Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

412. Ἐρινύας] τὰς κατάρας. οὕτω δὲ ὡς πρὸς κρείσσονας ἐθέλων μάχεσθαι.

416. ἐπειδὴ τὸ πλέον διὰ γυναικείας αἰσχρότητας καὶ πορνείας [*](4. *Πορφυρίου] om. 7. αἰεὶ] ἄϊε 5. δοκει] *δοκεῖ τοῦτο 29. δὲ καὶ Bekkerus] καὶ om.)

273
οἱ πόλεμοι, τούτον χάριν αὐτῷ βοηθεῖ. ἢ τὴν τῶν ἵππων ἀνταμείβεται χάριν. Ἥῥα δὲ ἀπέχεται Ἀφροδίτης διὰ τὸν κεστόν.

417. ἐσαγείρατο θυμόν] τὸ ζωτικὸν πνεῦμα συνέλεξε. παρατατικοῦ δὲ τὸ ἐσαγείρατο.

422. κατὰ κλόνον] κλόνος ἡ μάχη, ἐν ἡ κλονοῦνται οἱ πολεμοῦντες.

424. ἐπιεισαμένη] ἐφορμήσασα, ἐπελθοῦσα. πρὸς στήθεα δὲ, ὅτι ἐκεῖσε ἡ ἀφροσύνη ἐγκάθηται.

428. ἀεὶ τὸ νῦν φυλάσσον τὸν χρόνον καὶ τὸν τόνον φυλάσσει· εἴ που δὲ συσταλῇ διὰ μέτρον, ἐγκλίνεται.

430. τλήμονες] εὔτολμοι. οἱ δὲ τραγικοὶ ἐπὶ δυστυχοῦς τιθέασι τὴν λέξιν.

435. κρείων] ὁ τῆς αὐξήσεως αἴτιος· ὑγρός γὰρ, καὶ κραίνειν δηλοῖ τὸ τελειοῦν.

436. οὐ πολεμοῦμεν, οὐ μιγνύμεθα· μίγνυσθαι γὰρ λέγεται τὸ πολεμεῖν. αἰσχρὸν δὲ τὸ ἀργεῖν μαχομένων τῶν ὁμοφύλων. καὶ τὸ πρεσβύτην δὲ τῆς μάχης ἄρχειν δεινότερον.

440. καλόν] δηλονότι τὸ ἄρχειν.

441. ἔχες] ἀντὶ τοῦ εἶχες.

444. πὰρ Διός] τινὲς ἐξ οὐρανοῦ, ἀπὸ τοῦ Διὸς οἴκου· οὐ παρα- δίδωσι δὲ Ὅμηρος τὴν αἰτίαν διʼ ἢν ἐθήτευσαν.

445. μισθῷ ἔπι ῥητῷ] μισθὸς λέγεται ἡ ἐλαχίστη ἀμοιβὴ, παρὰ τὸ μεῖον. ῥητῷ δὲ τῷ ὡρισμένῳ· ὅθεν καὶ αἱ ὡρισμέναι συνθῆκαι ῥῆτραι καλοῦνται. πῶς δὲ Ἀπόλλων οὐ μέμνηται τῆς παρὰ Λαο- μέδοντι θητείας, Ποσειδῶν δὲ τούτου μνείαν ποιεῖται; ῥητέον οὖν ὅτι Ποσειδῶν μὲν εἰκότως· καὶ γὰρ Ἕλλησι βοηθεῖ Ἀπόλλων δὲ οὐ μνησικακεῖ, διότι μᾶλλον τιμᾶται παρʼ αὐτῶν· πᾶσα δὲ χάρις, κἂν τελευταία ᾖ, δύναται μείζω ἐγκλήματα λῦσαι.

447. ἵνʼ ἄρρηκτος πόλις εἴη] ἀσφάλιος γὰρ καὶ θεμελιοῦχος ὁ Ποσειδῶν καὶ πάντων σύστασις· ὁ δὲ Ἀπόλλων νόμιος ὡς ἐπὶ πλεῖστον καὶ τῶν θρεμμάτων αὐξητικός. φασὶ δὲ ὡς ἐπεὶ ἀρχὴν ὡς ἐπὶ πᾶν ὁ λοιμὸς ἀπὸ τετραπόδων λαμβάνει, αὐτοῖς αὐτὸν ἐπέστη- σαν, ὅπως ἀναβαλλόμενος ἅπτεσθαι αὐτῶν ἔσται καὶ τοῖς ἀνθρώποις σωτήρ.

[*](4. ἐσαγείρατο] Ἀρίσταρχος addit 23. *ῥῆτραι] ῥηταὶ Townl. 26. πᾶσα —] Thucydidis verba 16. πρεσβύτην Bekkerus] πρεσ- 1, 42. βυτάτην)
274

* φασὶ τὸν Ἀπόλλωνα κεκλῆσθαι νόμιον διὰ τοιαύτην αἰτίαν. οἱ παλαιοὶ τοὺς λοιμοὺς ἐξ Ἀπόλλωνος ἐνόμιζον εἶναι. πᾶς δὲ λοιμὸς ἀπὸ τῶν ἀλόγων ἄρχεται, ὥς φησιν Ὅμηρος “οὐρῆας μὲν πρῶ- τον ἐπῴχετο καὶ κύνας ἀργούς” (Il. 1, 50). βουλόμενοι οὖν τὸν θεὸν δυσωπεῖν, ἵνα τοὺς λοιμοὺς ἀποστρέψῃ, νόμιον καὶ φύλακα τῶν βοσκημάτων ἐκάλεσαν· ὅθεν Ὅμηρον εἰπεῖν ὅτι ἐβουκόλησε παρὰ Λαομέδοντι καὶ Ἀδμήτῳ ἱπποφόρβησεν. ἡ δὲ ἱστορία παρὰ Ἀπολλοδώρῳ.

448. *ἕλικας] ἑλικοειδῆ κέρατα ἐχούσας.

450. πολυγηθέες] αἱ πολλοῖς αἴτιαι τοῦ χαίρειν· αὔξουσι γὰρ τοὺς καρπούς. ἢ ἐς πολλὴν ἄγουσαι χαρὰν τοὺς καρπιζομένους.

451. ἐξέφερον] ἀντὶ τοῦ ἐμήνυον καὶ ἐφανέρουν. ἐβιήσατο δὲ ἀντὶ τοῦ μετὰ βίας ἔσχε παρʼ ἑαυτῷ.

454. τηλεδαπάων] τηλοῦ τὸ πέδον ἐχουσῶν, ἤτοι μακρὰν ἀπὸ τῆς Τροίας οὐσῶν.

455. στεῦτο] κατὰ ψυχὴν ἔσπευδε. λεψέμεν δὲ τὸ σιδήρῳ τεμεῖν.

462. οὐκ ἄν με σαόφρονα] εἰ μάχην σοι, φησὶ, συμβαλοίμην, ὃ μὴ δεῖ, οὐκ ἂν ἔτι με συνετὸν ὑπολάβοις.