Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

210. βρέμεται, σμαραγεῖ] συμφυῶς τῷ ὑποκειμένῳ τετράχυ〈ν〉ται [*](AB=) τὸ ἔπος ταῖς ὀνοματοποιίαις. καλῶς δὲ καὶ τὸ “μεγάλῳ αἰγιαλῷ,” ἐμφῆναι θέλων τὴν παράτασιν τῶν κυμάτων.

*βρέμεται] ἠχεῖ, κτυπεῖ.

212. Θερσίτης δʼ ἔτι] ὠνοματοποίησε τὸ ὄνομα παρὰ τὸ θέρσος [*](A= B+) Αἰολικῶς.

Θερσίτης δʼ ἔτι] ἐπίτροπον τοῦ ποιητοῦ φασιν αὐτόν, σφετερισά- [*](AB=) μενον τὴν οὐσίαν, ὃν κακῶς λέγει. τῶν ἀκόσμων δὲ εἰδὼς τὴν ὀργὴν ἐπιπλήξεσιν ἢ γέλωτι παυομένην, πρὸς μὲν τὸ ἐπιπλήσσειν Ὀδυσσ[έα], πρὸς δὲ τὸ γελᾶν καὶ γελᾶσθαι Θερσίτην ἔλαβεν, ὡς καὶ ἐπὶ τῶν θεῶν ἐν τῇ A τὴν Ἠραν καταστέλλει Ζεὺς μὲν ἀπειλῶν, Ἥφαιστος δὲ γελοῖος φανείς. καὶ νῦν οὖν τὸν Θερσίτην ὁ ποιητὴς παρέλαβε πρὸς τὸ διαλῦσαι τὸ στυγνὸν τῆς ἐκκλησίας καὶ ὑβρίσαι τὸν Ἀγα- μέμνονα· δίκαιον γάρ· ἀλλʼ οὐ λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει [*](3. ὅτι γὰρ ‖ 6. κάθησο B: ἕσο ‖ 7. γένηται ‖ 20. “τὸ ἡχῆ: debebat τὸ κῦμα cf. B” W ‖ 23. τὸ B: τῷ ‖ 34. ὑβρίσαι B: ὑβρισθῆναι)

74
ἀλλʼ Ὁμήρῳ πρώτῳ σιλλοὶ πεποίηνται, ἐν οἷς αὐτόν τε τὸν Θερσίτην σιλλαίνει καὶ ὁ Θερσίτης τοὺς ἀρίστους. οὐκέτι δὲ μέμνηται αὐτοῦ, [*](A + B=) ἐπεὶ σεσωφρόνισται τοῦ λοιποῦ “ νεικείειν βασιλῆας. §. Φερεκύδης δὲ καὶ τοῦτον ἔνα τῶν ἐπὶ τὸν Καλυδώνιον κάπρον στρατευσάντων φησίν· ἐκκλίνοντα 〈δὲ〉 τὴν τοῦ συὸς μάχην ὑπὸ Μελεάγρου κατακρημ- νισθῆναι· διὸ καὶ λελωβῆσθαι τὸ σῶμα. Ἀγρίου δὲ καὶ Δίας τῆς Πορθάονος αὐτόν φασιν. εἰ δὲ συγγενὴς ἦν Διομήδους, οὐκ ἂν αὐτὸν ἔπληξεν Ὀδυσσεύς· τοὺς γὰρ ἰδιώτας μόνον ἔτυπτεν. εὖ δὲ καὶ οὐκ ἀπὸ πατρὸς αὐτὸν συνέστησεν, οὐδʼ ἀπὸ πατρίδος, ἀλλʼ ἀπὸ τοῦ τρόπου μόνου καὶ τῆς μορφῆς, ὧν χρεία τὰ νῦν.

[*](B-)

ἀμετροεπής] “πάντων γὰρ κόρος ἐστίν” (Il. 13. 636)· οἳ δὲ μέτρον τὴν τάξιν· ἡμεῖς δὲ ἀπεραντολόγον τοῦτόν φαμεν. ἴσως δὲ στάσεως ῥυόμενοι τὴν πατρίδα ἤγαγον αὐτόν· ἦσαν γὰρ “καὶ ταμίαι παρὰ νηυσίν” (Il. 19. 44).

[*](B=)

213. ἄκοσμά τε] τοῦτο ἄτοπον, κἂν ᾖ βραχύ.

214. ἐριζέμεναι βασιλεῦσιν] ἀπὸ κοινοῦ τὸ “ᾔδει.”

[*](AB-)

215. ἀλλʼ ὅ τι οἱ εἴσαιτο] τὸ εὐκτικὸν ἀντὶ ὁριστικοῦ, ἀντὶ τοῦ ἐδόκει, ὡς τὸ “καί νυ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ” (Il. 5. 311) “καί νυ κε δὴ τανύσειε βίῃ τὸ τέταρτον ἀνέλκων” (Od. 21. 128).

[*](B=)

ἀλλʼ ὅ τι οἱ] τὸ “ὅ τι” ἀναφορικόν ἐστιν.

[*](B=)

εἴσαιτο] φανείη, δόξειεν.

[*](B=)

Ἀργείοισιν ἔμμεναι] ἀπὸ κοινοῦ τὸ ἐδόκει.

216. αἴσχιστος] τοῦτο καὶ ἐπὶ πιθήκου.

ὑπὸ Ἴλιον ἦλθεν] “πῶς ἦλθες ὑπὸ ζόφον” (Od.11.57), ἀντὶ τοῦ ἐπί.

[*](A - B=)

217. φολκὸς ἔην] ὡς ἀνδριαντοπλάστης ἀπὸ τοῦ καλλίστου ἄρ- χεται, ὡς “ὄμματα καὶ κεφαλήν” (478)· “κάρη κομόωντες.” “ὄψιν τʼ ἀγαθὴν καὶ μῦθον” (Il. 24. 632). ἔστιν οὖν ἐφελκόμενος τὰ φάη· ὁ γὰρ τυφλὸς μᾶλλον ἐλεεῖται.

[*](AB=)

φολκός] ὅτι ἅπαξ εἴρηται τοῦτο.

[*](AB=)

ἕτερον πόδα] οἰκείως, ἐπεὶ δύο, ἢ τὸν ἀριστερὸν 〈ἢ τὸν δεξιόν〉· τοῦτο δὲ πρὸς τὸ γελωτοποιεῖν· ἧττον γὰρ 〈ἂν〉 ἐγελᾶτο, εἰ ἄμφω τὼ πόδε.

[*](B=)

218. συνοχωκότε] ἀπὸ τοῦ συνοχωκώς, ὅ ἐστι συμπεπτωκότες. καὶ “ξυνοχῇσιν ὁδοῦ” (Il. 23. 330) ταῖς ἀπὸ πλάτους εἰς στενὸν συμπτώσεσιν.

[*](6. post τῆς spatium 4 litt. vacuum ‖ 12. ἀπέραντον λόγον ‖ 18. ἄναξ scripsi: ἄρης 30. schol. cum praecedenti coniunctum)
75

ἐπὶ στῆθος] ἵν᾿ ὁρῷτο τὸ κυρτὸν ἔμπροσθεν.

219. φοξὸς ἔην] φοξὰ κυρίως εἰσὶ τὰ πυρορραγῆ ὄστρακα, φλοξά [*](AB=) τινα ὄντα.

ψεδνή] πιθανῶς, ὅπως μὴ λανθάνῃ τὸ φοξὸν τῇ κόμῃ καλυπτόμενον.

[*](AB=)

ἐπενήνοθεν] ἀπὸ τοῦ θέω· ὑπερβιβασμὸς ἔθω, ὡς ῥέων Ἀχέρων, [*](A + B-) ἐνέθω, ἤνοθα καὶ Ἀττικῶς ἐνήνοθα, ὅθε καὶ ἔνοσις.

λάχνη] πύκνωσις, παρὰ τὸ λα καὶ τὸν χοῦν.

221. τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ] αἱ τῶν μεγάλων ἀτυχίαι ὑψοῦσι [*](B=) τοὺς ταπεινούς. αἴτιος δὲ ὁ τὸν ἀριστέα ὑβρίσας· διὸ οὐδὲ τολμῷ σωφρονίσαι.

223. ἐκπάγλως] ὑβριστικῶς. §. “κοτέοντο” δὲ ἡδόμενοι τῷ βασιλεῖ.

224. νείκεε μύθῳ] ἐξήγησις τοῦ “λέγʼ ὀνείδεα.”

225. Ἀτρείδη, τέο δʼ αὖτʼ ἐπιμέμφεαι] τὸν ἀμετροεπῆ δείκ- [*](AB=) νυσιν· ἃ γὰρ ἔδει ἐπὶ τῆς προτέρας ἐκκλησίας λέγεσθαι, ὅτε ἔλεγεν Ἀγαμέμνων “ἀγέραστος ἔω” (Il. 1. 119) “ἧσθαι δευόμενον” (ib. 134), νῦν προβάλλεται, ἴσως 〈τότε〉 τῷ πρὸς Ἀχιλλέα φθόνῳ νικώμενος.

τέο δʼ οὖτε] οὕτως Ἀρίσταρχος· Ζηνόδοτος δὲ διὰ τοῦ η 〈δή〉.

ἐπιμέμφεαι] παρονομασία.

ἐπιμέμφεαι] πρὸς τὸ “ὄφρα μὴ ἀγέραστος Ἀργείων ἔω.”

226. πλεῖαί τοι χαλκοῦ κλισίαι] τοιαῦτα μὲν ἦν καὶ τὰ παρὰ [*](AB=) Ἀχιλλέως “ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον” (Il. I. 167). τοῦτον 〈δὲ〉 τὸ ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς καταφρόνησιν ἄγει.

228. πρωτίστῳ] φωνὴ ὑπερθετική, ὡς ἐλευθερώτατα μονώτατα. [*](B=) εὖτʼ ἂν πτολίεθρον ἕλωμεν] ὁ δὲ Ἀχιλλεὺς “Τρώων ἐκπέρσωσι” [*](B+) (Il. 1. 164).

229. ἢ ἔτι καὶ χρνσοῦ ἐπιδεύεαι] πῶς μὴ προγνωσθέντος τοῦ χρυσοῦ τὸ ἄρθρον ἐπῆξε καὶ τῷ “οἴσει” μέλλοντι τὸν ἄν;

ἢ ἔτι καὶ χρνσοῦ] οἶμαι τὸ “ἔτι” τὴν παράτασιν τῆς ἀπληστίας [*](B=) αὐτοῦ δηλοῦν.

231. ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν] ἐνταῦθα καὶ τῶν [*](B +) ἄλλων προὔθηκεν ἑαυτόν. πάντως δὲ ἐπιθεὶς τῷ στήθει τὴν χεῖρά φησιν.

232. * ἠὲ γυναῖκα] γυναῖκα ἀγάγω.

[*](2. πυριρραγῆ ‖ 6. ἕνωσις ‖ 10. σωφρονῆσαι ‖ 13. ἐπιμέμφεται ‖ 18. τοῦ ην ‖ 20. schol. cum praecedenti coniunctum)
76
[*](B=)

233. οὐ μὲν ἔοικεν ἀρχὸν ἐόντα] διὰ τὸν λοιμὸν καὶ τὴν ἀπό- [*](B=) στασιν᾿ Ἀχιλλέως. §. τὸ δὲ “ἀρχὸν ἐόντα” τῶν Ἀχαιῶν· ἀπὸ κοινοῦ γάρ ἐστι τὸ “ Ἀχαιῶν.”

[*](A- B=)

235. ὦ πέπονες] ὁ πέπων καὶ ἡ πέπων κοινῶς καὶ τὰ πέπονα. παρόμοιον δὲ τὸ “ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις” (Il. 1. 231)· γέλωτα δὲ κινεῖ κακὰ ἐλέγχεα ἀποκαλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα καὶ ψυχήν.

Ἀχαιίδες] παρονομασία, οἵα “οὐ Φίλιππος ἀλλὰ Φιλίππιον κεκρά- τηκε δὶς Ἑλλάδος.”

[*](AB=)