Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
390. *ἴθι] τελεία μετὰ τὸ “ἴθι” στιγμή.
[*](B=)Ἀλέξανδρός σε καλεῖ] διχῇ αὐτὴν ἀναζωπυρεῖ ὑπομιμνῄσκουσα τοῦ ἀνδρὸς ἀπὸ τοῦ κάλλους καὶ τοῦ τόπου.
[*](A+ B=)391. δινωτοῖσι] ἐφʼ ὧν ἀκινητοῦμεν, κατὰ ἀντίφρασιν· ἢ ὅτι [*](B=) δῖνος ὁ τόρνος. §. καὶ διὰ τοῦ ι φησὶν ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ σχη- μάτων.
[*](B=)* κεῖνος ὅ γε] λείπει τὸ ἐστίν· ἐπεὶ δὲ συνήθης ἡ φράσις, ἐὰν τεθῇ, δοκεῖ πλεονάζειν.
[*](B=)392. κάλλεΐ τε στίλβων] ταῦτά φησιν, ἵνα μὴ διὰ τὸν λύθρον αὐτὸν μυσαχθῇ.
[*](A+)393. *τόν γʼ ἐλθεῖν] ὀλίγον διασταλτέον μετὰ τὸ “ἐλθεῖν.”
[*](B=)ἀλλὰ χορόν] ἠιθέων τὸ χορεύειν· ἐφʼ καὶ Πρίαμος ὀνειδίζει τοῖς υἱοῖς “χορο〈ι〉τυπίῃσιν ἄριστοι” (Il. 24. 261).
[*](B =)390. περικαλλέα δειρήν] καὶ μὴν γραὶ παρεικασθεῖσα ἦν. ἀλλʼ ἔθος τοῖς ἡμιθέοις ἐπιγινώσκειν τοὺς θεούς, ὡς Αἴας τὸν Ποσειδῶνα (Il. 13. 68).
[*](B=)397. στήθεά θʼ ἱμερόεντα] οὐδὲν ἄτοπον γυμνὴν φαίνεσθαι τὴν θεόν Ἑλένῃ γὰρ ἤθελε γνωρισθῆναι· κρύπτεται δὲ τὰς Τρωάς.
398. *ἔπειτα] “ἔπειτα” τὸ δεύτερον.
[*](B =)399. δαιμονίη] [παρρη|σιάζεται ἡ Ἕλένη ὡς πρὸς ἀδελφήν. λιλαίεαι] λῶ τὸ θέλω· ἀναδιπλασιασμὸς λιλῶ· ὡς κερῶ κεραίω, οὕτω καὶ λιλῶ λιλαίω.
[*](AB=)400. πή με προτέρω] τὸ ᾖ περισπαστέον, τὸ δὲ “πή” ὀξυντέον διὰ τὸ “μέ·” οὐ γάρ ἐστι νῦν ἐρωτηματικὸν τὸ πῆ, ἀλλὰ ἀόριστον.
401. * Φρυγίης] λείπει ἡ ἐπί.
[*](A+)402. εἴ τις τοι καὶ κεῖθι φίλος] ἐκ πλήρους ὁ καί σύνδεσμος.
[*](B =)403. οὕνεκα δὴ νῦν] κομματικὸς ὁ λόγος τῇ δυσχεραινούσῃ διανοίᾳ. θέλει δὲ εἰπεῖν, ὅτι οὔ με λανθάνεις ἐφʼ ᾧ ἦλθες ἐνθάδε.
* δῖον] τοῦτο ἀπὸ ἄλλης ἀρχῆς.
405. τοὔνεκα δὴ νῦν—δολοφρονέουσα παρέστης] ἠθικῶς πυνθάνεται· διὸ οὐ δεῖ ὑποστίζειν εἰς τὸ “παρέστης.”
[*](3. στιγμή scripsi: σ ‖ 7. Ἡρωδιανὸς B: ἡρόδοτος ‖ 20. ἧλθε ‖ δὲ B: γὰρ 23. λιλαίετοι ‖ 30. ᾧ B: ὅτι)406. ἧσο παῤ αὐτὸν 〈ἰοῦσα, θεῶν δʼ ἀπόειπε κελεύθου)] οὕτω πᾶσαι· οὐκ ἐπαρᾶται δέ, ἀλλʼ ὀνειδίζει ἀντὶ τοῦ μὴ πρᾶσσε τὰ θεῶν.
411. κείνου πορσυνέουσα] λέχος εὐτρεπίζουσα, ὡς τὸ “λέχος [*](B=) πόρσυνε καὶ εὐνήν” (Od. 3. 403, 7. 347). §. τὸ δὲ ἑξῆς, οὐκ εἶμι [*](A- B=) κεῖσε πορσυνέουσα λέχος· τὸ δὲ “νεμεσ〈σ〉ητόν” διὰ μέσου.
Τρῳαὶ δέ μʼ ὀπίσσω πᾶσαι μωμήσονται] ὡς δευτέρας μάχης [*](B=) αἰτίαν οὖσαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι.
414. μή μʼ ἔρεθε, σχετλίη] τὸ ἀνεξίκακον τῆς θείας ἐδήλωσε [*](B=) φύσεως· “θεὸς ἐπὶ σμικροῖσιν οὐ θερμαίνεται, ἀλλʼ ὡς λέβης τις μείζονος δεῖται πυρός” (fr. adesp. 371 N.).
μὴ χωσαμένη σε μεθείω] μετωνυμικῶς ἀντὶ τοῦ ἐαθῆναι ποιήσω, [*](AB=) ὡς καὶ φιληθῆναι ἐποίησα.
416. μητίσομαι αἴσχεα λυγρά] καὶ τῶν ἐναντίων γὰρ ἔχουσιν [*](Β=) ἐξουσίαν οἱ θεοί, ὡς αἱ Μοῦσαι ἐπὶ Θαμύριδι (Il. 2. 599).
αἴσχεα λυγρά] ἡ μὲν ἑτέρα τῶν Ἀριστάρχου “αἴσχεα,” ἡ δὲ [*](A=) ἑτέρα “ἄλγεα.”
417. *ὄληαι] ἀντὶ τοῦ ὄλοιο.
418. ἔδδεισεν δʼ Ἑλένη] διδάσκει μὴ θρασείας γίνεσθαι πρὸς [*](B=) τοὺς ὑπερέχοντας τὰς ἀποκρίσεις.
419. βῆ δὲ κατασχομένη] πάλιν κοσμίως ἀναχωρεῖ.
ἑανῷ ἀργῆτι φαεινῷ] ἐκ παραλλήλου τὸ αὐτό.