Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

329. τῷ δεκάτῳ δὲ πόλιν] διὰ τί οὐχὶ ἐνάτῳ ἔφη ἐνιαυτῷ ἔσεσθαι [*](A - B=) τὴν πόρθησιν, καίτοι τῆς ἀκολουθίας τῶν σημείων τοῦτο ἐχούσης “ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν” ; ἢ ὅτι τῶν ἐννέα πληρωθέντων ἀνάγκη νοεῖν τὸ〈ν〉 ἐπέκεινα δέκατον· ἢ καὶ τὸν δράκοντα αὐτὸν συναριθμεῖν δεῖ, ὅς ἐστι δέκατος, ὡς ὅλου τοῦ ἀγῶνος ἐν τούτῳ μέλλοντος παύ〈σ〉εσθαι. ὁ λιθωθεὶς οὖν δράκων ἐσήμανεν, ὅτι οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος.

*τῷ δεκάτῳ] ἱσταμένου γὰρ τοῦ δεκάτου ἐπόρθησαν.

330. 〈κεῖνός θʼ〉 ὣς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται] πρὸς τὸ [*](B=) “χθιζά τε καὶ πρώιζα” (303) καὶ τὸ “νῦν” φησι, καὶ τὸ “τε- λεῖται” ἀντὶ τοῦ τελεσθήσεται, εἴπερ ὁ ὄνειρος εἶπε “νῦν γάρ κεν ἕλοις πόλιν.” §. ὀξυτονητέον δὲ τὴν νος διὰ τὸν τέ· οὕτως Ἀρίσταρ- [*](A B-) χος· ὁ δὲ Ἡρωδιανὸς ὡς “τὼς δέ σʼ ἀπεχθήρω” (Il. 3. 415).

[*](4. στίζειν ‖ 6. τετρηγότας ‖ 15. τὸ ε ‖ 16. supplevi ex B ‖ 26. ἐπέκεινα B: ἐπι΄ να (sic) ‖ 32. εἴπερ ὁ ὅ. B: εῖ τι ὁ ὄ.)
84

332. εἰς ὅ κεν] καλῶς ἐπὶ πέρατι τοῦ λόγου πιστοῦται τὸ λόγιον, οὐχ ὡς ἐν ἀρχῇ “ἢ ἐτεὸν Κάλχας μαντεύεται” (300).

[*](B=)

333. ὣς ἔφατ᾿, Ἀργεῖοι δὲ μέγ᾿ ἴαχον] “οἷόν γε πού᾿ στι γλῶττα κἀν- θρώπου λόγος” κατὰ Εὔπολιν (fr. 314 Kock)· ὃ μὲν γὰρ λέγων “φεύγωμεν” ἀναπτεροῖ, ὃ δὲ “μίμνωμεν” πείθει. ἃμα δὲ καὶ τὸ παλίμβολον τῶν δήμων ἐσήμανεν.

μέγ᾿ ἴαχον] ἐπὶ μὲν τούτων “ἴαχον,” ἐπὶ δὲ Τρώων “κελάδησαν” (Il. 8. 542).

[*](B=)

μέγ᾿ ἴαχον] δεινῶς ἅμα καὶ εύπόρως τὴν αὐτὴν ῥητορείαν ἑτέραις λέξε- σιν ἐκφράζει ὁ ποιητής. παρρησιαστικὸς δὲ διὰ τὸ γῆρας ὁ Νέστωρ.

*ἀμφὶ δὲ νῆες] ἀντὶ τοῦ πᾶσαι.

νῆες—κονάβησαν] ἴδιος ἦχος τῶν πεπληγότων ξύλων ὁ κόναβος.

337. ἦ δὴ παισίν] “παισίν,” οὐ γυναιξίν· ἔστι γὰρ καὶ ταύταις φρόνησις.

[*](B-)

ἀγοράασθε] τότε ὅτε συνετίθεσθε Ἀγαμέμνονι· ἢ μᾶλλον πρὸς Ὀδυσσέα ἀποτείνεται δημοχαριστικῶς παρελθόντα· ἐπιτρίψει γὰρ [ταῦτα] μᾶλλον εἰς ἀναρχίαν τὸ πλῆθος, πῇ μὲν “σέ” λέγων “ἐθέλουσιν Ἀχαιοὶ—ἐλέγχιστον θέμεναι,” πῇ δὲ τῷ “οὐ νεμεσίζομʼ Ἀχαιούς.”

[*](A = B-)

339. πῇ δὴ συνθεσίαι τε] τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται· ποῦ ἀπῆλθον αἱ συνθῆκαι καὶ τὰ ὅρκια, σπονδαί τε καὶ δεξιαί; ἵνʼ ᾖ καὶ τὸ “βήσεται” ἀντὶ τοῦ ἔβησαν καὶ τὸ “γενοίατο” ἀντὶ τοῦ ἐγένοντο καὶ τὸ “ἐριδαίνομεν” 〈ἀντὶ〉 παρῳχημένου, ἵνʼ ᾖ μάτην ἐφιλονεικοῦμεν λόγοις μόνον ὑπισχνούμενοι, καὶ τὸ “ἀγοράασθε” ἀντὶ τοῦ ἠγοράασθε.

[*](B=)

πῇ δὴ συνθεσίαι τε] ἐν δισταγμῷ· ποῦ ἄρα τελευτήσει τὰ τῶν ὅρκων καὶ συνθηκῶν;

[*](B=)

βήσεται ἡμῖν] ἀπολελυμένως ἀναγνωστέον τὸ “ἡμῖνν.”

[*](B=)

340. ἐν πυρὶ δὴ βουλαί τε γενοίατο] οὐκέτι βουλῶν ὄνησις· ἀφανι- σθήσεται δὲ παντελῶς, εἰ λογομαχεῖν μόνον παρασκευάζουσι μηδὲν ἀνί- σχουσαι, τὸ ὠφελοῦν. οὐχ ὑποσχέσεις δὲ κατὰ τὸν Ὀδυσσέα, ἀλλὰ γυμ- νότερον αὐτὰ τῶν πίστεων τὰ ὀνόματά φησιν. ὅσα γὰρ παρέδραμεν ἐκεῖνος, ἐπεξεργάζεται οὗτος, καὶ τοὐναντίον· δεινῶς δὲ ἐλέγχει ὡς ἐνε- δρεύσαντας ὁσιώμασιν· οὐκ ἂν γὰρ ἐστράτευσε μὴ συνθεμένων αὐτῶν.

[*](B=)

*βουλαί] εὖ τὸ μὴ εἰπεῖν ὑμῶν, ἀλλὰ καθολικῶς “ἀνδρῶν.”

[*](AB =)

341. σπονδαί τʼ ἄκρητοι] ὅτι, ὅταν λέγῃ “κρητῆρι δὲ οἶνον [*](1. λ. π. τὸν λόγον ‖ 3. γλῶσσα ‖ 17. μ. ἐ λ. ‖ 20. καὶ δ. scripsi: αἱ ‖ 28. οὐδἐν)

85
μίσγον᾿ (Il. 3. 269), οὐ σημαίνει τὸ ὕδατι κίρνασθαι, ἀλλὰ τὸ “τῶν Τρώων καὶ Ἀχαιῶν οἶνον ἔμισγον.ʼ

342. οὐδέ τι μῆχος εὑρέμεναι] καὶ Ὀδυσσεὺς “αἰσχρόν τοι δηρόν 〈τε〉 μένειν” (298).

344. Ἀτρείδη, σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων] ἐναντίως τῷ Ὀδυσσεῖ ἀπὸ [*](AB=) τοῦ πλήθους εἰς τὸν βασιλέα μετῆλθεν.

σὺ δ᾿ ἔθ᾿ ὡς πρὶν ἔχων ἀστεμφέα βουλήν] ἀντὶ τοῦ ἀμετακίνητον, βεβαίαν.

345. ἄρχευʼ Ἀργείοισιν] καταπλήττει διὰ τούτων τὸ πλῆθος.

[*](B =)

346. τούσδε δʼ ἔα] ὑφʼ ἓν ἀναφορικῶς. τὰ δὲ τοιαῦτα ἀεὶ δεικ- [*](A + B=) τικά ἐστιν.

*ἕνα] τῷ ἐλαχίστῳ ἀριθμῷ κἀκείνους εὐτελίζει καὶ τοὺς ἄλλους [*](B=) εὐέλπιδας ποιεῖ.

τοί κεν Ἀχαιῶν] “Ἀχαιῶν,” οὐκ εἶπε σοῦ, ἀλλὰ κοινὴν αὐτῶν [*](B=) κατηγορίαν ποιεῖται, ἐφελκόμενος τὸ πλῆθος.

347. ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν] οὐδὲν ἀνύσουσι πρὸς τὸν [*](A ~ B +) ἀπόπλουν, ἄχρις ὅτου πέρας λάβῃ ἡ τοῦ Διὸς ὑπόσχεσις. Ὀδυσσεὺς δὲ αὐτοῖς ἐπέτρεπε λέγων “τλῆτε φίλοι.”

349. εἴτε ψεῦδος ὑπόσχεσις] ἀντὶ τοῦ ψευδής.

εἶτε ψεῦδος ὑπόσχεσις] ταῦτα παρὰ τοῖς Στωικοῖς λεκτὰ καλοῦν- [*](AB=) ται, τὰ πρὸς τὴν σημασίαν φερόμενα. §. ψεῦδος τὸ ἐπάγγελμα.

[*](AB=)

350. φημὶ γὰρ οὖν] οἰκείως ὁ μὲν Ὀδυσσεὺς δημοχαριστικῶς [*](B +) δημηγορῶν τοῦ Κάλχαντος προβάλλεται τὴν μαντείαν, ὃς ἦν τοῖς Ἀτρείδαις ἐχθρός, τῷ δὲ πλήθει γλυκύς· ὁ δὲ Νέστωρ τῷ βασιλεῖ χαριζόμενος τὰ τοῦ βασιλέως τῶν θεῶν προβάλλεται· διὸ ὃ μὲν παρὰ τῶν Ἑλλήνων, ὁ δὲ Νέστωρ παρὰ τοῦ βασιλέως ἐγκωμιάζεται.

φημὶ γὰρ οὖν] τελειότερον ἀφεὶς τοὺς νεοσσοὺς ἐπὶ τὸν βασιλέα [*](B=) φέρεται τῶν θεῶν. τὸ δὲ ἑξῆς, “ὑπερμενέα Κρονίωνα—ἀστράπτων,” ἀντὶ τοῦ ἀστράπτοντα.

353. ἀστράπτων] ὅτι οὐ καταλλήλως· ἔδει γὰρ ἀστράπτοντα καὶ [*](A = B +) φαίνοντα. §. βραχὺ δὲ διασταλτέον ἐν τῷ “ἐπιδέξι΄.ʼʼ ἀσύνδετος 〈γὰρ〉 AB= ὁ λόγος λείποντος τοῦ καί.

*ἐκιδέξι᾿] ἐπιδέξια, ὡς “ἐνδέξια πᾶσιν” (Il. 1. 597).

ἐναίσιμα] λείπει ὁ καί· καὶ ἐναίσιμα σήματα φαίνοντα.

[*](1. τὸν τ. ‖ 14. αὐτῶν κ. αὐτῶν π. ‖ 19. εἶτα ‖ 28. ἀστράπτων :— ‖ 34. repetitur *ἐναίσιμα] λείπει ὁ καὶ et * φαίνων] φαίνοντα)
86
[*](B+)

354. τῷ μή τις πρὶν ἐπειγέσθω] προστακτικῶς· ὁ δὲ Ὀδυσσεὺς “ἀλλʼ ἄγε, μίμνετε πάντες” (331).

[*](B=)

355. *πρίν τινα] μέγιστον πρὸς κόλασιν ᾤοντο οἱ παλαιοὶ τὸ τὰς γυναῖκας ὑπὸ πολεμίους γενέσθαι.

πρίν τινα πὰρ Τρώων] φασί τινες, ὡς αἰσχρὸν αὐτοὺς μένειν δελε- αζομένους τῇ προσδοκίᾳ τῶν ἀφροδισίων ὑπὸ τοῦ πανσόφου Νέστορος· ῥητέον οὖν, ὡς ἐξ ὧν ἐπλημμέλησαν Τρῶες ἐκ τούτων αὐτοὺς δίκας αἰτεῖν πεπείραται· οἶδε δὲ τὸ πλῆθος Ἀφροδίτης ἡττώμενον, καὶ ταῦτα ὅταν ἄλογος ἡ ἡδονή· ὁ δὲ Ὀδυσσεὺς οὐδέ φησι τοιοῦτον, ἀλλʼ ὁ τῶν ἀφροδισίων ἤδη παυσάμενος.

[*](A + B=)

356. * Ἑλένης ὁρμήματα] λείπει ἡ περί, τὰ περὶ τῆς Ἑλένης ὁρμήματα καὶ τὰς στοναχάς.

[*](AB=)

Ἑλένης ὁρμήματα] μεριμνήματα, ὡς αὐτῆς ἀκουσίως παρὰ τοῖς πολεμίοις οὔσης, ἵνʼ ἀξιόχρεως ᾖ βοηθεῖσθαι.

357. *ἐκπάγλως] ὑβριστικῶς.

[*](B=)