Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

635. δύω δʼ ὑποπυθμένες ἦσαν] διπλοῦς ἦν ὁ πυθμήν, ἥσσων ὑπὸ μείζονος περιεχόμενος. ἐκτύπωμα δὲ τοῦ πόλου αὐτὸν εἶναι λέγουσιν. [*](A+ B=) §. Ἀρίσταρχος δὲ τὴν “ὑπό” πρὸς τὸ “ἦσαν” συντάσσει.

[*](B–)

δύω δʼ ὑποπυθμένες] τινὲς ὑφ᾿ ἔν, ἵνʼ ᾖ τὸ “ὑποπυθμένες” ἐπίθετον τῶν πελειάδων, ὡς “ἐριαύχενες ἵπποι” (159).

[*](11. supplevi ex B ‖ 19. ἀκρατίσμμασι ut B: corr. W ‖ 21. αὐτά ‖ 24. supplevi ex B ‖ βαθὺ B, βαρτυτέρας ‖ 25. καὶ τὰς B ‖ 26. supplevi ex B ‖ 27. ἕ. ἰοῦσαι οἳ: corr. Dindorf ‖ 32. δύω textus: δύο)
417

* νεμέθοντο] νέμεσθαι τὰς περιστερὰς εἶπεν, ἐμφαντικῇ χρη- σάμενος τῇ μεταφορᾷ.

636. ἄλλος μέν]ψιλωτέοντὸ “ἄλλος·” οὐ γάρ, ὥς τινες, κατὰ κρᾶσίν [*](A + B-) ἐστι τοῦ 〈ὁ⟩ ἄλλος, ἵν᾿ ᾖ ἐπὶ τοῦ Μαχάονος· ἐχρῆν γὰρ εἶναι ὥλ〈λ〉ος, ὡς τὸ ἄριστος “ὥριστος ” (288) 〈καὶ τὰ〉 ἄλλα 〈ἃ〉 διὰ τῶν ἄρθρων ὁ ποιητής· τινὲς δὲ “ἀλλʼ ὃς μέν,” δασύνοντες τὴν “ὅς” καὶ πάλινἐπὶ τοῦ Μαχάονος ἐκδεχόμενοι· ἀλλʼ οὐδέποτε τῷ ὅς ἀντὶ τοῦ ὅ χρῆται, τὸ δὲ ἐναντίον, οὐ〈δὲ⟩ δεῖται αὐτὸν τραυματίᾳ παρεικάζειν· ἄμεινον οὖν ἀορίστως δέχεσθαι τὸ “ἄλλος” πρὸς ἔπαινον τοῦ γέροντος· θέλει γὰρ εἰπεῖν, ὅτι παντὸς νέου σωφρονέστερον ἐβάσταζε τὸ ποτ〈ήρι〉ον ὁ Νέστωρ· ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ “γέρων” (637), ἵνʼ ᾖ, ἄλλος μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων Νέστωρ ἀμογητί· καὶ ἀλλαχοῦ περὶ αὐτοῦ φησιν “ἐπεὶ οὐ μὲν ἐπέτραπε γήραῖ λυγρῷ” (Il. 10. 79)· ἢ διὰ τὸ κατὰ διάμετρον αἴρεσθαι τὸ δέπας· οἱ γὰρ περὶ Ἀρίσταρχον ω εἶναι τὸ ποτήριον· διὸ καὶ δ΄ 〈τὰ〉 ὦτα· τὰ γὰρ ἀπλᾶ ἄμφωτα καλεῖ (Od. 22. 10). τινὲς δέ· αἱ “ὑποπυθμένες” (635) ὑποβάσεις αὐτῷ δύο ἦσαν πελειάδες· διὸ καὶ “μογέων.” διπλοῦ γὰρ ὄντος κατὰ διάμετρον ἔδει αἴρειν· καὶ ἴσως πρὸς τὸ ἀμερίμνως καὶ ἀθροῦν πίνειν.

637. *ὁ γέρων ἀμογητὶ ἄειρεν] τὰ γὰρ ἄχθη οὐχ οἱ ἰσχυροί, ἀλλ᾿ [*](B +) οἱ ἔμπειροι φέρουσιν.

639. οἴνῳ Πραμνείῳ] οἳ μὲν μέλανι, οἳ δὲ ⌈πρ⌋αΰνοντι τὸ μένος, οἳ [*](AB +) δὲ μονίμῳ· οἳ δὲ ἐν Ἰκάρῳ πέτραν Πράμνην, ἐν ᾗ πρῶτον ἔφυ ἄμπελος.

640. * πάλυνεν] ἐπέπασσεν.

642. * πολυκαγκέα] πολλὴν ξηρότητα ἔχουσαν· ὅθεν καὶ κάγκανα [*](B=) ξύλα (Il. 21. 364) τὰ ἄγαν ξηρά.

643. μύθοισιν τέρποντο] πρὸς παραμυθίαν τοῦ τραυματίου.

645. τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο] διὰ τὸν καιρόν — [*](B-) διδάσκει οὖν καὶ γέροντας εἴκειν νέοις πρὸς ὄφελος—καὶ ὅτι ἤλπιζεν ἐξ Ἀχιλλέως αὐτὸν ἥκοντα χρηστόν τι ἐρεῖν.

647. ἑτέρωθεν ἀναίνετο] προφασίζεται σπουδήν, ἵνα καὶ μένων [*](B=) χαρίζηται καὶ μὴ μένων ἀνέγκλητος ᾖ. §. ἡ δύναμις τούτου τοῦ λόγου ἐποίησεν αὐτὸν μένειν.

[*](6. ἀλλʼ ὃς A: ἀλ ‖ 7. τῷ ὅς et ὅ scripsi cf. Athem. XI 493a: τὸ ως et ο ‖ 8. οὐ δεῖ δὲ A || 10. supplevi ex Eust. p. 870, 46 ‖ σὺν τῷ ποτῷ ante ὁ add. Eust. ‖ 14. αἴρεσθαι Eust.: αἱρεῖσθαι ‖ τόδε πᾶς ‖ ω μέγα Eust. ‖ 15. suppl. W || 18. ἄνειν ‖ ἀπεριμερίμνως καὶ ἀθρόως Eust. || 21. τὸ μένος etiam Et. M.: τὰς φρένας A D ‖ 22. Καρία A, Ἰκαρίᾳ D ‖ 24. κάγκανα B: κάνκανα ‖ 31. χαρίζοιτο ‖ εἴη)
418

648. οὐχ ἕδος ἐστίν] ἀντὶ ἕδους, ὡς “τρίπος” (Il. 22. 164).

649. νεμεσητός] Ἀρίσταρχος μεμψίμοιρος· οἳ δὲ ἑκάστῳ τὸ δέον νέμων· ὅθεν καὶ νέμεσις. ἵνα οὖν μὴ δόξωσιν ἀμελεῖν αὐτοῦ, ταῦτά φησιν.

[*](A=)

652. πάλιν ἄγγελος] τινὲς ὑφʼ ἓν “παλινάγγελος,” οὐχ ὑγιῶς.

[*](B=)

654. τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο] “ἀναίτιον” πρὸς τὸ “νεμεσητός” (649). ἐπιτείνει δὲ αὐτοῦ τὸ θυμικόν, συγγνώμην ἑαυτῷ ποριζόμενος τοῦ μὴ πεῖσαι αὐτόν.

[*](B=)

656. τίπτε τʼ ἄῤ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται] διὰ τί οἰκτίζει τοὺς τετρωμένους, ἀγνοῶν τὴν παντελῆ ἀπώλειαν; διὰ τί τὸ κατʼ ἄνδρα ἐλεεῖ μὴ εἰδὼς τὸ πᾶν Ἀχιλλεύς, ὅτι δὲ ἐλεεῖ, δῆλον ἐξ ὧν Πάτροκλον ἔπεμψεν.

[*](B=)

τίπτε τ᾿ ἄῤ ὧδʼ Ἀχιλεύς] πιθανῶς οὐ κωλύει αὐτὸν τῆς σπουδῆς, ἄρ- χεται δὲ λόγων, εἰδὼς ὡς αἰδούμενος οὐ καταλείψει αὐτοὺς ἡμιτελεῖς.

[*](A+)

657. οὐδέ τι οἶδεν πένθος] ἀρχαία ἡ φράσις.

659. * ἐν νηυσὶν κέαται] πρὸς τὸ ἄπρακτον.

[*](A+)

* βεβλημένοι οὐτάμενοί τε] πρὸς τὸ διάφορον.

660. * Τυδείδης] ἴσως πρῶτον ὡς πολέμιον καταλέγει.

661. ἠδʼ Ἀγαμέμνων] οὐκ εἶπεν ἐπίθετον Ἀγαμέμνονος, ὡς ἀπεχθανομένου Ἀχιλλεῖ. τοιοῦτος δέ ἐστιν ὁ λόγος· “καὶ ὁ ἐχθρὸς αὐτῷ δυστυχεῖ.ʼ

663. τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον] ἦθος ἐμφαίνει ἡ ἀντωνυμία διὰ τῆς δείξεως δηλοῦσα, ὅτι ὁ γέρων τὸν νέον διέσωσεν ἐκ τῆς μάχης.

[*](B=)

664. αὐτὰρ Ἀχιλλεὺς ἐσθλὸς ἐών] δυνατός, τουτέστι δυνάμενος οὐκ ἐλεεῖ· εὖ δὲ καὶ τὸ “Δαναῶν” καὶ μὴ Ἀγαμέμνονος φάναι· ἐάσας γὰρ τὸν αἴτιον τῆς ὀργῆς τοὺς ἐλεεινοὺς προβάλλεται.