί” πρὸς τὸ “φέρον.” §. τοῦτο δὲ τὸ οἵ ὑποτακτικόν ἐστιν ἄρθρον, τὸ δὲ ἑξῆς (134) ἀντωνυμικόν.
[*](A + B=)133. λιλαιόμενοι πολέμοιο] εἰς τὸ “πολέμοιο” ὑποστικτέον.
134. οἳ δὴ νῦν ἕαται] ἀπὸ τοῦ ἧνται, ὡς μέμνηνται μεμνέαται.
[*](A-)*διὰ μέσου τὸ “πόλεμος δὲ πέπαυται.”
[*](A B =)135. ἀσπίσι κεκλιμένοι] ὑπὸ τῆς ἀπορρίψεως τῶν ὅπλων ἐμποδι- [*](B=) ζόμενοι πολεμεῖν.
137. μακρῆς ἐγχείῃσι μαχήσονται περὶ σεῖο] τὸ δέος ἀναιρεῖ τοῦ μὴ τοξευθῆναι Μένελαον ὑπὸ Ἀλεξάνδρου, ἐπεὶ τὴν τοξείαν εὖ ἤσκητο, τὸ δʼ ἔγχος οὐδαμῶς, εἰ καὶ δύο πάλλων προὐκαλεῖτο πάντας ἀρίστους· καὶ τοῦτο γὰρ δειλίας τεκμήριον, ὡς τῇ θέᾳ δῆθεν ἐκπλήξῃ τὸν ἀντι- τεταγμένον.
138. φίλη κεκλήσῃ ἄκοιτις] ὅτι οὐ μνησικακήσει ὁ λαβών. τὸ δὲ [*](B=) “κεκλήσῃ” ἀντὶ τοῦ ἔσῃ, ὡς τὸ “σὴ παράκοιτις κέκλημαι” (Il. 4. 60).
139. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον 〈—τοκήων〉] καὶ περὶ Ἡρα- κλέους “κρατερὸς παῖς Ἀμφιτρύωνος” (Il. 5. 392) φησίν· διὰ τοῦτο κἀνταῦθα “καὶ ἄστεος ἠδὲ τοκήων.”
140. ἀνδρός τε προτέροιο] ἀγνοεῖ τὴν Θησέως ἁρπαγὴν ὁ ποιητής· [*](B +) ἐπὶ δύο γοῦν τὸ “προτέροιο” φησίν.
141. ἀργεννῇσι καλυψαμένη] οὗτος γὰρ σώφρονι γυναικὶ κόσμος· [*](B=) καὶ ποικίλλειν γοῦν εἰδυῖα οὐκ ἀμπίσχεται ποικίλα. ὀθόνη δὲ ὁ ἑανός, ὃν καὶ πέπλον καλεῖ.