Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
437. κῦδος ὑπέρτερον] “ὑπέρτερον” τῶν Ἑλλήνων, ὃ οὐκ εἶχε πρώην. ἀεὶ δὲ Δ〈ι〉ὶ ἀναφέρει πᾶν εὐτύχημα Ἕκτορος.
438. Πριαμίδῃ, ὃς πρῶτος 〈ἐσήλατο〉] καὶ πῶς φησι “κεῖται ἀνήρ, ὃς πρῶτος” (Il. 16. 558) ἢ ἴσως ἑκάτερος τῆς ἰδίας τάξεως πρῶτος· ἢ ἀντὶ τοῦ ἐσάλευσε τὸ “ἐσήλατο.”
[*](A+)439. *διαπρύσιον] Ἀρίσταρχος ἐπὶ Διός φησιν.
[*](B+)441. καὶ νηυσἰν ἐνίετε— πῦρ] πρὶν παρελθεῖν τὸ τεῖχος, βαρβαρικῶς ἀλαζονεύεται περὶ τῶν νεῶν.
[*](B=)442. οἳ δʼ οὔασι πάντες ἄκουον] οὐ παρʼ ἑτέρων. ἢ ἀναπεπταμέ- νοις τοῖς ὠσὶ καὶ προθύμοις.
445. ὅς ῥα πυλάων εἱστήκει πρόσθεν —αὐτὰρ ὕπερθεν ὀξὺς ἔην] “ὕπερθεν” τὸ εἰς ἀέρα νεῦον πρὸς τὸ εὐσύλληπτος εἶναι καὶ ὡς πέλε- κυς δημιουργηθεὶς πρὸς τὸ ταχὺ σχίσαι τὰς πύλας. §. τῷ δὲ “ἁρ- [*](B=) πάξας” τὸ σύντομον καὶ ἰσχυρὸν ἐδήλωσεν.
[*](A+)446. πρυμνὸς παχύς] ἓν ἐκ τῶν δύο· διὸ συναφὴ τίθεται.
447. δύο ἀνέρε] διὰ τὸν Δία· ἐπὶ δὲ Αἴαντος “χειρί γε τῇ ἐτέρη” (382).
[*](B=)449. ὃ δέ μιν ῥέα πάλλε] διττὴ ἡ ἐπίτασις, καὶ τῶν δύο μὴ κινούντων τὸν λίθον, καὶ τοῦ ἑνὸς πάλλοντος ἐλαφρῶς.
451. φέρει πόκον ἄρσενος] “φέρεν.” οὐ φέρει. §. “ἄρσενος” δέ, [*](A– B=) ὅτι τραχύτερος, ἢ ὅτι ῥυπωδέστερος ἐμφερής τε τῇ τραχύτητι καὶ τῷ χρώματι τοῦ λίθου ἐστίν. μέγας δὲ ὁ τοῦ ἄρσενος πόκος· θέλει οὖν μέγαν παραστῆσαι τὸν λίθον.
454. * στιβαρῶς] πυκνῶς καὶ ἰσχυρῶς.
[*](AB=)456. ἐπημοιβοί] εἰς μέσον συνάπτοντες· σἳ δέ, εἷς ἐφʼ ἕνα. μία δὲ ἐπʼ αὐτῶν κλεὶς ἥρμοστο. §. ὀχῆας (455) δέ τινες τὰ κάτω κλεῖθρα. [*](2. ὑπομενητικὸν B || 5. παριδοῦσα B: προδοῦσα ‖ 11. εἰσήλατο || 12. ἐπὶ A: ἐπεὶ ‖ φησίν A, ἀκούει coni. W: ἕκητι ‖ 13. παρελθεῖυ W : παρέλθῃ ut B ‖ 19. τῷ scripsi, διὰ τοῦ B: τὸ ‖ 21. συναφῃὴ W ex A: συναλιφὴ ‖ 22, 23. χείρεσσʼ ἀμφοτέρρσι textus ‖ 26. φέρει π. pr.] φέρεν A: φέρην || 27. τραχύ- τερος A B: τραχυτέρα || ῥυπωδέστερος A B: ῥυπωδεστέρα ‖ 32. αὐτῷ B)
458. εὗ διαβάς] συνεργεῖ γὰρ ἡ διάβασις πρὸς βιαιοτέραν τοῦ [*](B=) βαλλομένου φοράν.
461. σανίδες δὲ διέτμαγεν] πανταχόθεν ἐκίνησε τὴν ἐνέργειαν, ἐκ [*](B=) τοῦ βάλλοντος, ἐκ τῶν δια〈ρ〉ριπτουμένων σανίδων, ἐκ τοῦ εἰσπηδῶν- τος καὶ φοβερὸν βλέποντος, ἐκ τῆς τῶν ὅπλων λαμπηδόνος, ἐκ τῶν κατεχομένων δοράτων, ἐκ τῶν ὑπερβαινόντων τὸ τεῖχος καθʼ ὃ μέρος ἔρρηξε Σαρπηδών, ἐκ τῶν εἰστρεχόντων εἰς τὰς πύλας καθʼ ὃ μέρος ἔρρηξεν αὐτὰς ὁ Ἕκτωρ.
462. ὃ δʼ ἄρʼ ἔσθορε] οὐδέν τι τῶν ἔνδον δεινῶν ὑπολογισάμενος. [*](B=) πάντα οὖν τοῦ θράσους σημαντικὰ καὶ τὰ ἑξῆς ὀνόματα.
463. *νυκτὶ θοῇ ἀτάλαντος] νυκτὶ τὰ φοβερὰ ὁμοιοῦσιν· ἐκ δὲ τῶν [*](A+ B=) ἐναντίων τὸν εὔεκτον 〈λέγουσιν〉 ἥμερον.
λάμπε δὲ χαλκῷ —δοιὰ δὲ 〈χερσὶν〉 δοῦρα] ὥσπερ ἐπὶ γραφῆς [*](B=) δείκνυσιν ὁποῖος ἦν ὁ Ἔκτωρ εἰσδραμὼν εἰς τὸ τεῖχος. §. τὸ δὲ [*](B=) “ὑπώπια” ἀπὸ μέρους ὅλον δηλοῖ.
465. οὐκ ἄν τις μιν ἐρυκάκοι—νόσφι θεῶν] ἅμα μὲν ἐπαίρει τὰ [*](B=) τοῦ Ἕκτορος, ἅμα δὲ καὶ τεχνικῶς ὑπὲρ Ἕλλήνων ἀπολογεῖται, μὴ δυνηθέντων ἀντισχεῖν πρὸς τὴν εἰσδρομὴν τοῦ Ἕκτορος.
468. * τοί] ἀντὶ τοῦ οὗτοι.
470. * ποιητάς] εὗ πεποιημένας.
ἐσέχυντο] ἐμφαντικῶς τῷ ὀνόματι 〈ἐχρήσατο〉· διὰ στενῆς γὰρ [*](B—) γινομένης τῆς εἰσόδου καὶ ὠστιζομένων τῶν εἰσιόντων καὶ τῶν ἤδη εἰσεληλυθότων ἔπειτα καὶ ἔπειτα φορὰ ὁμοία φαίνεται τοῖς ἀπὸ βραχέος εἰς μείζονα χεομένοις ὑγροῖς.
471. * ἀλίαστος] ἀδιάλειπτος.
[*](1. δικλεῖδας || 2. στρόφιγγα B cf. A: θαιροὺς ‖ 6. βάλλοντος W; βαλόντος ut B ‖ 11. δεινῶν B: δεινὸν ‖ 14. supplevi ex B ‖ 20. ἐκδρομὴν ut B || 21. οὖτοι ; οὔτως ‖ 24. γενομένης B ‖ καὶ τ. : ἢ τ. ut B)