Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

443. κάρη ὄνομα οὐδέτερον αἰτιατικῆς τῶν πληθυντικῶν ἐκ τοῦ κάρηνα, οὗ ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ κάρηνον, ἡ γενικὴ τῶν πληθυντικῶν τῶν καρήνων, ὡς τὸ 'βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων” (Il. 1, 44). σημαίνει δὲ τὸ ἀκρωτήριον, ὅ ἐστι τῶν κεφαλῶν. ὅτι δὲ πεπονθός ἐστι τὸ κάρη καὶ οὐχ ὑγιὲς δῆλον. τὰ γὰρ εἰς η λήγοντα οὐδέτερα οὐδέποτε ἑνικῆς πτώσεως ἐστιν, ἀλλʼ ἢ δυικῆς ἢ πληθυντικῆς, ὡς τὸ τείχη βέλη σκέλη. τοῦτο δὲ τὸ κάρη οὕτε εὐθείας ἑνικῆς ἐστιν οὕτε πληθυντικῆς. κατὰ συγκοπὴν οὖν ἄρα ἐστὶ τὸ κάρη ἐκ τοῦ κάρηνα.

κάρη ὄνομα οὐδέτερον αἰτιατικῆς τῶν πληθυντικῶν. ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ κάρα. ἔστι δὲ τὸ ῥὰ καὶ μακρὸν καὶ βραχὺ, ὥσπερ τὸ ἡμέρα. τὰ εἰς α λήγοντα οὐδέτερα συστέλλει τὸ α, βῆμα δῶμα, πλὴν τοῦ κάρα, ὡς λέγει ὁ τεχνικός. τὸ κάρα λίπα ἄλειφα ἀποκοπή ἐστιν. ἀεὶ δὲ ὁ ποιητὴς τῷ κάρη χρῆται. τὸ δὲ “ἐξ ὀρέων ἐπὶ κάρ” (Il. 16, 392). ἐκ ποίου λέγεται εἶναι; ἀπὸ τοῦ κάρα ἢ ἀπὸ τοῦ κάρη: λέγομεν οὖν ὅτι ἀπὸ τοῦ κάρη. εἶπον γὰρ ὅτι ὁ ποιητὴς ἀεὶ τῷ κάρη χρῆται. τὸ δὲ κάρα γίνεται ἐκ τοῦ κέρας, ὃ σημαίνει τὴν τρίχα, καὶ τροπῇ τοῦ α εἰς η Ἰωνικῶς γίνεται κάρη. ἢ παρὰ τὸ κείρω τὸ κόπτω ἔκαρον.

κομόωντας] κομῶ. ἔστι δὲ συζυγίας πρώτης καὶ δευτέρας. καὶ τί σημαίνει ὅτε ἐστὶ πρώτης, καὶ τί ὅτε δευτέρας, καὶ πόσα σημαίνει; ὅτε μἐν οὖν ἐστι πρώτης, σημαίνει τὸ θεραπεύω καὶ ἐπιμελοῦμαι “τούτω μὲν θεράποντε κομείτην” (Il. 8, 113). ἐξ οὗ καὶ κατὰ παραγωγὴν κομίζω, ὡς τὸ κομίσατέ με. ὅτε δέ ἐστι δευτέρας συζυ- γίας τῶν περισπωμένων, σημαίνει τὸ εὐφραίνομαι καὶ ἀγάλλομαι καὶ τὸ τὰς τρίχας τρέφω. τὸ δὲ κόμη ἐκ τοῦ κόσμος· ὥσπερ γὰρ κόσμον ὁ δημιουργὸς ἐνέθηκε τῷ ἀνθρώπῳ τὰς τρίχας. ἐκ δὲ τοῦ κομῶ καὶ τοῦ ἵππος γίνεται ἱπποκόμος καὶ γηρωκόμος. βαρύνεται

375
δὲ τὸ ἱπποκόμος καὶ γηρωκόμος, ἐπειδὴ τὰ ἀπὸ ῥημάτων συγκεί- μενα ὀνόματα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον ἱπποκόμος γηρωκόμος. εἰ δὲ ἀπὸ ὀνομάτων, ἀναβιβάζεται, οἷον “ἱππόκομον πήληκα.” (Il. 16, 797.) τοῦτο γὰρ ἀπὸ τοῦ κόμη συνετέθη τοῦ ὀνόματος, καὶ οὐκ ἀπὸ ῥήματος.

455. ἀἶδηλον] ἐκ τοῦ εἰδῶ γίνεται ἰδνός· πολλὰ γάρ εἰσιν ὀνό- ματα· καὶ μετὰ τοῦ δῆλος, ὃ σημαίνει τὸ φανερός, γίνεται ἰδνόδηλος· καὶ μετὰ τοῦ στερητικοῦ ᾱ, ἀῖδνόδηλος, καὶ συγκοπῇ ἀἱδηλος.

460. χὴν χηνός· γίνεται ἐκ τοῦ ἠχῶ τὸ βοῶ· ἡ αἰτιατικὴ ἡχήνν, καὶ ἀποβολῇ τοῦ η, χήν. κραυγαστικὸν γὰρ τὸ ὄρνεον.

γέρανος παρὰ τὸ τὰ ἐν τῇ γῇ σπέρματα ἐρευνᾶν, γήρευνός τις ὡν, ὃς καὶ σπερμολόγος καλεῖται.

461. Ἀσίω] ἡ εὐθεῖα ὁ Ἀσίας τοῦ Ἀσίου, ὡς Αἰνείας Αἰνείου Αἰνείαο Αἰνείεω. οὕτως οὖν καὶ Ἀσίεω, καὶ κατὰ συγκοπὴν Ἀσίω.

λειμών ἐκ τοῦ λείβω τὸ στάζω, λείψω λέλειφα λέλειμμαι λειμών.

Καῦστριος ὡς κάπριος, ἀπὸ Καΰστρου. οὗτος ὁ Κάύστρος ἦν υἷος Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκαλῶνι ἔγημε τὴν Δερκετὼ, ἐξ ἧς ἔσχε τὴν Σεμίραμιν, ἥτις καὶ τὰ Βαβυλώνια τείχη κατε- σκεύασεν.

463. σμαραγῶ ἐκ τοῦ σμάραγος ὁ ψόφος καὶ ὁ ἤχος. γίνεται δὲ ἐκ τοῦ σπαράσσω σπάραγος, καὶ τροπῇ τοῦ π εἰς μ σμάραγοςʼ κυρίως σμάραγος ὁ ἀπὸ σπαραγμοῦ ἤχος. ἔστι δὲ καὶ ἕτερον σμαραγῶ ὃ σημαίνει τὸ λάμπω, ἐξ οὗ σμάραγδος ὁ λίθος. γίνεται δὲ ἐκ τοῦ μοιρῶ τὸ λάμπω, μάρω, μαράσσω, καὶ πλεονασμῷ τοῦ σ σμαράσσω σμαραγῶ.

466. σμερδαλέον] ἐκ τοῦ σμερδνόν· τοῦτο παρὰ τὸ μερίζω, με- ριδνός, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ σ, σμερδνός· ἐξ αὐτοῦ σμερδναλέος, καὶ ἀποβολῇ τοῦ ν, σμερδαλέος· τῷ φόβῳ γὰρ μερί- ζεται ἡ ψυγὴ τῶν ὁρώντων, καὶ οὐκ ἐᾶται ἐν τῷ αὐτῷ μένειν.

κονάβιζε] ἀντὶ τοῦ ἐκ τῆς κονίας βοὴν ἀπετέλει. κυρίως γὰρ ἡ ἐκ τῆς κονίας βοή, ὡς ἄραβος ἡ ἐκ τῆς ἔρας βοή. κονία δὲ ἡ κόνις· ἐκ τοῦ καίνω, κονῶ, ἡ εἰς μικρὰ κεκομμένη καὶ τετμημένη γῆ.

471. γλάγος] τὸ γάλα. τοῦτο παρὰ τὸ καλόν, κάλα καὶ γάλα· τὸ καλὸν πρὸς ἀνατροφήν.

479. στέρνον παρὰ τὸ στερρὸν εἶναι.

376

6. Πυγμαίοισι] ἐκ τοῦ πυγμή, ὅ ἐστιν εἶδος ἀγῶνος. τοῦτο παρὰ τὸ πτύσσω πτύξω, πτυγμή, καὶ ἀποβολῇ τοῦ τ πυγμή. σημαίνει δὲ ὅτι κλείοντες τοὺς δακτύλους πλήττομεν. σημαίνει καὶ τὸν γρόν- θον. ἐκ τοῦ πυγμή γοῦν πυγμαῖος.

7. ἠέριαι] ὀρθριναί, ἐκ τοῦ ἀήρ ἡ ἀορασία. ἀήρ ἀέρος ἠέρος, τροπῇ τοῦ ᾶ εἰς η· ἐξ αὐτοῦ ἠερία, αἱ ἠέριαι.

18. δοῦρε] ἐκ τοῦ δρὺς δρυός, καὶ ὑπερβιβασμῷ δουρός, ἐπὶ παντὸς λεγόμενον. ἢ παρὰ τὸ δέρω τὸ ἐκδέρω, ἤγουν τὸ λεπίζω· τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα· ἢ ἐκ τοῦ θορῶ, τὸ πηδῶ, θόρυ τὶ ἂν καὶ δόρυ τὸ ἐκ τῆς γῆς ἀνατρέχον. καὶ ὁ ποιητὴς, “ἐπεὶ οὕπω τοῖον ἀνήλυθεν ἐκ δόρυ αῖης” (Od. 6, 167).

26. αἰζηός· παρὰ τὸ αἰεὶ ζέειν καὶ ἀκμάζειν πρὸς τὴν ἡλικίαν γίνεται αἰζεός καὶ κατʼ ἐπαύξησιν τοῦ ε εἰς η αἰζηός.

35. ἄψ τὸ ὀπίσω· γίνεται ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ, καὶ πλεονασμῷ τοῦ ψ, ἄψ τὸ ὁμοκέλευθον· ὡς τὸ ἐρύω, ἀερύω, καὶ πλεονασμῷ τοῦ ῦ, αὐερύω, τὸ εἰς τὸ ὀπίσω, ὡς τὸ αὐέρυσαν· ἢ παρὰ τὸ ἔπω τὸ ἀκολουθῶ ἔψ καὶ ἄψ.

38. αἰσχρός· ὡς παρὰ τὸ κῦδος κυδρός, οὕτω καὶ ἀπὸ τοῦ αἶ- σχος αἰσχρός· τὸ δὲ αἶσχος ἐκ τοῦ α στερητικοῦ καὶ τοῦ ἴσχω· ἀΐσχω, αἶσχος· ὃ οὐκ ἄν τις βούλοιτο ἔχειν.

39. ἠπεροπευτής· ἐκ τοῦ ἔπω τὸ λέγω ὀπεύς καὶ πλεονασμῷ τοῦ περ καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν ἠπεροπεύς, τροπῇ τοῦ α εἰς η, ὡς παρὰ τὸ ἔχω χεύς.

43. καγχαλόωσι] παρὰ τὸ χολόω, καὶ κατὰ ἀναδιπλασιασμὸν καγχαλόω, παρὰ τὸ ἐν χαλάσματι γίνεσθαι τὴν ψυχὴν χαίρουσαν.