Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

268. * Πορφυρίου. τὸ “οὐδέ ποτ᾿ Αἰνείαο—δῶρα θεοῖο” δοκεῖ μάχεσθαι τῷ “ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας,” ὥστε ἔρρηξεν. ἔστι δὲ ἀπὸ τῆς λέξεως ἡ λύσις καθ᾿ ἑκάτερον· εἰ γὰρ μὴ διόλου διῆλθεν, οὐκ ἔρρηξε τὸ σάκος. καὶ τὸ ἔλασσεν οὐ πάντως ἔρρηξε τὸ σάκος, ἀλλὰ διέθλασεν.

269. *ἀτρώτων ὑπαρχόντων παῤ Ὁμήρῳ τῶν Ἀχιλλέως ὅπλων, ἔξωθεν κατ᾿ ἐνίους τεταγμένης διὰ τὸν πλείονα κόσμον τῆς χρυσῆς πτυχὸς, οὕτως ἀποδοτέον τὸν λόγον· ἀλλὰ μέχρι μὲν δύο πτυχῶν προῆλθεν ἡ τῆς πληγῆς ἐνέργεια, εἴξεως καὶ οἱονεὶ συνιζήσεως γενομένης, ἐν δὲ τῇ τρίτῃ συνεσχέθη. ἀπορία. πῶς, φασὶν, ἄτρω- τον ὑποστησάμενος τὴν ἀσπίδα νῦν τοῦτο λέγει; ῥητέον οὖν ὅτι ὁ χρυσὸς μαλθακώτερος ὢν χαλκοῦ ἢ σιδήρου ἐνέδωκε τῷ δόρατι καὶ ἐκοιλάνθη, καὶ ἐγένετο κοιλότης, καὶ οὐ τρῶσις.

271. τὰς δύο χαλκείας] μέσην νομιστέον τὴν χρυσῆν· ἁπαλώ- τερος γὰρ ὢν ὁ χρυσὸς ἐκλελυμένον τὸ δόρυ μετὰ τὴν τῶν χαλκῶν βίαν εὐχερῶς ὑποδέξεται. ὅτι γὰρ οὐκ ἦν ἐν τῇ ἐπιφανείᾳ τῆς [*](3. * Ἀρστοτέλης] ἀριστοφάνης 24. *πληγῆς] πτυχός 4. φιλοπληκτικώτερον] Vocabulum *εἴξεως] ἴξεως aliunde non cognitum. 25. *ἐν δὲ] ἐπειδὴ 9. γρ. πόλλ᾿ ἐτεά τε καὶ οὐκί B. In συνεσχέθη] *ἐπεσχέθη textu πολλὰ, τά τε καὶ οὐκί. ἀπορία] Litteris rubris scriptum. 16. *Πρφυρίου] om. 27. “χαλκοῦ ἢ] καὶ)

243
ἀσπίδος ὁ χρνσὸς, δηλοῖ δι᾿ ὧν φησὶ τεχνώμενον Ἥφαιστον τὴν ἀσπίδα τὸ μὲν τορεύειν ἐκ χαλκοῦ, τὸ δὲ ἐκ κασσιτέρου, τὸ δὲ ἐκ χρυσοῦ. τάχα οὖν ἡ μὲν πρώτη ἦν χαλκῆ, ἡ δὲ δευτέρα κασσιτε- ρίνη, ἡ δὲ τρίτη χρυσῆ, ἡ δὲ τετάρτη κασσιτερίνη, ἡ δὲ πέμπτη χαλκῆ. ὁ δὲ Αὐτόχθων πρώτην εἶναί φησι τὴν χρυσῆν ὡς τιμίαν, δευτέραν τὴν χαλκῆν ὡς ἰσχυρὰν, μέσας τὰς δύο κασσιτερίνας πρὸς τὸ συνάπτειν τὰς πτύχας, καὶ πέμπτην τὴν χαλκῆν. ὅτι δὲ ἐν τῇ ἐπιφανείᾳ ἡ χρυσῆ δῆλον ἐξ ὧν φησὶ “χρυσείη περ ἐοῦσα.” καὶ οὐκ ἂν τὸ καλλιστεῦον ἀπέκρυψε. τὸ δὲ ἔσχετο, τῆς ὁρμῆς ἐπαύ- σατο· οὐχ ὅτι οὐκ ἔτρωσεν, ἀλλ᾿ ὅτι τὸ πλατὺ τῆς ἐπιδορατίδος οὐ διῆλθεν, ἀλλ᾿ ἐνεσχέθη κατὰ τὸ μέρος τοῦτο ἐν τῷ χρυσέῳ. τοῦ γὰρ δόρατος ἡ μὲν ἀκμὴ τιτρώσκει, τὸ δὲ πλάτος τέμνει. τὴν μὲν οὖν ἐκ τῆς ἀκμῆς νύξιν ἐδέξατο ὁ χρυσὸς, καὶ δι᾿ αὐτοῦ ὁ ὑποκεί- μενος χαλκὸς, τὴν δὲ ἐκ τοῦ πλάτους τομὴν οὐκέτι παρεδέξατο ὁ χρυσός· οὐκοῦν ἡ πρὸς τὸ πλάτος τοῦ σιδήρου ἀντίβασις τῆς χρνσῆς ἐπέσχε τὴν τῆς ὅλης ἀσπίδος διακοπήν.

*Πορφυρίου. ἐν τῇ Αἰνείου πρὸς Ἀχιλλέα μάχῃ ζήτησιν πα- ρέσχε τὰ ἔπη ταῦτα “ἦ ῥα, καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος” καὶ τὰ ἑξῆς μέχρι καὶ αὐτοῦ τοῦ στίχου (272) “τὴν δὲ μίαν χρνσῆν, τῇ ῥ᾿ ἔσχετο μείλινον ἔγχος.” τῆς γὰρ χρυσῆς πτυχὸς δοκούσης πρώτης εἶναι, εἴ γε κόσμου εἵνεκα τὴν χρυσῆν εἰς τὸ ἔξω καὶ ὁρώμενον πρώτην ἐνέθηκεν, ὑπ᾿ αὐτὴν δὲ στερεότητος ἕνεκα τὰς δύο χαλκᾶς μαλάγματος χάριν καὶ τελευταίας κασσιτερίνας, πῶς δύο τε διέκοψε πτύχας καὶ ἐν τῇ χρυσῇ πτυχὶ ἔξω οὔσῃ καὶ διατμη- θείσῃ ἐνεσχέθη τὸ δόρυ; ἀπολυόμενοι οὖν τὴν ἀπορίαν οἱ πλεῖστοι, τὸ ἔλασεν οὔ φασιν εἰλῆφθαι ἄνωθεν διέκοψεν, ἀλλ᾿ ἀντὶ τοῦ διέ- θλασεν· θλασθῆναι μὲν γὰρ καὶ κοιλανθῆναι δύο πτύχας, τὴν χρυσῆν καὶ μίαν τῶν χαλκῶν ὑπὸ τὴν χρυσῆν, μὴ διακοπῆναι δὲ, ἀλλὰ σχεθέντος ἐν τῇ χρυσῇ τοῦ δόρατος, καὶ κοιλάναντος μὲν αὐτὴν καὶ τὴν ὑπ᾿ αὐτὴν, οὐ διακόψαντος δέ. οἱ δὲ καὶ αὐτόθεν ἀξιοῦσι μὴ ἔλασσε γράφειν, ἀλλὰ θλάσεν, ἄνωθεν φάσκοντες ἁμαρτόντα τινα γράψαι τὸ ε, τὴν λοιπὴν περιφέρειαν τοῦ θ παρέντα· ἄτρωτα γὰρ ὄντα τὰ ἡφαιστότευκτα μὴ διακοπῆναι. ἐγὼ δὲ ἐν τῇ χρυσῇ [*](2. κασσι-] κασι- hic et infra. 26. ἄνωθεν (ἄνω B)] ἀντὶ τοῦ Co- 17. *Πορφυρίου] om. betus. 18. σάκει] σάκε᾿)

244
πτυχὶ ἀκούων ἐνσχεθῆναι αὐτοῦ λέγοντος τὸ δόρυ τῆς εἰς τὸ πρόσω ὁρμῆς, οὐ δύναμαι ἐπινοῆσαι τὴν χρυσῆν πτύχα οὔτ᾿ οὖν διακοπεῖσαν οὔτε θλασθεῖσαν. πῶς γὰρ οἷόν τε ἐλασθῆναι μὲν λέγειν, τουτέστι διακοπῆναι, ἢ θλασθῆναί γε δύο πτύχας, ἐν αἷς ἦν ἡ χρυσῆ, ἐνσχεθῆναι δὲ ἐν τῇ χρυσῇ τὸ δόρυ; τὸ γὰρ ἐνσχεθῆναι τὸ μὴ τὸ αὐτὸ παθεῖν τὴν χρυσῆν, ὅπερ αἱ ἄλλαι, δηλοῖ. οἱ δ᾿ αὖ τὴν πρώτην παθεῖν βούλονται καὶ μᾶλλον ἤπερ τὴν ὑπ᾿ αὐτήν· οὐ γὰρ ἂν ἐνεσχέθη ἐν τῇ τρίτῃ, εἰ μὴ ἡ δευτέρα ἐπ᾿ ἔλαττον ἔπαθε τῆς πρώτης. φημὶ τοίνυν ὡς οὐ κόσμου χάριν οὐδὲ τέρψεως ὁ Ἤφαιστος κέχρηται τῇ χρυσῇ πτυχὶ, ἀλλ᾿ εὐτονίας. εὐτονώτερος δὲ χαλκοῦ χρυσός. μέσην οὖν τὴν τοῦ χρυσοῦ πτύχα ἐξύφανεν εἰς συνοχὴν τοῦ παντὸς σάκους· ἁπαλώτερος γὰρ ὢν καὶ εὔτονος ὁ χρυσὸς, ὑποκεί- μενος τῷ χαλκῷ, διεδέχετο τὴν ὁρμὴν ἐκλυθεῖσαν ὑπὸ τῆς τοῦ χαλκοῦ ἀντιτυπίας εἰς τὸ ἄτρωτον ὑπὸ τῆς προσούσης αὐτῷ εὐτο- νίας. πρῶτος δὲ ὢν ὁ χρυσὸς καὶ παθὼν ὑπὸ τῆς ἐμβολῆς πρῶτος, ταχεῖαν παρεῖχε τὴν διακοπὴν ταῖς ἐκ τῶν εὐθραύστων συνεστώσαις. ὅτι δὲ καὶ χαλκαῖ πτύχες ἦσαν ἐν τῇ ἔξωθεν ἐπιφανείᾳ, μέση δὲ μετὰ ταύτην ἡ χρυσῆ, ὑφ᾿ ἣν αἱ τοῦ κασσιτέρου, δηλοῖ τὸ ἐν τῇ ὁπλοποιίᾳ ἐπισημαίνεσθαι τὸν ποιητὴν ὅτι τάδε μὲν ἐκ χρυσοῦ ἐποίησεν, τάδε δὲ ἐξ ἄλλης ὕλης, ἐκ χαλκοῦ δὲ μὴ εἰπεῖν, ὡς ἂν τορεύοντος αὐτοῦ ἐν ἄλλῃ πτυχὶ τὰ πλάσματα· “ἦρχε δ᾿ ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη, ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην” (ΙΙ. 18. 516). πῶς γὰρ αὐτοὺς χρυσοῦς ἔφῃ, χρυσῆς οὔσης τῆς ὑποκειμένης ἐπιφανείας, εἰ μὴ ἐξηλλαγμένα ταῦτα παρὰ τὸ ὑποκείμενον ἐποίει, ἤτοι ἐγκυκλῶν ἢ ἐγκολλῶν ἢ ἐντορεύων; καὶ νειὸς χρυσῆ “ἀρηρομένῃ δὲ ἐῴκει χρυσείῃ περ ἐούσῃ” (ib. 548). “ἐν δ᾿ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν, καλὴν, χρυσείην, μέλανες δ᾿ ἀνὰ βότρυες ἦσαν, εἱστήκει δὲ κάμαξι διαμπερὲς ἀργυ- ρέῃσιν· ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ᾿ ἕρκος ἔλασσε κασσιτέρου”” (ib. 561). καὶ πάλιν “ἐν δ᾿ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων· αἱ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε· χρύσειοι δὲ νομῆες ἅμ᾿ ἐστιχόωντο βόεσσι” (ib. 573). καὶ πάλιν “καί ῥ᾿ αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας εἶχον χρυσείας ἐξ ἀργυρέων τελα- μώνων” (ib. 597). τῶν γὰρ ἐμποικιλλομένων ἔστιν ὧν τὰς ὕλας [*](6. αὖ τὴν Bekkerus] αὐτήν 25. ἐγκυκλῶν ἢ seclusit Bekk. 27. χρυσείην Vill.] χρυσῆν)
245
εἰπὼν ἀργύρου μὲν ἐμνήσθη καὶ χρυσοῦ καὶ κασσιτέρου, χαλκοῦ δὲ οὐκέτι, ὡς ἂν χαλκῆς ὑποκειμένης ἐπιφανείας ἐνταῦθα ἐνεποίκιλλεν. οὐκ ἔφη δὲ ἄτρωτα εἶναι ὅπλα, ἀλλ᾿ οὐ ῥαδίως ὑπὸ θνητῶν διακοπτό- μενα· “οὐδ᾿ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν ὡς οὐ ῥηίδιά ἐστι θεῶν ἐρικυδέα δῶρα ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ᾿ ὑποείκειν.” ἔδει οὖν μηδὲ θλασθῆναι, ὅπερ ἀξιοῦσιν ἔλασσεν ἀκούειν, εἴγε μηδ᾿ ὑπείκειν αὐτὰ ἔλεγεν. ῥητῶς δ᾿ αὐτὸς ἔφη ὅτι οὐκ ἔρρηξε μὲν τὸ σάκος, χρυσὸς δ᾿ ἐρύκακε δῶρα θεοῖο.” δύο δὲ διήλασε πτύχας. ἐσχέθη δ᾿ ἐν τῇ χρυσῇ, δι᾿ ἣν οὐκ ἐρράγη διὰ παντός. πάνυ δὲ δυνατῶς τὴν κατασκευὴν ἐδήλωσεν, καὶ τὸ μέχρι τίνος ἡ ῥῆξις· πέντε μὲν γὰρ πτύχας ἤλασε Κυλλοποδίων. εἶτα λέγει πρὸς τῇ ἐπιφανείᾳ πρώτας ὅτι καὶ πρῶται “τὰς δύο χαλκείας,” εἶτα τὰς ἀντικειμένας ταῖς πρώταις ἐσχάτας· “δύο δ᾿ ἐνδόθι κασσιτέροιο.” τὸ δ᾿ ἐνδόθι πρόκειται, ἵνα τὰς χαλκᾶς ἐξωτάτας νοήσωμεν, ὡς τὰς τοῦ κασσι- τέρου ἐνδόθι, εἶτα λοιπὴν τὴν μέσην· “τὴν δὲ μίαν χρυσῆν.” εἰ οὖν “τῆς ἔσχετο μείλινον ἔγχος,” αἱ δύο χαλκαῖ ἐτρώθησαν πρῶται ὡς οὖσαι πρῶται, αἱ δὲ τρεῖς ἔμειναν ἄτρωτοι· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο.” οὕτω δὲ καὶ ἐπὶ τῆς Αἰνείου ἀσπίδος ὕπεστιν ὁ χαλκὸς τῇ βύρσῃ, ὁ μαλακώτερος τῇ ξηροτέρᾳ· καὶ οὐ κόσμου ἕνεκα χαλκὸς πρόσκειται ἐν ἐπιφανείᾳ, ἀλλ᾿ ὑπόκειται δι᾿ ἀσφάλειαν, ὡς ἐπὶ τῆς Ἀχιλλέως ὁ χρυσός· λέγει γὰρ ἐπὶ τῆς Αἰνείου “δεύτερος αὖτ᾿ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος, καὶ βάλεν Αἰνείαο κατ᾿ ἀσπίδα πάντοσ᾿ ἐΐσην, ἄντυγ᾿ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκὸς, λεπτο- τάτη δ᾿ ἐπέην ῥινὸς βοός.” κἂν μέντοι ἀκούωμεν “τὰς δύο χαλκείας” τὴν πρώτην καὶ τὴν πέμπτην, “δύο δ᾿ ἐνδόθι” τούτων τὰς κασσι- τερίνας τὴν δευτέραν καὶ τὴν τετάρτην, καὶ οὕτως μέση καὶ τρίτη ἐντὸς ἡ χρυσῆ “τῇ ῥ᾿ ἔσχετο μείλινον ἔγχος,” μιᾶς καὶ κασσιτερί- νης ῥαγείσης.

275. πρώτην] τὴν ἄκραν, ὡς τὸ “ἐν πρώτῳ ῥυμῷ” (ΙΙ. 6, 40). πρὸς τὸ εὐκατάκλειστον δὲ λεπτύνεται ὁ χαλκός.

277. λάκε] διεκόπη, ὡς καὶ ἐν τοῖς ἱματίοις λακίδες λέγονται αἱ διακοπαί.

278. ἐάλη] συνειλήθη.

280. ἀμφοτέρους ἕλε κύκλους] τὸν βύρσινον καὶ τὸν χαλκοῦν.

[*](2. ἐνταῦθα] ἔνθα Bekkerus 8. διήλασε] διελ 23. πάντοσ᾿ ἐισην] πάντοσε ἴσην)
246

289. τό] ἢ τὸ σάκος, ἢ αὐτὸ τὸ πρᾶγμα τὸ βληθῆναι τὴν κόρυθα ἢ τὸ σάκος, ἅπερ οὐκ ἔμελλε βληθέντα ὄλεθρον ἐπάξειν τῷ Ἀχιλλεῖ· ἰσχυρὰ γὰρ ἦσαν.

291. εἰ μὴ ἄῤ ὀξὺ νόησε] ἅμα τῷ διανοήματι δεῖ κινῆσαι καὶ τὸν λόγον τῶν θεῶν, εἴ γε καὶ τὰ ἔργα αὐτῶν τοιαῦτα.

εἰ γὰρ τοσαῦτα λέγων ἐνεβράδυνεν, ἀνῃρέθη ἂν Αἰνείας. πῶς δὲ ἡ Ἀφροδίτη οὐ βοηθεῖ τῷ υἱῷ; ὅτι δέδιε τὴν Παλλάδα.

293. ἄχος μεγαλήτορος Αἰνείαο] λείπει ἡ περί.

306. ἤδη γάρ] διὰ τὴν τῶν ὅρκων παράβασιν μισητὸν ὁ Ζεὺς ἡγήσατο τὸ τοῦ Πριάμου γένος.

307. τὸ νῦν τὸ μέλλον δηλοῖ. οἱ δὲ Αἰνείου ἀπόγονοι καὶ Ῥώμην κτίζουσιν· οὐ γὰρ οἱ τῶν παίδων παῖδες μόνης ἄρχουσι τῆς Ἰλίου. οἱ δέ φασιν, οὐδὲ τὸ Ἴλιον Αἰνείας ἔκτισεν, ἀλλὰ τὸ βίη ἀντὶ τοῦ γενεά λαμβάνουσι.

* Ἀφροδίτη, χρησμοῦ ἐκπεσόντος ὅτι τῆς Πριαμιδῶν ἀρχῆς κατα- λυθείσης οἱ ἀπ᾿ Ἀγχίσου Τρώων βασιλεύσουσιν, Ἀγχίσῃ ἤδη παρηκμακότι συνῆλθεν· τεκοῦσα δ' Αἰνείαν, καὶ βουλομένη πρό- φασι κατασκευάσαι τῆς Πριαμιδῶν καταλύσεως, Ἀλεξάνδρῳ πόθον Ἑλένης ἐνέβαλε, καὶ μετὰ τὴν ἁρπαγὴν τῷ μὲν δοκεῖν τοῖς Τρωσὶ συνεμάχει, ταῖς δὲ ἀληθείαις τὴν ἧτταν αὐτῶν παρηγόρει, ἵνα μὴ παντελῶς ἀποδώσουσι τὴν Ἑλένην. ἡ ἱστορία παρὰ Ἀκουσιλάῳ.

322—324. ἀθετοῦσί τινες τοὺς στίχους ὡς ἐναντίους τοῖς προκειμέ- νοις. οὐ γὰρ ἔστη ἐν τῇ ἀσπίδι τὸ δόρυ· φησὶ γὰρ “διὰ πρὸ Πηλιὰς ἤϊξεν μελίη” καὶ “ἐγχείη δ᾿ ἄῤ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη.” ἔοικε δὲ τοιοῦτον σχῆμα περὶ τὴν πληγὴν γεγενῆσθαι· κατὰ μὲν γὰρ τὴν αἰχμὴν ἐμπεπήγει τῇ γῇ, κατὰ δὲ τὸν στύρακα τῇ ἀσπίδι· ὅθεν τῆς ἀσπίδος προσερειδομένης τῷ δόρατι ὥρμησεν οὗτος εἰς τὴν τοῦ λίθου βολήν.

327. ἄμεινον μὴ ἀναστρέφειν τὴν ἀπο, ἵν᾿ ᾖ ἀπορούσας.

329. Καύκωνες] περὶ Παφλαγονίαν φασὶν οἰκεῖν τοὺς Καύκωνας. καὶ πῶς οὐ συγκατέλεξεν αὐτοὺς ἐν τῷ καταλόγῳ; ἢ τοίνυν νεήλυδές εἰσιν, ἢ ἐν τοῖς Λέλεξι περιέχονται.

[*](15. *ἐκπεσόντος] ἐμπεσόντος 23. *ἔστη] ἔστιν 16. *ἤδη] Ἀφροδίτη 24. ἐνὶ] ἐν 19. *ἐνέβαλε] συνέβαλε 25. μὲν] om. 21. ἀποδώσουσι] *ἀποδῶσι 32. *Λέλεξι] λέξεσι)
247

332. ἀτέοντα] φρενοβλαβοῦντα ἢ ἀφροντιστοῦντα, “ὁ δὲ πρῶτον μὲν ἀτίζων ἔρχεται” (166). Καλλίμαχος “Μουσῶν δὲ κενὸς ἀνὴρ ἀτέει,” τὸ ἀτέοντα ὡς νοέοντα· ἔστι γὰρ τῆς πρώτης τῶν περι- σπωμένων συζυγίας ὁμοίως τῷ νοέοντι.