Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

393. * τοῦ δὲ γυναικός] ἐπεξεργασία ποιητική.

395. οἰωνοὶ δὲ περίπλεες ἠὲ γυναῖκες] οὐκ ἔστιν ὅμοιον τῷ “γύ- πεσ〈σ〉ιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν” (162)· τὸ γὰρ “ἠὲ γυναῖκες τὴν ἀκολασίαν ἐλέγχει ΙΠάριδος, ὡς πλείοσι γυναιξὶ χρωμένου. §. οὐκ [*](AB+) ἔστι δὲ σύνθετον τὸ “περίπλεες,” ἰλλὰ κατὰ παράθεσιν ἡ “περί.”

[*](B=)

396. Ὀδυσεὺς –ἐγγύθεν ἐλθὼν ἔστη] τὸ φιλικὸν πάλιν τοῦ Ὀδυσσέως ὁρᾶται καὶ τὸ ἀξιόπιστον Διομήδους δείκνυται. εὐπρεπῶς γὰρ οὐχ ὁ Διομήδης ἐπὶ τοῦτο παρακαλῶν τινα φαίνεται· διὰ δὲ τὸν καιρὸν οὐχ οἱ δύο καταγίνονται περὶ τὴν τοῦ ἑνὸς θεραπείαν.

401. οἰώθη δʼ Ὀδυσεύς] ἀγῶνας πάλιν κινεῖ ἐπὶ τῷ Ὀδυσσεῖ· ὥστε ἐκ παντὸς συνέχει τὸν ἀκροατήν.

[*](B=)

403. εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὦ μοι ἐγώ, τί πάθω] ποίη- [*](4. παρʼ Ἀθ. ὁ κρ. Eust.: καὶ Ἀθηναῖοι τὸν κρωβύλον ‖ 5. ὄθειν ‖ 10. παρ- θενοπία ut A ‖ ὅψιν ante ἐ. supplet Lehrs ‖ 11. τὸ B: τὰ ‖ προκαλεῖσθαι B: προσκαλεῖσθαι ‖ 14. σὺ πληγὴν B: ἡ πληγὴ ‖ 15. πάγη B, κατέπηκτο Eust. ut textus ‖ 16. μἡ ἐμποιοῦν B 18. τὸ ante πολὺν omisi ‖ 26. περίπλεες A: περὶ πλέες ‖ 27, 31. Ὀδυσσεὺς ‖ 29. τοῦτο B: τοῦτον)

403
τικῶς τὰ ἐνθυμηθέντα ὡς εἰρημένα διατυποῖ. ἅμα δὲ καὶ διδάσκει, ὅτι οὐ μανικῶς ὁρμᾶν δεῖ εἰς τὰ δεινά.

405. αἴ κεν ἀλώω μοῦνος] ζωγρηθῶ καὶ αἰχμαλωτισθῶ παρὰ [*](B=) πάντας· οὐδεὶς γὰρ Ἑλλήνων τοῦτο πέπονθεν.

407. ἀλλὰ τίη μοι ταῦτα] χρησίμως πρὸς τὴν οἰκονομίαν ἔχει [*](Β=) τὰ τοῦ ἐπιλογισμοῦ τῷ Ὀδυσσεῖ· ἐπειδὴ γὰρ ναυμαχίαν βούλεται εἰσάγειν ὁ ποιητής, προτιτρώσκει τοὺς ἀρίστους· ἄτοπον γὰρ 〈ἂν〉 ἦν παρόντων καίεσθαι τὰς ναῦς.

408. * ἀποίχονται] ἄπωθεν οἴχονται.

409. μάχῃ ἔνι] τὸ “μάχῃ ἔνι” πρὸς ἄμφω δύναται.

τὸν δὲ μάλα χρεώ] δύο μέρη λόγου τὸ “τὸν δέ,ʼ ὧς φησιν Ἀλεξίων· [*](Α+) σπανίως γὰρ αὕτη ἡ ἀντωνυμία ἐπεκτείνεται παρὰ τῷ ποιητῇ. §. τελεία δὲ εἰς τὸ “κρατερῶς” (410).

413. ἔλσαν δʼ ἐν μέσσοισι] δεινὴ ἡ ἀγωνία· οὐδὲ γάρ, εἰ θέλοι [*](B=) ὑποχωρεῖν, ἔξεστιν αὐτῷ. §. ψιλωτέον δέ· Αἰολικὴ γάρ ἐστιν ἡ κλίσις [*](A–) παρὰ τὸ ἐλάω· οὐ γὰρ τοῦ ἔλασάν ἐστι συγκοπή.

μετά σφισι πῆμα τιθέντες] διὰ τῆς ἀναφωνήσεως ἀνακτᾶται τὸν ἀκροατήν· λίαν γὰρ αὐτὸν ἐξεφόβησεν· φησὶν οὖν, ὅτι ἐπὶ τῷ ἑαυ- τῶν κακῷ ἐκύκλωσαν τὸν Ὀδυσσέα.

μετά σφισι] Νικάνωρ διαστέλλει τὸ “σφίσι” τῶν ἑξῆς. §. [*](A -) ὀρθοτονητέον δὲ τὸ “σφίσι.ʼ”

414. ὡς δʼ ὅτε κάπριον] ἐναργὲς τὸ παράδειγμα πρὸς τὸ καθʼ ἕνα [*](B=) μὲν ὑπερέχειν τῶν κυκλωσάντων, ὀχλεῖσθαι δὲ τῷ πλήθει.

416. θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν] συμπαρατρί- [*](B=) βει γὰρ τὸ γένειον ἀκονῶν τὸν ὀδόντα· σὺ γὰρ ἐπὶ τὸ δάκνειν ὁ κάπρος ὁρμᾷ, ἵνα ἀναστε〈ί〉λῃ τὰς γένυς, τῇ δὲ ἐμβολῇ μόνον ἀμύνεται.

θήγων]καὶτοῦτοἐμφερές· καὶοὗτοςγὰρ λογισμῷπροπαρεσκεύασται.

[*](Β=)

417. * κόμπος ὀδόντων] εἰκότως· κενοὶ γάρ εἰσιν.

418. “νῦν τὸ “ἄφαρ” ἀντὶ τοῦ ῥμδίως.

421. ὥμον ὕπερθεν] στιγμὴ εἰς τὸ “ὕπερθεν.” τινὲς “ὕπερθεν [*](A B–) ἐπάλμενος,” ἐκ τοῦ ἄνωθεν μέρους ἐφαλλόμενος, τοῦ κατὰ τὴν ὑψηλοτάτην ἐπιφάνειαν.

422. * νόωνα] καὶ “Ἀντίλοχος δὲ νόωνα” (Il. 13.545).

[*](2. μαντικῶς B ‖ 3. αἱ κεν textus: εὶ καὶ ‖ 11. φ. Τυραννίων A recte ‖ 22. ἐνεργές B ‖ 24. γναπτήσι textus ‖ γένυσσι textus: γένοισι ‖ 26. sup. plevi ex B ‖ 27. προπαρασκεύασται ‖ 31. μετάλμενος B ‖ ἐφαλλόμενος A, ἀρθείς B: ἀφαιρούμενος || 33. Ἀντίλοχος scripsi: Αἰνείας)
404
[*](A+)

∗Ἔννομον] “λρόμις ἤρχε καὶ Ἔννομος” (Il. 2. 858).

[*](A+)

424. πρότμησιν] ἅπαξ εἴρηται Ὁμήρῳ· ἔστι δὲ ὁ κατὰ τὸν ὀμφαλὸν τόπος, ὃν λέγομεν ἡμεῖς ἦιρον.

[*](A+ B=)

πρότμησιν] οἳ μὲν ἀπὸ τῆς ἥβης ἄχρι τοῦ ὀμφαλοῦ, ἐπεὶ καὶ τοῦτο ἱερουργεῖται, οἳ δὲ τὴν ὀσφύν, ἣν οὐδαμοῦ τιτρώσκει ὁ ποιητής, ὅτι τοῖς θεοῖς δίδοται αἴτιον ὃν ζωογονίας καὶ σπερμάτων. §. “κατὰ πρότμησιν” διὰ τοῦ σ. ἔν τισι κεῖται τὸ τ.

[*](AB-)

425. ἀγοστῷ] τῇ δρακί, παρὰ τὸ ἄγειν· οἳ δὲ τῇ ἀγκάλῃ, οἱ δὲ ἀγκῶνι τὸ “ἀγοστῷ·” νῦν δὲ οὐ δύναται ἀγκῶνι· τίς γὰρ ἀγκῶνι δράσσεται γῆς;

[*](B=)

427. * εὐηγενέος] εὐφυοῦς τῷ σώματι.

[*](B=)

430. πολύαινε] πιστὸς ὁ ἐκ πολεμίων ἔπαινος· ἢ εἰρωνεύεται· ἢ παρὰ τὸ αἰνὸν ἡ σύνθεσις.

δόλων ἅτʼ ἠδὲ πόνοιο] καὶ ἐν Ὀδυσσείᾳ (3. 121) φησὶν “ἐνίκα δῖος Ὀδυσσεὺς παντοίοισι δόλοισι,ʼ ὥστε ἄμφω ἑνὸς τὰ σωμάτια (scil. Il. et Od.)· σωματικὰ δὲ καὶ ψυχικὰ ἐπαινεῖται Ὀδυσσέως.

[*](B=)