Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

75. ἐρητύειν] ἐκ τοῦ εἱρκτή εἱρκτύω, ἐξ αὐτοῦ ἐρητύω ἐρητύσω, ὁ μέσος παρακείμενος εἰρήτυκα, ὁ παθητικὸς εἰρήτυμαι ἐρητυθείην ἐρήτυθεν.

87. ἠΰτε] ἐκ τοῦ ὡς γίνεται, καὶ πῶς ἐκ τοῦ ὥς; κανών ἐστιν ὁ λέγων ὅτι τὰ εἰς ως λήγοντα ἐπιρρήματα, συνυπάρχοντά τινι εἰς η λήγει, καὶ ὁμοτονούμενα αὐτοῖς, οἷον πάντως πάντῃ, ἄλλως ἄλλῃ, οὐδαμῶς οὐδαμῇ, διχῶς διχῆ. οὕτως οὖν καὶ ἀπὸ τοῦ ὣς ἦ, καὶ πλεονασμῷ τοῦ ῦ ἠΰ. ψιλοῦται δὲ ὡς τοῦ πλεονάσαντος.

88. γλαφυρῆς] γίνεται ἐκ τοῦ γλάφω τὸ διορύττω, ἐξ οὗ καὶ γλάφυ. σημαίνει δὲ τὸ σπήλαιον· “καὶ γλάφυ πετρῆεν” (Hesiod. Op. 531). ἔστιν οὖν γλάφω γλάψω ἔγλαψα, ὡς τὸ “ἐν ψαμάθοισι διαγλάψας ἁλίῃσιν” (Od. 4, 438). ἐπὶ δὲ τοῦ ἡδέος περὶ τοῦ διο- ρύττειν καὶ κινεῖν τὴν ἀκοὴν πρὸς ἡδονήν.

90. ἄλις ἐκ τῆς ἁλός γενικῆς. ἐν αὐτῷ γὰρ ἱκανὸν καὶ ἀθρόον ἐστὶ τὸ ὕδωρ.

[*](20. “Seribe συνυrάρχοντα ἔχει τινὰ 9 σύ μὴν ἀλλὰ καὶ οὕτως φαμέν. τοῖς-. εἰς ᾖ λήγοντα καὶ ὁμοτονούμενα αὐτοῖς, Post ἡ θέμις ἐστί v. 14 exciderunt οἷον-διχῆ, οὕτως οὖν καὶ ἀπὸ τοῦ ὧς haec: καὶ ἐν συντάξει τοῦ τε “ὅτε ῇ καὶ ὅτε, καὶ πλεονασμῷ τοῦ ν ἠῦτε. ξείνων θέμιςέστί.” Nec scripsit v. 3 Apollonium quoque in eadem re καὶ παρὰ τοῦτο τὸ ἀ ἀποτελεἵταί τι Adv. p. 559 misere corruptum ἕτερον τὸ ἥ κατὰ μετάληψιν τοῦ α εἰς video. Verba σὺ μήν ἀλλὰ quae le- τὸ ῇ, sed ἰωνικώρτερον.” LEHRS. in guutur p. 559, 2 transfereιmusad v. Append. ad Herodianum p. 461.)
369

135. σπάρτα] ἐκ τοῦ σπαρτίου· τοῦτο ἐκ τοῦ σπειρῶ τὸ εἱ- λίσσω, ἐξ οὗ καὶ σπείρημα τὸ τοῦ ὄφεως εἵλιγμα. σπάρτον οὖν καὶ σπαρτίον. σπερ οὖν ἀπὸ τοῦ μηρία μῆρα, οὕτως καὶ ἀπὸ τοῦ σπαρτία σπάρτα.

142. στήθεσσιν] στῆθος ἐκ τοῦ σιτίον καὶ τοῦ ὔθω, σιτίωθόν τι ὂν, παρὰ τὸ τὰ σιτία διʼ αὐτοῦ ὠθεῖσθαι· καὶ κατὰ συγκοπὴν στῶ- θος καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν στῆθος. ἔνιοι δὲ παρὰ τὸ ἵστημι, στήσω, στῆθος, τὸ ὀρθῶς ἱστάμενον, καὶ μὴ ἐπικεκαμμένως.

144. μακρά] ἐκ τοῦ μῆκος μηκρός καὶ μηκρόν, καὶ ὥσπερ ἐκ τοῦ κῦδος κυδρὸς καὶ “κυδρὴ παράκοιτις,” οὕτω καὶ ἐκ τοῦ μῆκος μηκρός καὶ μακρός. ἐτράπη γὰρ τὸ μακρὸν εἰς βραχύ.

145. νότος] παρὰ τὸ ὀνῶ τὸ βλάπτω, ὀνόσω, ὄνοτος, καὶ ἀφαι- ρέσει τοῦ ὅ, νότος, ὁ βλαπτικὸς οἱονεὶ τῶν καρπῶν καὶ σωμάτων.

147. Ζέφυρος ὁ ἐκ ζόφου φερόμενος, ἤγουν τῆς δύσεως· οἱ γὰρ ἀρχαῖοι τὴν δύσιν ζόφον ἐκάλουν. ἔνιοι δὲ ἐκ τοῦ τὸ ζῆν φέρειν, ὁ τὸ ζῆν πᾶσι παρέχων· τῷ γὰρ θέρει πνέοντος αὑτοῦ αὔξονται οἱ καρποὶ διʼ ὧν τὸ ζῆν ἔχομεν. λήῖον ἐκ τοῦ λα ἐπιτατικοῦ καὶ τοῦ ἴω τὸ πορεύομαι καὶ τροπῇ τοῦ α εἰς ῇ λήῖον.

157. αἰγιόχοιο] παρὰ τὸ αἴξ αἰγός αἰγί, καὶ τοῦ ὀχή, ὃ σημαίνει τὴν τροφήν· λέγεται γὰρ αὐτὸν τεθηλακέναι Ἀμάλθειαν τὴν αἶγα. οἱ δὲ, ὅτι σκέπαστρον αὐτῷ αἰγὶς ἦν ἀπὸ Κρητικῆς αἰγὸς ληφθεῖσα. οἱ δὲ, ἀπὸ τοῦ καταιγίζειν τοῖς ἀνέμοις καὶ πνεύμασι· καλεῖται γὰρ ὁ ἄνεμος αἰγίς. οἱ δὲ Αἶγα πρώτην τὴν τοῦ Πανὸς θυγατέρα. ἐκ τοῦ ὀχή δὲ γίνεται καὶ εὐωχία, ἡ καλῶς ἡμᾶς τρέφουσα, κατʼ ἐπαύ- ξησιν δὲ τοῦ ο εἰς ω.

170. ἐύσσέλμοιο] ὄνομα σύνθετον ἐὖσελμος, ἐκ τοῦ εὗ μορίου καὶ τοῦ σέλμα, ἡ τῶν ἐρεσσόντων καθέδρα. καὶ ὥσπερ ἀπὸ τοῦ ἔρεισμα γίνεται κατὰ συγκοπὴν ἕρμα, οὕτως ἐστὶ σελίς (σημαίνει δὲ τὴν καθέδραν· καὶ σελάζω ἐξ αὐτοῦ) ἡ γενικὴ σελίδος, καὶ ἐξ αὐτοῦ ῥῆμα σελίζω, σέλισμα, καὶ σέλμα· καὶ τρέπεται τὸ α εἰς ος, ὡς σχῆμα εὔσχημος, σέλμα εὔσελμος, καὶ διαλύσει τῆς ἐν διφθόγγου ἐὖσελμος.

191. ἵδρυε] ἐκ τοῦ ἵζω τὸ καθέζομαι· καὶ τροπῇ τοῦ ξ εἰς δ Αἰολικῶς, ὥσπερ ζυγός δυγός, γίνεται ἴδω, καὶ κατὰ παραγωγὴν ἰθύω, καὶ πλεονασμῷ τοῦ ρ ἱδρύω.

[*](11. *ἐτράπη] ἐτράπετο 19. καὶ τοῦ] *κοὶ τὸ 29. * σελάζω] σέλα)
370

209. πολυφλοίσβοιο] φλοῖσβος ἡ τῶν κυμάτων ἀλλεπάλληλος ἔγερσις καὶ συνεχὴς πάλιν ἀπόπαυσις. ἔστι δὲ ὄνομα πεποιημένον, ὡς τὸ “λίγξε βιός” (Il. 4, 125). φλοῖσβος δὲ γίνεται ἐκ τοῦ φλογίζω, φλογισμός, ἀποβολῇ τοῦ γ φλοϊσμός, καὶ συναιρέσει φλοισμός, καὶ τροπῇ τοῦχμ εἰς β φλοῖσβος· κατὰ ἀντίφρασιν ἡ μὴ φλέγουσα· γίνεται δὲ ἀπὸ τοῦ φλῶ τὸ ἀναπέμπω, φλέω, ὁ ἀναδιδόμενος ἤχος τῆς θαλάσ- σης.

217. χωλός] ἐκ τοῦ κῶλον, ὃ σημαίνει τὸ ὀστοῦν, ὁ τὸ ὀστοῦν βεβλαμμένον ἔχων· καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ μεταβάσει τοῦ τόνου γίνεται χωλός.

ὤμῶ] ἐκ τοῦ οἴσω μέλλοντος· ὁ γὰρ ἐνεστώς οὐκ εἴρηται. καὶ ὥσπερ τρέπεται τὸ ω εἰς οἱ, ὡς ἀγκῶνος ἀγκώνη ἀγκοίνη, θῶ τὸ εὐωχοῦμαι θώσω θώνη καὶ θοίνη, οὕτω καὶ ἡ οἱ εἰς ω τρέπεται. Con. Etym. M. p. 822, 24.

218. κυρτώ] κυρτός παρὰ τὸ κύπτω, κυπτός, πλεονασμῷ τοῦ ρ καὶ ἀποβολῇ τοῦ συμφώνου κυρτός. κύρτος δὲ, παροξύτονον, εἶδος δικτύου, ὡς σπυρίδιον, τὸ λεγόμενον κυρτάριον.

συνοχωκότε] ἐκ τοῦ συνέχω συνοχῶ ῥῆμα· ὁ μέλλων συνοχήσω, συνώχηκα, συνωχηκώς, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν, διὰ δὲ τὸ μέτρον τὸ ὸ μικρόν.

219. λάχνη. παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ ἔχω τὸ κρατῶ, γίνεται λαέχνη, καὶ κατὰ κρᾶσιν λάχνη. παράγεται δὲ καὶ ἀπὸ τοῦ λάζω, τὸ κρατῶ, ὁ μέλλων λάξω, καὶ ἐξ αὐτοῦ λάχνη· οὐδὲν γὰρ εὐληπτότερον τῆς τριχός.

220. ἔχθιστος ἐκ τοῦ ἐχθρός· τοῦτο ἐκ τοῦ ἐκθορῶ, ἐκθορήσω, ἔκθορος καὶ ἐχθρός, ὁ ἔξω ἡμῶν προδιερχόμενος. ἔχθιστος δὲ ἐκ τοῦ ἐκθέειν ἡμῶν.

225. χατίζεις] ἐκ τοῦ αἰτῶ τὸ ζητῶ καὶ χρῥζω· ἀποβολῇ τοῦ ῑ ἀτῶ, καὶ πλεονασμῷ τοῦ χ χατῶ, καὶ κατὰ παραγωγὴν χατίζω. ἢ ἐκ τοῦ ματῶ ματίζω, καὶ τροπῇ τοῦ χμ εἰς χ χατίζω.

233. νόσφι] ἐκ τοῦ νὸ στερητικοῦ καὶ τοῦ ἕπω τὸ ἀκολουθῶ. καὶ ἐξ αὐτοῦ νόεπι· καὶ ὥσπερ ἀπὸ τοῦ θεόφατον κατὰ ἀποβολὴν τοῦ ὁ καὶ πλεονασμῷ τοῦ σ γίνεται θέσφατον, καὶ θέσπις θέσπις, ὡς τὸ “θέσπιν κατεβρόντησεν,ʼ οὕτω καὶ τὸ νόεπι ἀποβολῇ τοῦ ε καὶ πλεονασμῷ τοῦ σ γίνεται νόσπι, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ νόσφι, ὁ μὴ ἀκολουθῶν, ἀλλὰ πόρρωθεν καὶ χωρὶς ὑπάρχων. γίνεται

371
δὲ καὶ ἐκ τοῦ νόστος, νόστου νοστόφι καὶ ἐν συγκοπῇ νόσφι. καὶ διὰ τί γενόμενον ἀπὸ τῆς νόστον γενικῆς οὐκ ἐγένετο νοστοῦφι, ἀλλʼ ἀπέβαλε τὸ ῦ; καὶ λέγομεν ὅτι αἱ πτώσεις αἱ aἐπεκτεινόμεναι διὰ τῆς φι συλλαβῆς, εἰ μὶν ἔχουσιν ἂν φωνῆεν κατὰ τὴν λήγουσαν, φυλάττουσιν αὐτὸ, οἷον οὐρανία οὐρανίαφι, ἑτέρη ἑτέρηφι “ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν” (Hes. O. 214)· εἷ δὲ ἔχουσι δύο φωνήεντα κατὰ τὴν λήγουσαν, τὸ τελευταῖον αὐτῶν ἀποβάλλουσιν, οἷον χαλκός χαλκοῦ χαλκόφι· “πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός” (Il. 11, 351). νόστος νόστου νοστόφι, καὶ ἐν συγκοπῇ νόσφι. ἰστέον δὲ ὅτι ἡ διὰ τῆς φι συλλαβῆς παραγωγὴ κατὰ πᾶσαν γίνεται πτῶσιν, καὶ ἀπὸ εὐθείας μὲν οἷον ἑτέρη ἑτέρηφι “ὁδὸς δʼ ἑτέρηφι παρελθεῖντ” ἀπὸ γενικῆς οἷον χαλκός χαλκοῦ χαλκόφι, νόστος νόστου νοστόφι καὶ νόσφι· ἀπὸ δοτικῆς οἷον βίη βίηφι ' Ἕκτωρ φι βίηφι” (Il. 22, 107) ἀντὶ τοῦ ἐν βίᾳ, φρήτρη φρήτρηφι· ἀπὸ αἰτιατικῆς ὡς δεξιὸν δεξιόφι “ἡ ἐπὶ δεξιόφι παντὸς στρατοῦ ἢ ἀνὰ μέσσους” (Il. 13, 308) ἀντὶ τοῦ ἐπὶ δεξιὸν· ἢ ἀπὸ κλητικῆς οἷον οὐρανία οὐρανίαφι “οὐρανίαφι λίγʼ ἀείσομαι.” αὗται αἱ διὰ τῆς χι συλλαβῆς . ἐπεκτάσεις τὸ αὐτὸ μέρος τοῦ λόγου φυλάττουσι, χυρὶς τοῦ νόσφι καὶ ἶφι· ταῦτα γὰρ μετῆλθον εἰς ἐπιρρηματικὴν σύνταξιν.

235. ἐπιβασκέμεν ἀντὶ τοῦ ποιεῖν ἐπιβαίνειν.