Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

433. ἀλλά σʼ ἔγωγε παύσασθαι κέλομαι] θελγομένη ὑπὸ Ἀφρο- δίτης εἰς τοῦτο ἔρχεται. τάχα δὲ καὶ ἀποδοθῆναι θέλουσα λεληθότως παραινεῖ μὴ μάχεσθαι· μὴ μαχομένου δὲ αὐτοῦ ἀπεδόθη 〈ἂν〉 κατὰ τὰ δεδογμένα. καὶ διὰ τοῦτο καὶ ἐκδειματοῦσα ἀρηίφιλον αὐτόν φησιν.

[*](A+ B=)

434. παύσασθαι κέλομαι] παρατατικῶς τὸ παύεσθαι. §. τελεία δὲ [*](A+ B=) εἰς τὸ κέλομαι,” καὶ τὰ ἑξῆς ἀντὶ τοῦ προστακτικοῦ.

436. *ἀφραδέως] ἀπείρως.

438. *μή με] ἀντὶ τοῦ “μή μου.”

[*](B=)

439. νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ] οἷαι τῶν ἠσχη- μονηκότων αἱ ἀπολογίαι. διὰ τὴν Ἀθηνᾶν φησι νενικῆσθαι, ὥσπερ οὐκ ἐκ τῶν ἐναντίων διὰ τὴν Ἀφροδίτην αὐτὸς σωθείς. νικήσειν δὲ ὑπισχνεῖται τὸν Μενέλαον, οὐδὲ μετὰ τὴν ἧτταν τῆς ἀλαζονείας παυόμενος.

[*](A= B-)

440. κεῖνον δʼ αὖτις ἐγώ] κοινὸν ἀπὸ τοῦ “ἐνίκησε,” ‘νικήσω αὖτις αὐτὸν ἐγώ·’ διὸ βραχὺ στικτέον.

[*](B=)

441. ἀλλʼ ἄγε δὴ φιλότητι] πῶς, φασί, μετὰ τοσαύτην αἰσχύνην ὀργᾷ; ἐμφανίζει οὖν τὴν πρόξενον ἀπάντων τῶν κακῶν αὐτοῦ λαγνείαν. ἢ ἀνακτώμενος Ἑλένην προσποιεῖται αὐτῆς ἐρᾶν, ὑπονοῶν ὀργίζεσθαι αὐτὴν ἐφʼ οἷς ἐκδοῦναι αὐτὴν ἐσπείσατο τῷ πολεμίῳ. ἢ ὅτι ὧν στερό- μεθα ἐρῶμεν.

[*](B=)

φιλότητι τραπείομεν] τερφθῶμεν· κινδυνεύσας δὲ ὑπὲρ αὐτῆς ὡς νικήσας τῶν ἐπινικί⌈ων ἀπολαύειν ἀξιοῖ⌉.

[*](B=)

442. ἔρως φρένας ἀμφεκάλυψεν] ἐθήρευσεν. ἡ μεταφορὰ ἐκ ⌈τῶν περισκεπόντων δικτύων⌉.

[*](B=)

443. Λακεδαίμονος ἐξ ἐρατεινῆς] τοῖς ἐρῶσι καὶ αἱ πατρίδες τῶν ἐρωμένων δοκοῦσιν εἶναι καλαί.

[*](A+ B=)

445. νήσῳ δʼ ἐν Κρανάῃ] ταύτην πρὸ Ἀττικῆς εἶναί φασιν. οἳ [*](2. δ. αὑτὸς 1 5. ἐρ. ἐπʼ ἀ. B: ἐρ. ἀνδραγαθίας ‖ 10. ἀποδοθείη ‖ 21. κεῖνον ἀντὶ τοῦ, cf. A ‖ 26. ἔσπευσεν: corr. W ‖ 28. τρεφθῶμεν coni. ‖ 29, 30. novavit rec.)

123
δὲ τὰ Κύθηρα· Ἀφροδίτης γὰρ ἱερά. §. οἳ δὲ ἐν τῇ νῦν Ἑλένῃ· τῷ χειμῶνι γὰρ πολλοὶ τῶν Ἀχαιῶν ἀπολώλασιν αὐτόθι.

446. ὥς σεο νῦν ἔραμαι] ἐγκλιτέον· ἀπόλυτος γάρ ἐστιν. ἐπὶ δὲ [*](A+ B=) Διὸς (Il. 14. 328) ὀρθοτονητέον. τὸ δὲ ἑξῆς, οὐδέποτε οὕτως ἔρως ἀμφεκάλυψεν ὡς νῦν ἐρῶ σου.

447. ἦ ῥα, καὶ ἄρχε λέχοσ〈δε〉] τηρεῖ τὸν νόμον, ὡς ἐπὶ Ἥρας [*](B+) καὶ Διός.

ἅμα δʼ εἵπετʼ ἄκοιτις] ἄκοιτις νῦν μόνον εἴρηται ἡ Ἑλένη τοῦ Πάρίδος.

448. κατεύνα〈σ〉θεν] ἐπὶ τῶν ἀξιόχρεων γάμων εὐνὴν καὶ φιλότητα [*](B-) ὀνομάζει· ἐπὶ δὲ Πηνελόπης καὶ πλέον τι “λέκτροιο παλαιοῦ θεσμόν” (Od. 23. 296)· ἐπὶ δὲ τῶν παρανόμων μῖξιν “τῇ πρῶτον ἐμίσγοντο πάροιθεν” (? Od. 20. 7).

449. Ἀτρείδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα] τὸν Τρωικόν.

θηρὶ ἐοικώς] ἄγρας ἀφῃρημένῳ, ἐπεὶ καὶ ἄνω (23) ἐπιτυχόντι [*](B=) αὐτὸν εἰκάζει.

450. εἴ που ἐσαθρήσειεν] γελοίως ζητεῖ τὸν ἀφροδισιάζοντα.

455. *τοῖσι δὲ καί] πλεονάζει ὁ “καί”

456. Τρῶες καὶ Δάρδανοι] εἰς δύο γὰρ ἡ Τρώων ἀρχὴ διῄρητο [*](B+) ἀπὸ Ἀσσαράκου καὶ Ἴλου· Γανυμήδης γὰρ ἥρπαστο.

457. νίκη μὲν δὴ φαίνετο] ὑπερέβη γὰρ τὸ μετρητὸν〈καὶ〉 καλού- [*](AB=) μενος ἄπεστιν. καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος φωνὴν ἐπίκου- ρον, “εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ” (284). Ἀχαιοὶ δὲ τὴν Ἕκτορος. “ὁππότερος δέ κενικήσῃ” (71)· καὶ γίνεται ἡ στάσις ῥητὸν καὶ διάνοια. διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου.

458. ὑμεῖς δʼ Ἀργείην Ἑλένην] τὴν προσήκουσαν Ἀργείοις.

[*](B+)

461. ὣς ἔφατʼ Ἀτρείδης, ἐπὶ δʼ ᾔνεον—Ἀχαιοί] Τρῶες σιωπῶσιν, [*](B=) οὔτε τῶν βασιλέων καταγινώσκοντες οὔτε τοῦ διπαίου.