Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
376. οὐδʼ ἄρα μιν ἄλιον] “μίνʼ” ἀντὶ τοῦ αὐτοῦ, ὡς τὸ “τὸν τρισ-. καιδέκατον μελιηδέα θυμὸν ἀπηύρα” (Il. 10. 495) ἀντὶ τοῦ αὐτοῦ.
378. ἐν γαίῃ κατέπηκτο] ἐναργῶς πάνυ· διʼ ὅλου δὲ φυλάσσεται περὶ τὰς πληγὰς ποικιλίαν ὁ ποιητής.
μάλα ἡδὺ γελάσ〈σ〉ας] κεχυμένως· καὶ ἐπὶ 〈τῶν〉 μνηστήρων “γέλω ἔκθανον” (Od. 18. 100)· ἐπὶ δὲ Ὀδυσσέως “ἐπιμειδήσας” (Od. 22. 371) καὶ “μειδιόων βλοσυροῖσι προσώπασι” (Il. 7. 212).
379. ἐκ λόχου ἀμπήδησε] εὗ τὸν ἐκ τοῦ ἀφανοῦς τοξεύοντα ἐκ [*](B=) λόχου ἀναπηδῆσαί φησιν.
εὐχόμενος ἔπος ηὔδα] ἀσχημόνως πάνυ ὡς μέγα τι κατωρθωκώς [*](B-) βοᾷ· κατακρύψας γὰρ ἑαυτὸν ἔνα ἔτρωσεν, ἀλλʼ οὐδὲ τοῦτον ἀνεῖλεν. οἷα καὶ πρόσθεν αὐτοῦ ἔργα· φευγόντων Ἑλλήνων ἵππον ἀναιρεῖ, καὶ τοῦτον πρεσβύτου (Il. 8. 81).
382. οὕτω κεν—Τρῶες ἀνέπνευσαν] διʼ ὧν ἑαυτοῦ τὴν πληγὴν αὔξει, λανθάνει καταβάλλων τὸ κοινόν.
383. οἵ τε σε πεφρίκασι] ὡς δειλὸς καὶ περὶ τὥν ἄλλων ὑπείληφεν [*](A-B=) ὡς φοβουμένων. ἔστι δὲ καὶ ἀνοήτου ἐλέγχειν τοὺς οἰκείους ἐπὶ τῶν πολεμίων. §. “ μηκάδες” δὲ κατὰ μίμησιν τῆς φθογγῆς.
[*](A+)385. * τοξότα λωβητήρ] δύναται καθʼ ἓν στιγμὴ καὶ εἰς δύο.
[*](Α+)τοξότα λωβητήρ] ἀλλαχοῦ “ποῦ τοι τόξον” (Il. 5. 171). ἢ τοὺς ἀγχιμάχους 〈μόνους〉 ἐπῄνει.
τοξότα] ἀλλὰ καὶ οἱ θεοί, φασί, τοξόται, καὶ τῶν ἡρώων οἱ κρά- [*](Β=) τιστοι, Απόλλων, Ἄρτεμις, Ἡρακλῆς, Ἴδας, Εὔρυτος, καὶ ἐν τοῖς εἰς Ἴλιον στρατευομένοις ἀηριόνης, Φιλοκτήτης, Τεῦκρος. οὐχ ὅτι τοξότης, ὀνειδίζει, ἀλλʼ ὅτι δὴ φαῦλος τοξότης· τοῦτο γὰρ ἐμφαίνει τὸ “λωβητήρ. §. εἶταπάλιν ὺφʼ ἓν τὸ“κέρᾳ ἀγλαὲ παρθενοπῖπα,” ὦ [*](Β–) τῇ τριχὶ κάλλιστε ἐπὶ ἀπάτῃ παρθένων· οὐ γὰρ καθʼ ἑαυτὸ τὸ κομᾶν κακόν ἐστιν.
κέρᾳ ἀγλαέ] “κέρ” σὺν τῷ ι ἡ παράδοσις, δοτικὴν ἐκδεχομένη· [*](A+ B -) [*](4. πῆχυν cf. A Eust. ‖ 7. μελιειδέα ‖ 10. suppl. W 15. κατορθωκὼς: corr. rec. ‖ 20. λαμβάνει: corr. Bekker 22. ἀνοήτωντὸ B ‖ 20. δἐ] post ὅτι add. B)
ἄλλως: κέρᾳ ἀγλαέ] τῇ τριχί· ὅθεν καὶ κείρειν· Ἀριστοτέλης δὲ “ὦ τῷ τόξῳ σεμνυνόμενε.ʼ
παρθενοπῖπα] καλῶς οὔ φησι γυναικομανές, ἵνα μὴ ὑπομνήσῃ Ἑλένης· καὶ ἄλλως πικροτέρα ἡ κατηγορία, εἰ καὶ μέχρι τῶν κατα- κλείστων παρθένων ἡ τοῦ Ἀλεξάνδρου ἀπάτη φθάνει. §. τινὲς δὲ γρά- [*](A=) φουσι “ παρθενοπῖα,” παρθένοις ἐοικώς.
[*](B=)386. * γενναῖον τὸ πάσχοντα αὐθωρὸν προκαλεῖσθαι τὸν βαλόντα.
388. νῦν δέ μʼ ἐπιγράψας] Ἑλληνικὸν τὸ ἐπικρύπτειν πρὸς ἐχ- θροὺς τὴν συμφοράν. ὃ δὲ καὶ γυμνοῖ τὴν δειλίαν τῶν ἑταίρων (383).
[*](B=)* ἄκρως οὐ πληγήν, ἀλλʼ ἐπιγραφήν φησιν· ὁ δὲ ποιητὴς τἀληθὲς λέγων ἔφη “διὰ 〈δʼ ἀ〉μπερὲς ἰὸς ἐν γαίῃ ἐπάγη” (377).
[*](A– B-)390. κωφὸν γὰρ βέλος] μεταφορικῶς αἴσθησιν μὴ ποιοῦν, οἳ δὲ ἄηχον—“κύματι κωφῷ” (Il. 14. 16) —τὸ γὰρ πεμπόμενον μετὰ βίας ἔχει πολὺν ἐφελκόμενον τὸν ἀέρα.
392. *αἶψα τίθησιν] Ἀρίσταρχος “ἄνδρα τίθησιν.”
393. * τοῦ δὲ γυναικός] ἐπεξεργασία ποιητική.
395. οἰωνοὶ δὲ περίπλεες ἠὲ γυναῖκες] οὐκ ἔστιν ὅμοιον τῷ “γύ- πεσ〈σ〉ιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν” (162)· τὸ γὰρ “ἠὲ γυναῖκες” τὴν ἀκολασίαν ἐλέγχει ΙΠάριδος, ὡς πλείοσι γυναιξὶ χρωμένου. §. οὐκ [*](AB+) ἔστι δὲ σύνθετον τὸ “περίπλεες,” ἰλλὰ κατὰ παράθεσιν ἡ “περί.”
[*](B=)396. Ὀδυσεὺς —ἐγγύθεν ἐλθὼν ἔστη] τὸ φιλικὸν πάλιν τοῦ ʼὈδυσσέως ὁρᾶται καὶ τὸ ἀξιόπιστον Διομήδους δείκνυται. εὐπρεπῶς γὰρ οὐχ ὁ Διομήδης ἐπὶ τοῦτο παρακαλῶν τινα φαίνεται· διὰ δὲ τὸν καιρὸν οὐχ οἱ δύο καταγίνονται περὶ τὴν τοῦ ἑνὸς θεραπείαν.
401. οἰώθη δʼ Ὀδυσεύς] ἀγῶνας πάλιν κινεῖ ἐπὶ τῷ Ὀδυσσεῖ· ὥστε ἐκ παντὸς συνέχει τὸν ἀκροατήν.
[*](B=)403. εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὦ μοι ἐγώ, τί πάθω] ποίη- [*](4. παρʼ Ἀθ. ὁ κρ. Eust.: καὶ Ἀθηναῖοι τὸν κρωβύλον 5. ὅθειν ‖ 10. παρ- θενοπία ut A ὅψιν ante ἐ. supplet Lehrs 11. τὸ B: τὰ‖ προκαλεῖσθαι B: προσκαλεῖσθαι 14. σὺ πληγὴν B: ἡ πληγὴ 15. πάγη B, κατέπηκτο Eunt. ut textus 16. μὴ ἐμποιοῦν B 18. τὸ ante πολὺν omisi 26. περίπλεες A: περὶ πλέες 27,.31. Ὀδυσσεὺς ‖ 29. τοῦτο B: τοῦτον)
ἄλλως: κέρᾳ ἀγλαέ] τῇ τριχί· ὅθεν καὶ κείρειν· Ἀριστοτέλης δὲ “ὦ τῷ τόξῳ σεμνυνόμενε.ʼ
παρθενοπῖπα] καλῶς οὔ φησι γυναικομανές, ἵνα μὴ ὑπομνήσῃ Ἑλένης· καὶ ἄλλως πικροτέρα ἡ κατηγορία, εἰ καὶ μέχρι τῶν κατα- κλείστων παρθένων ἡ τοῦ Ἀλεξάνδρου ἀπάτη φθάνει. §. τινὲς δὲ γρά- [*](A=) φουσι “ παρθενοπῖα,” παρθένοις ἐοικώς.
[*](Β=)386. * γενναῖον τὸ πάσχοντα αὐθωρὸν προκαλεῖσθαι τὸν βαλόντα. νῦν δέ μʼ ἐπιγράψας] Ἑλληνικὸν τὸ ἐπικρύπτειν πρὸς ἐχ- θροὺς τὴν συμφοράν. ὃ δὲ καὶ γυμνοῖ τὴν δειλίαν τῶν ἑταίρων (383).
[*](B=)* ἄκρως οὐ πληγήν, ἀλλʼ ἐπιγραφήν φησιν· ὁ δὲ ποιητὴς τἀληθὲς λέγων ἔφη “διὰ δʼ ἀ〉μπερὲς ἰὸς ἐν γαίῃ ἐπάγη” (377).
[*](A- B-)390. κωφὸν γὰρ βέλος] μεταφορικῶς αἴσθησιν μὴ ποιοῦν, οἳ δὲ ἄηχον—“κύματι κωφῷ” (Il. 14. 16) —τὸ γὰρ πεμπόμενον μετὰ βίας ἔχει πολὺν ἐφελκόμενον τὸν ἀέρα.
392. αἷψα τίθησιν] Ἀρίσταρχος “ἄνδρα τίθησιν.”