Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

13. αὐλῶν συρίγγων τʼ ἐνοπήν] τινὲς “αὐλῶν συρίγγων,” ἵνʼ ᾖ εἶδος αὐλοῦ ἡ σῦριγξ· ἀλλὰ καὶ ἐν τῇ Ὁπλοποιίᾳ φησὶν “αὐλοὶ σύριγγές τε” (Il. 18. 495). §. οὐχʼ Ἑλληνικὸν δὲ οἱ αὐλοί· οὔτε γὰρ Φαίακες οὔτε μνηστῆρες οὔτε εἰς τοὺς γάμους Ἑρμιόνης (Od. 4. 17) οὔτε Πηνελόπης (Od. 23. 143) ἐχρῶντο τούτοις. τὴν βαρβάρων δὲ ἄγνοιαν κωμῳδεῖ ἐν τοιούτῳ καιρῷ μουσικευομένων ἐπὶ τοσούτων πτωμάτων καὶ οὐ μᾶλλον τῷ κοιμᾶσθαι ποριζομένων ἰσχὺν εἰς τὴν αὔριον.

[*](B -)

14. καὶ λαὸν Ἀχαιῶν] πανταχόθεν τὸ ἐναντίον ὁρῶν ἐδυσφόρει· εἰ δὲ καὶ ἀνδραποδώδη ποιεῖ, τὸν σκότον ἔχει προκάλυμμα· οὐκ ἐπεξῆλθε δέ, ὅσα περὶ τοὺς Ἕλληνας ἦν δεδοικότας, ἀλλ᾿ ἠρκέσθη τῇ [*](3. λεπτομερέστερον B ‖ 4. ἡ γυρίς B ‖ iteratur *ἐπάλυνεν] ἐπέλασσεν (corr. ἐπέπασσεν) ‖ 11. σοφιστὴς post Φ. add. A ‖ 16. lemmati prae- scripsit sec. λύσις ‖ 30. οὐ scripsi: μὴ ‖ 34. δεδοικώς B)

343
τῶν εὐημερούντων διαθέσει ἐμφῆναι τὴν τῶν δυστυχούντων κατά- στασιν· ἀεὶ γὰρ φιλέλλην ὁ ποιητής.

17. βουλή] τὸ προνοητικὸν αὐτοῦ καὶ-ἐν ταῖς συμφοραῖς δηλοῦται [*](A B=) μὴ ἀποφάσκοντος τοῖς δεινοῖς.

18. Νέστορʼ ἐπὶ πρῶτον —ἐλθέμεν] ὅτι καὶ ἐν τοῖς δεινοῖς δεῖ [*](Α Β–) καταφεύγειν εἰς σοφίαν· αὐτουργεῖ δὲ δυσωπῶν αὐτόν, ὅπως τοῦ βασιλέως τε καὶ τοῦ γέροντος διαφοιτώ〈ν〉των ὑπακούσωσιν οἱ λοιποί. πρὸ ὀλίγου δὲ χωρισθεὶς ὡς ἂν εἰς ἰατροῦ νοσῶν θέλει φοιτᾶν πάλιν, ὥς που καὶ Εὐφορίων φησίν· “πολλάκι οὑ κλισίῃσι πυληγενέεσσί τε νηυσὶν ἐννύχιοι πίλναντο, νόσων ἅπερ ἰητῆρος” (fr. 59 M.).

20. * ἥτις ἀλεξίκακος] ὑψοῖ τὰ τῆς βουλῆς λίαν.

23. * δαφοινόν] λίαν φονευτικόν· τινὲς δὲ πυ〈ρ〉ρόν.

[*](B=)

ἑ〈έ〉σσατο δέρμα λέοντος] τινὲς ἐκ τούτου χειμέριόν φασι τὸν [*](B=) καιρόν, πρὸς σκέπην γὰρ ὄμβρων εἶναι τὴν λεοντῆν· Μενέλαον δὲ ὡς ἥττω παρδαλῆν ἐνδύει, Δόλωνα δὲ ὡς δειλὸν καὶ ἐπὶ λαθρίδιον πρᾶξιν ὁρμῶντα λυκῆν.

25. ὣς δʼ αὕτως Μενέλαον ἔχε τρόμος] κατὰ τὸν αὐτὸν καιρὸν [*](A B=) τῷ Ἀγαμέμνονι· ἀλλʼ ὁ ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ ἀπένειμε τὴν προτέραν τάξιν τοῦ λόγου, ὥστε καὶ τῶν ἀριστέων οὓς μὲν διήγειρεν ὁ Ἀγαμέμνων ἀκριβῶς διεξέρχεται, τοὺς δὲ ὑπὸ τοῦ Μενελάου ἐπὶ κεφαλαίου λέγει.

27. πουλὺν ἐφʼ ὑγρὴν ἤλυθον] “ἤλυθον” ὧδε ἡ στιγμή.

29. *παρδαλέῃ] τὸ μὲν ζῷον πόρδαλις, ἡ δὲ δορὰ παρδαλῆ διὰ τοῦ [*](A B=) α γράφεται.