Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

293. ἀσχαλάᾳ] ἔστιν ἄχος ἡ λύπη. ἐξ αὐτοῦ ἀχῶ, καὶ πλεονα- σμῷ τῆς α, συλλαβῆς ἀχόλω, προσθέσει τοῦ σ ἀσχαλῶ, ἤσχαλον. ἐκ τούτου οὖν ἀσχαλόω, ἀσχαλκς, ὁσχαλά.

πολυζύγῳ] πολυκραθέδρῳ, ἐκ τοῦ πολύς καὶ τοῦ ζυγός. ζυγὸς δὲ σημαίνει δ, τὸ τῶν ἵππων ἅρμα, ὡς τὸ “ἱππείου δὲ ζυγοῦ θεὰ ἥψατο φώνησέν τε” (Il. 5, 799). καὶ τὸν τῆς κιθάρας πῆχυν, εἰς ὃν οἱ κόλλαβοι συμπεπήγασιν, ὡς τὸ “ἐπὶ δʼ ἀργύρεος ζυγὸς ἦεν” (Il. 9, 187). καὶ τὰς τῶν ἐρεσσόντων καθέδρας, ὡς ἐνταῦθα· καὶ τὸν κατὰ συνήθειαν παρʼ ἡμῖν λεγόμενον ζυγόν, τῶν βοῶν δηλονότι, ὡς τὸ “τὴν οῦ πώ τις ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ” (Il. 10, 293).

316. ἀμφιαχυῖαν] ἐκ τῆς ἀμφί προθέσεως καὶ τοῦ ἰάχω. τὸ δὲ ἰάχω ἐκ τοῦ ἰά, ἡ ἐκπεμπομένη φωνή, ἰάχω, ἰαχή· γίνεται δὲ ἐκ τοῦ ἀμφιάζω, ἀμφίαχα, ἀμφιαχώς ἀμφιαχυῖα.

318. ἀρίζηλον] τὸν διάδηλον καὶ φανερόν. γίνεται δὲ ἐκ τοῦ αρι ἐπιτατικοῦ μορίου καὶ τοῦ ζῆλος, τὸ δὲ ζῆλος ἐκ τοῦ δῆλος, τὸ δὲ δῆλος ἐκ τοῦ δαλός, ὃ σημαίνει τὸν πεπυρακτωμένον σίδηρον. ἀναδό- σει δὲ τοῦ τόνου καὶ τροπῇ τοῦ ὰ εἰς η δῆλος, καὶ μετὰ τῆς αρι προσθέσεως καὶ προσθέσει τοῦ σ ἀρίσδηλος. ἐπεὶ δὲ τὸ ξ ἐκ τοῦ σ καὶ δ σύγκειται, συναιρέσει τοῦ σ καὶ δ εἰς ζ γέγονεν ἀρίζηλος.

321. πέλωρα] πέλωρον τὸ ἐξαίσιον καὶ φοβερόν. γίνεται δὲ παρὰ τὸ πέλω καὶ τὸ ὁρα ἡ φροντίς, οἷς ὑπάρχει ἀεὶ ἡ φροντὶς διὰ τὸ μέγεθος. ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ πελάζειν καὶ προσεγγίζειν τῷ Ὠλρίωνι.

ἄνεῳ] ἄφωνοι· γίνεται δὲ ἐκ τοῦ ἴα, ἡ ἐκπεμπομένη φωνὴ ἴος, καὶ μετὰ τοῦ στερητικοῦ α, ἄῖος καὶ ἄνιος ὁ ἄφωνος, καὶ τὸ Ἀττικὸν ἄνεως, ἄνεω.

338. νηπιάχοις] παρὰ τὸ χήπιον· τοῦτο παρὰ τὸ νή στερητικὸν καὶ τὸ βίος, τὸ ἐστερημένον τῶν βιωτικῶν φροντίδων. ἢ παρὰ τὸ τη καὶ τὸ βῶ τὸ λέγω, τὸ ἐστερημένον τοῦ λέγειν.

342. μδχος ῇ μηχανὴπαρὰ τὸ μήδω τὸ βουλεύομαι,μέμηχα μῆχος.

344. ἀστεμφὴς ὁ ἀμετάστρεπτος καὶ ἀμετάθετος. γίνεται δὲ ἐκ τοῦ στρέφω, στρέφῃς. καὶ μετὰ τοῦ στερητικοῦ α, καὶ ἐν ὑπερ- βιβασμῷ ἀστρεφής, καὶ μεταθέσει τοῦ ρ εἰς μ ἀστεμφής.

373

380. ἠβαιόν] ἐκ τοῦ βαίνω γίνεται βοός, καὶ πλεονασμῷ τοῦ ἱ βαιός, ὁ ἐπʼ ὀλίγον χρόνον βεβηκώς. πλεονασμῷ δὲ τοῦ 5, ἠβαιός, ὡς τὸ μύει ἠμύει· σημαίνει δὲ τὸ κλίνει.

388. τελαμών] παρὰ τὸ ταλάσσω, τὸ ὑπομένω. ἢ ἀπὸ τοῦ τέλος, τελῶ τελέσω, καὶ ἐκ τούτου τετέλεσμαι, τελεσμός, ἀποβολῇ τοῦ σ καὶ τροπῇ τοῦ ε εἰς α, τελαμών.

399. καπνίζω ἐκ τοῦ καπνός. τοῦτο παρὰ τὸ καίω καὶ τὸ πνοή· καπνὸς γὰρ κυρίως ἡ ἐκ τῆς καύσεως πνοή. ἐξ αὐτοῦ καπνίζω.

403. πίονα ἐκ τοῦ πίνω πίω πίων. οἱ δὲ παρὰ τὴν πόαν.

410. οὐλοχύτας] ἐκ τοῦ οὔλη, βαρυτόνως, ὃ σημαίνει τὴν κριθήν. τοῦτο ἐκ τοῦ οὖλος· σημαίνει δὲ τὸν ὁλόκληρον ὡς τὸ “ἄρτον οὖλον ἑλών” (Od. 17, 343). καὶ ἐξ αὐτοῦ οὔλη· πρὸ γὰρ τοῦ εὑρεθῆναι τὸν Δημητριακὸν σῖτον ὁλοκλήρους τὰς κριθὰς ἤσθιον. οὖλος οὖν γέγονεν ἐκ τοῦ ὅλος, πλεονασμῷ τοῦ υ· ὅλος γὰρ ὁ ὁλόκληρος. τὸ οὔλη οὖν παροξυτόνως ἐπὶ τῆς κριθῆς. ἐκ τοῦ οὔλη οὖν καὶ τοῦ χύω οὐλοχύται. οὐλή δὲ ὀξυτόνως ἐπὶ τῆς τρώσεως.

412. κύδιστος ἐκ τοῦ κῦδος· τοῦτο ἐκ τοῦ κύειν ἤδος, ἤγουν ἡδονήν, ὄφελος.

κελαινεφές] γίνεται ἐκ τοῦ μελαίνω καὶ τοῦ νέφος, ὁ τὰ νέφη μελαίνων. τροπῇ τοῦ μ εἰς κ, καὶ κατὰ συγκοπὴν ὡς τανύω τανύ- πεπλος, κελαινονεφές, καὶ συγκοπῇ τῆς νο συλλαβῆς, κελαινεφής.

413. ἠέλιος] κατὰ πλεονασμὸν τοῦ ε ποιητικῶς. γίνεται δὲ παρὰ τὸ ἔλη, ὃ σημαίνει τὴν λαμπηδόνα, ἕλιος καὶ τροπῇ τοῦ ε εἰς η ἥλιος, ὥσπερ ἔστιν ἔπω τὸ λέγω καὶ ἐξ αὐτοῦ ἐπύω καὶ τροπῇ τοῦ ε εἰς η ἠπύω τὸ φωνῶ “ἠπύτα κῆρυξ” (Il. 7, 384). ἢ παρὰ τὸ δῆλος ὁ φανερός, δήλιος καὶ ἀποβολῇ τοῦ ἥλιος, ὡς παρὰ τὸ δική ἰωκή, καὶ δαίω τὸ μερίζω δαῖσα καὶ αἶσα, καὶ δαίμονα αἵμονα “αἵμονα θήρης” (Il. 5, 49). ἢ παρὰ τὸ ἅλς ἁλός ἅλιος καὶ ἥλιος· ἀνιμᾶσθαι γάρ φασιν οἱ φυσικοὶ τὸν ἥλιον τὸ τῆς θαλάσσης ὕδωρ. καὶ Ποσειδῶν παρὰ τὸ τὴν πόσιν ἀναπίνειν τῷ δάει, τουτέστι τῷ ἡλίῳ. δάος δὲ ἐκ τοῦ δαίω τὸ καίω.

κνέφας τὸ σκότος παρὰ τὸ κενὸν φάους εἶναι.

417. χαλκός παρὰ τὸ λάλυψ λάλυβος(σημαίνει δὲ ὄνομα ἔθνους) τροπῇ τοῦ βῆ εἰς κ χαλκός· ἐκεἳ γὰρ λέγουσιν εὑρεθῆναι πρῶτον τὸν σίδηρον. ἐκ τοῦ οὖν χάλυβος χαλβός καὶ χαλκός. ἐκλήθη δὲ χαλ- κὸς ὁ σίδηρος διὰ τὸ πρῶτον εὑρεθῆναι τὸν χαλκὸν, ὕστερον δὲ τὸν

374
σίδηρον. ἐκάλουν οὖν ὁμωνύμπς τὸν σἱδηρον χαλκὸν καὶ τὸν χαλκὸν σίδηρον.

436. ἐγγυαλίξει] παρὰ τὸ ἐγγυαλίζω· τοῦτο παρὰ τὸ γῶ τὸ χωρῶ καὶ δέχομαι· τοῦτο κατὰ παραγωγὴν γυῶ, ἐξ οὗ καὶ γύα τὰ μέλη. ἔστιν οὖν γύον καὶ κατὰ παραγωγὴν γυίζω καὶ γυαλίζω καὶ ἐγγυαλίζω, ὃ σημαίνει τὸ εἰς χεῖρας δοῦναί τι καὶ παρασχεῖν. ἢ καὶ ἀπὸ τοῦ ἐγῶ τὸ ἀντιφωνῶ καὶ οἰκειῶ. ἢ παρὰ τὸ ἐγγὺς καὶ τὸ ἁλίζω, ἀποβολῇ τοῦ σ, ἐγγυαλίζω.