Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

370. ἐξ ἄλλων] παρὰ τοὺς ἄλλους Ἑλληνικοὺς θεοὺς, ἢ ὑπὲρ τοὺς ἄλλους συμμάχους τῶν Τρώων ὥρμησεν ἐμὲ λυπεῖν.

373. ἐπὶ καὶ τόδʼ ὀμοῦμαι] ἐπὶ τούτοις καὶ τόδʼ ὀμοῦμαι. ἢ ἐπομοῦμαι μετὰ τὸ λῆξαι.

374. ἐπὶ Τρώεσσιν] τὸ ἑξῆς ἐπαλεξήσειν.

375. μαλερῷ] παρὰ τὴν ἀλέαν, πλεονασμῷ τοῦ μ. δηλονότι τῷ θερμῷ καὶ καυστικῷ.

ἀναφωνεῖ τὸ τέλος τῆς ἱστορίας εὐκαίρως ὁ ποιητής· οὐ γὰρ προκόψει μέχρι τούτων αὐτῷ τὸ σύγγραμμα.

379. ἀγακλέες] εὔκαιρον πρὸς τὴν νίκην τὸ ἐπίθετον.

380. στυφελίζειν] σκληρῶς τύπτειν καὶ βλάπτειν.

386. ἄητο] ᾐωρεῖτο, ἢ ὥρμα. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλλήλοις ἀντιπνεόντων ἀνέμων.

388. σάλπιγξεν] εὖ πόλεμον θεῶν κελεύσματι οὐρανοῦ διήγειρεν. περιήχησε τοίνυν διαδεδομένης τῆς φωνῆς, ὅ φησιν ἀλλαχοῦ “ἠχὴ δʼ ἀμφοτέρων ἵκετ’ αἰθέρα” (Il. 13, 837). καινὸν δὲ ἐποίησε τὸ διανόημα, σαλπίζειν τὸν οὐρανὸν φήσας· εἰ γὰρ εἶπεν ἐβρόντησεν, οὐδὲν ἂν εἰσηγήσατο παράδοξον.

389. χαίρει γὰρ ἵνʼ ἐπιτεθῇ τέλος τῷ προστάγματι. καὶ Ἀγα- μέμνων ἔχαιρεν “ὅτʼ ἄριστοι Ἀχαιῶν δηριόωντο,” ἐπεὶ ἑώρα περὶ

272
ἀρετῆς αὐτοὺς ἀγωνιζομένους. καὶ Μένανδρός φησιν “οὐδέποτε θύων εὐξάμην ἄλλως σώζεσθαι τὴν οἰκίαν ἢ στάσιν οἰκετῶν εἶναι ἐν αὐτῇ.

*Πορφυρίου. τὸ “ἀμφὶ δὲ σάλπιγξεν — Ζεὺς ἐγέλασσε—ξυνιόν- τας” δοκεῖ ἐναντίον εἶναι τῷ ὑπὸ Διὸς λεγομένῳ πρὸς Ἄρεα “αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε” (Il. 5, 891). ἡ δὲ λύσις ἐκ τῆς λέξεως· τὸ γὰρ αἰεί προσκείμενον τὴν διαφωνίαν ἔλυσεν.

392. πρῶτον γὰρ αἱ ἀσπίδες τιτρώσκονται, εἶτα τὰ σώματα. ῥινοτόρος καλεῖται ἐκ τοῦ τιτρώσκειν καὶ διακόπτειν τοὺς ῥινούς· ῥινοὶ δὲ καλοῦνται αἱ ἀσπίδες, ὅτι ἐκ βοείων βυρσῶν εἰσίν. ὁμοίως δὲ καὶ τὸ τῶν ἀνθρώπων δέρμα.

395. ἄητον] μέγα, παρὰ τὴν αἶαν.

397. πάντων ἔσχαμτον· ἡ γὰρ ὁψία ὁ ἔσχατος καιρὸς, ἵνα λέγῃ, τὸ δὲ πάντων ἔσχατον αὐτὴ λαβοῦσα τὸ ἔγχος ἔπληξάς με. ἢ τὸ ὁλόλαμπρον, ὡς ταυτὸν εἶναι τῷ πάνοπτον πρωτοτύπῳ. κακῶς δὲ τῆς ἑαυτοῦ ἥσσης ὑπομιμνήσκει· ἔδει γὰρ ὡς Ζεὺς “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν” (Il. 15, 18). ἢ θέλει αὐτὴν πλῆξαι ὡς δίκην νῦν ληψόμενος.

398. ἰθὺς ἐμεῦ ὦσας] ἐξ ἐναντίας ἐμοῦ τὸ δόρυ ἰθύσας.

399. ἀποτισέμεν] διὰ τιμωρίας ἐκτίσειν.

402. τῇ] ἐκεῖ.

405. οὖρον ἀρούρης] ὅριον γῆς.

406. αὐχένα] ὅτι ὑψαύχην ἡ ὕβρις.

407. πέλεθρα] τὸ πλέθρον ἔχει πόδας ἑκατὸν, πήχεις ἑξήκοντα ἓξ δίμοιρον. εἰ δὲ ζητοίης πῶς Διομήδης ἔφθασε τρῶσαι τὸν τηλι- κοῦτον, ἴσθι ὡς συνεργούσης Ἀθήνης.

408. ἀμφαράβησε] ἄραβος κυρίως ἡ ἐν Ἄρει βοὴ, καταχρηστι- κῶς δὲ ἦχος ὅπλων.

410. ὅσσον ἀρείων] ἔστι γὰρ ἡ μὲν ἐξ ἀνδρὸς μόνου, ὁ δὲ καὶ ἐκ γυναικός. καὶ ἡ μὲν ἔνοπλος γεννηθεῖσα συμπεφυκυῖαν τοῖς ὅπλοις τὴν ἀρετὴν ἔχει· ἄλλως τε τὸ δίκαιον ἀεὶ ἐπικρατεῖν πέφυκεν.