Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
544. εἶπʼ ἄγε μ’, ὦ πολύαινʼ Ὀδυσεῦ] Διομήδεα ἐάσας τὸν προη- γουμένως ἀποσταλέντα παρʼ Ὀδυσσέως πυνθάνεται ὡς συνετωτέρου.
[*](Α+)545. * τινὲς στίζουσιν εἰς τὸ “λάβετον” §. τινὲς “ καταδύντε ” δυϊκῶς.
[*](Α+)546. ἢ τις σφωὲ πόρεν] ἐγκλιτέον τὴν “ σφωέ” τρίτου προσώπου [*](Α+) οὗσαν. §. οὕτως Ἀρίσταρχος· Ζηνόδοτος δὲ “σφῶι.”
[*](B=)ἤ τις σφωὲ πόρεν] εὐφραντικὰ τοῦ ἀκροατοῦ. ἢ διὰ τὸ κάλλος, ἢ διὰ τὸ ἀμήχανον εἶναι δύο εἰς κατασκοπὴν ἀπελθόντας καὶ λάφυρα κομίσασθαι.
[*](B=)547. 〈ὅππως τούσδʼ ἵππους λάβετον — αἰνῶς ἀκτίνεσ〈σ〉ιν 〈ἐοικότες)] διὰ τῆς μεταβάσεως τῶν πτώσεων τὸ τοῦ θαυμάζειν ὁρᾶται μέγεθος, ὡς κἀκεῖ· “τοῦ δὴ καλλίστους ἵππους ἴδον ἤδὲ μεγίστους, 〈λευκότεροι χιόνος)” (436).
[*](Α+)ἀκτίνε〈σ〉σιν ἐοικότες] λείπει τὸ εἰσίν.
548. * ἐπιμίσγομαι] ὁ Ἰξίων “ἀναμίσγομαι.”
552. σφωὲ φιλεῖ νεφεληγερέτα Ζεύς] κεχαρισμένα ταῦτα τοῖς ἀκούουσιν.
[*](B=)556. ῥεῖα θεός γʼ ἐθέλων] αἰδημόνως οὐκ ἀνασκευάζει τὴν ὑπόνοιαν τοῦ γέροντος, ἀλλʼ αὔξει μᾶλλον τὰ θεῶν εὐσεβῶς.
[*](B=)558. ἵπποι δʼ οἴδε-Θρηίκιοι] ἀπὸ τῶν ἵππων ἀρξάμενος δικαίως Ῥῆσον καὶ Θρᾷκας συνῆψεν, εἶτα Δόλωνα, ἀναστρέφων τὴν διήγησιν. ἅμα δὲ καὶ αὔξει· τὸ γὰρ λέγειν, ὅτι παρὰ Δόλωνος μαθόντες τὸ [*](5, 6. ἀπευκταίων B ‖ 16, 18, 27. σφῶε ‖ 19. εἰς σκοπήν B ‖ ἀπελθόντας B: ἀπελθόντων ‖ 22. θαυμάζοντος ut B ‖ 23. εἰδον ‖ 30. μᾶλλον B: μόνον)
559. τὸν δέ σφιν ἄνακτα— Διομήδης ἔκτανε] οὐδὲ ἐν τῇ ἀπε- [*](B=) λάσει τῶν ἵππων ἑαυτὸν 〈συμ〉περιλαμβάνει.
560. πάντας ἀρίστους] οὐ γὰρ ἂν συνεκοιμῶντο τῷ βασιλεῖ.
[*](B=)561. τὸν τρισκαιδέκατον] πῶς τοῦ Ῥήσου καὶ τῶν δώδεκα ἑταίρων [*](A + B=) συναριθμουμένων τρισκαιδέκατός ἐστιν ὁ Δόλων ; δῆλον οὖν, ὅτι τὸν Ῥῆσον κατʼ ἐξοχὴν ὑπεξεῖλεν.
σκοπὸν εἵλομεν] ἐκοινώνησε γὰρ τῷ φόνῳ τοῦ Δόλωνος. ἐπιεικὲς [*](Β=) δὲ κἀν τούτῳ ἐμφαίνει ἦθος Ὀδυσσεύς· οὐ γὰρ εἶπεν ἐκτείναμεν, διὰ τὸ ὑπὸ τοῦ Διομήδους πληγέντα θανεῖν τὸν Δόλωνα, ἀλρʼ “εἵλομεν,” ὅ ἐστιν ἐλάβομεν.
562. τόν ῥα διοπτῆρα στρατοῦ] ὑπόνοιαν δίδωσι καὶ περὶ τῶν [*](B=) ἄλλων ὧν μεμάθηκε παρὰ Δόλωνος, ἃ σιωπᾷ διὰ τὸν καιρόν.
564. ὣς εἰπὼν τάφροιο διήλασε] καλῶς ἀνεῖρξε τῶν πολλῶν τὰς [*](B=) ἐρωτήσεις, τῆς πρὸς τὰς ναῦς ἄρξας ἐπανόδου. §. 〈“καγχαλόων” [*](B=) (565)〉· οὐ γὰρ τοσαύτην κίνησιν ἔχει τὰ λυπηρά, ὅσην τὰ ἡδέα.
568. φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι] αὐτοῦ γὰρ τὸ [*](B-) κατόρθωμα, καὶ νησιώτης ὢν οὐκ οἶδεν ἵππους Ὀδυσσεύς. ὡς δὲ δεισι- δαίμων τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει.
571. ὄφρʼ ἱρὸν ἑτοιμασ〈σ〉αίατο] ἀντὶ τοῦ ἑτοιμάσαιντο, ὡς [*](B–) “ἐμθίατο” (Il. 1. 251).
ὄφρ’ ἱρόν] ἀντὶ τοῦ ἕως. ὁ δὲ νοῦς, ἕως 〈ἄν) εὐπορήσαντες ἱερείων [*](B=) ἀναθῶσιν αὺτὰ τῇ θεῷ.
573. ἐσβάντες] βραχεῖα διαστολὴ εἰς τὸ “ἐσβάντες.” καὶ [*](ΑΒ=) κοινὸν τὸ “ἀμφί,” τὸν ἀμφὶ τὰς κνήμας ἱδρῶτα καὶ τὸν λόφον.
576. * ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας] ἤλλακται ἡ τάξις.
577. τὼ δὲ λοεσσαμένω] διὰ τὸν κάματον θεραπείας αὐτοῖς τοῦ [*](B=) σώματος ἔδει, ἄλλως τε καὶ μέλλουσιν ἐπὶ τὸν πόλεμον ἐξιέναι.
578. δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ] κατὰ τὸ σιωπώ- [*](B=) μενον τὸ ἱερεῖον σφάξαντες ἀνατιθέασι τὰ δῶρα, ὕστερον 〈δὲ εὐω- χοῦνται〉. §. τέως δὲ νῦν ἐκ τῶν παρόντων προσφέρουσιν.
579. *ἀφυσσάμενοι] διὰ τοῦ ο “ἀφυσσόμενοι.”
[*](3. τῶν δέ σφʼ ‖ 4. συμπεριέλοβεν B ‖ 5. ἄλλοι post ὄν supplet W ‖ 9. ἐπιεικἐς B: ἐπιεικῶς ‖ 16. πρὸς scripsi: περὶ ut B ‖ suppl. W ‖ 17. τὰ ἡδέα ὀ. τὰ λυπηρά, cf. B ‖ ὅσην Bekker, ὁπόσην B: ὅσον ‖ 19. εἰδεν; corr. Bekker ‖ 24. τῷ ‖ 26. ἱδρῶ B ‖ 31, 32. supplevi ex B)