Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
400. τὸν δʼ Αἴας καὶ Τεῦκρος] πιθανῶς ὡς ἀρίστου ἄμφω στο- χάζονται.
τὸν δʼ Αἴας καὶ Τεῦκρος] ὑπὲρ τὴν ἔπαλξιν σκέπτεται Τεῦκρος.
402. * ἀμφιβρότης] τινές, βροτὸν 〈περι〉εχούσης.
[*](B=)ἀλλὰ Ζεὺς κῆρας ἄμυνεν] ἄκρως κἀνταῦθα τῇ προσθήκῃ τὴν ἀποτυχίαν τοῦ Τεύκρου ἰάσατο. καὶ τοῖς βάλλουσι γὰρ χαρίζεται καὶ Πατρόκλῳ σῴζει αὐτόν (Il. 16. 480).
[*](A+)404. * οὐδὲ διαπρό] οὕτως ἡ γραφή.
[*](B=)405. * μεμαῶτα] μετὰ προθυμίας ἐφαλλόμενον.
[*](B=)406. χώρησεν δʼ ἄρα τυτθόν] ἐν τῇ ἀναβάσει δηλονότι.
407. *ἐβούλετο] γράφεται καὶ “ἐέλδετο,” καὶ κάλλιον.
[*](14. προσίεσαν ‖ 16. supplevi ex B ‖ 18. ἔστι B: ἔστει 25. ὑπὸ ‖ 26. βρότον suppl. W, ef. Et. M. 28. βάλλουσι B: καλοῦσι ‖ 33. κάλλιον scripsi: μᾶλλον)410. ἀργαλέον δέ μοι—ῥηξαμένῳ] ἀργαλέον καὶ ῥῆξαι καὶ ὁδο- ποιῆσαι.
412. * ἐφομαρτεῖτον] καὶ “ἐφομαρτεῖτε” καὶ “ἐφαμαρτεῖτε·” [*](A=) οὕτως Ἀρίσταρχος.
413. ὑποδδείσαντες ὁμοκλήν] ἐπὶ δὲ τῶν Ἑλλήνων ἅμα τῷ δέει [*](B=) καὶ αἰδῶ παραλαμβάνει· οὐ γὰρ ὡς τυράννοις ἐξ ἐπιτάγματος ὑπα- κούουσιν οἱ Ἕλληνες.
414. * ἐπέβρισαν] μετὰ βάρους ὥρμησαν.
416. μέγα δέ σφισι φαίνετο ἔργον] ἀνεφαίνετο αὐτοῖς μέγα ἔργον, [*](A + B=) οἷον ἡ μάχη μείζων καθίστατο.
417. οὔτε γὰρ—Λύκιοι] ἀντίθεσις τὸ σχῆμα· ἀκριβῶς γὰρ ἴσα [*](B=) πρὸς ἴσα ἀντιτίθησιν.
421. ἀλλʼ ὥστʼ ἀμφʼ οὔροισι] περὶ ὅρων ἁμιλλῶνται· οὐδὲν γὰρ [*](A-B=) τούτου σχετλιώτερον δοκεῖ τοῖς κτήτορσιν εἶναι. §. “μέτρα” δὲ τὰς [*](B–) ἀκαίνας, ὡς καὶ οὗτοι τὰ δόρατα. §. “ἐπιξύνῳ” δὲ κοινοὺς ὅρους [*](B=) ἐχούσῃ.
423. ὀλίγῳ ἐνὶ χώρῳ] εἰς ἐπίτασιν· οἱ γὰρ πλείονα κεκτημένοι ἴσως καταφρονοῦσιν. §. Ζηνόδοτος δὲ “ὀλίγῃ ἐνὶ χώρῃ” γράφει.
[*](A=)424. διέεργον ἐπάλξεις] τὰ γὰρ ὅρια 〈ἔ〉θεσαν διὰ λίθων· “ἔμ- 〈μ〉εναι οὖρον ἀρούρης ”(Il. 21. 405).
426. λαισήια] ἐξ ἀκατεργάστων βυρσῶν, ἢ τῇ λαιᾷ παλλόμενα [*](A+ B-) Ἀμαζονικά.
428. ὅτῳ στρεφθέντι] οὐκ ἐπὶ φυγήν, ἀλλὰ διʼ ἄλλο τι. §. Ζηνό- δοτος δὲ “ὅτεῳ·” καὶ ἔστιν Ὁμηρικόν.
430. πάντῃ δὴ πύργοι] συνελὼν τὸν περὶ πάντων λόγον ηὔξησε τὴν [*](B=) ἔμφασιν καὶ ἐναργῶς τὸ τεῖχος ᾑμαγμένον δείκνυσιν. §. τὸ δὲ “ἐρράδατο” ἀπὸ τοῦ ῥάζω.
[*](A=)433. ἀλλʼ ἔχον ὥστε τάλαντα] πάλιν τὸ ἰσοπαλὲς τῶν μαχομέ- [*](AB–) νων παρέβαλε ζυγῷ· οὐδὲν γὰρ οὕτως ἀκριβὲς πρὸς ἰσότητα. καὶ ἡ ταλαντεύουσα οὐκ ἔστι δέσποινα οἰκίας—ταύτην γὰρ οὐ λυπεῖ πολ- λάκις τὸ παρὰ βραχὺ ἴσον—ἀλλʼ οὐδὲ θεραπαινίς -οὐ γὰρ αὗται ζητοῦσι τὸ ἀκριβές, ατε δὴ ὑπὸ τοῦ δεσπότου τρεφόμεναι καὶ οὐκ ἐν τῷ διαμαρτεῖν περὶ τὸν σταθμὸν κινδυνεύουσαι περὶ τροφήν— “χερνῆτις” δέ, ἡ χειρὶ τὰ πρὸς τὸ ζῆν πορίζουσα, “ἵνα παισὶν [*](3. textus ἐφομαρτεῖτο//ν pr., -τε sec. || 6. ἐπιταγῆς B ‖ 14. ἰσορροπώτερον δ. B ‖ 22. ἀμαζονικὰ Eust.: ἀσπίδια B, ἀμαζονίκια ‖ 25. δὲ ut textus || 31. αὐταὶ B || 34. χερσὶ B ‖ ποριζομένη B)