Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

221. φιλόλουτρον γάρ ἐστι τὸ ζῷον, ἥδεται δὲ τοῖς ἕλεσι καὶ τοῖς θολεροῖς τῶν ὑδάτων.

βουκολέοντο] κατὰ μετάθεσιν ὁ λόγος, ὡς καὶ Εὐριπίδης (Phoen. 28) “ἱπποβουκόλοι ἄνδρες.”

223. τάων καὶ Βορέης ἠράσσατο] ἄδηλον μὴ τῶν πώλων ἠράσθη. φησὶ δὲ Ἀριστοτέλης ὁρμητικωτάτην εἶναι τὴν ἵππον πρὸς συνδυ- ασμὸν, καὶ ἐξανεμουμένην πρὸς ἄρκτον ἢ πρὸς νότον τίκτειν.

τάων] τούτων· λείπει δὲ τὸ τινῶν, τούτων τινῶν καὶ Βορέης ἠράσ- σατο· οὐ γὰρ πασῶν.

227. ἀνθερίκων] ὑπερβολικῶς εἶπεν, ἔστι δὲ ἀνθέρικος, ὥς τινες, ὁ τοῦ ἀσφοδέλου καυλός. οἱ δὲ τοὺς ἀθέρας τοῦ σίτου φασὶν, ὡς καὶ Ἡσίοδος “ἐπὶ πυραμίνους ἀθέρας φοίτασκε πόδεσσιν.”

228. Ἀρίσταρχος ἄλλοτε, ὁ δὲ Ἡωδιανὸς ἀλλ᾿ ὅτε.

ῥηγμῖνος δὲ τῆς ἐπιφανείας· ὡς τὸ “ἡμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν” (Od. 12, 214).

233. ὃς δή] ἔσχατον αὐτὸν ὀνομάσας πάλιν ἀνέλαβεν, ἐπείπερ αὐτῷ γένος οὐχ ὑπελείπετο.

234. ἀνηρείψαντο] ἀπὸ τῆς ἔρας ἀνεβάστασαν. ὑφ᾿ ἓν δὲ τὸ ἀνηρείψαντο. τινὲς δὲ τὸν ἂν σύνδεσμον ἀνεδέξαντο, ἵν᾿ ᾖ ὁ λόγος οὕτως· τοῦτον δὲ ὅσον ἕνεκα τοῦ κάλλους καὶ ἀνηρείψαντο ἂν οἱ θεοὶ, δηλονότι εἰ μὴ ἐτεθνήκει. καὶ γὰρ οὐδέποτε, φασὶ, παρὰ τῷ ποιητῇ εἰσάγεται οἰνοχοεύων ὁ Γανυμήδης. ἀλλὰ πρὸς τοῦτο λεκτέον, πρῶτον μὲν ὡς οὐδέποτε χωρὶς τοῦ αν ὁ ποιητὴς λέγει τὸ ἠρείψαντο· ἔπειτα ἐν ἑτέροις λέγει “δῶχ᾿ υἷος ποινὴν Γανυμή- δεος.” τὸ δὲ πάντων μεῖζον, ὁ καί συμπλεκτικὸς ἐπιζητεῖ πράγ- ματα ἃ συμπλέκει, ὁ δὲ ἄν ἀναιρετικός ἐστι πάντων τῶν προῦ- παρχόντων· πῶς οὖν δύναται συνταχθῆναι ὁ ἄν τῷ καί; εἰ δέ φασιν ὡς οὐ φαίνεται διακονούμενος τοῖς θεοῖς, ἴστωσαν ὅτι δύο συμπόσια παρεισάγονται, καὶ ἐν μὲν τῷ πρώτῳ γέλωτος ἕνεκεν ὁ [*](17. Ἡσίοδος] Fragmentum integrius apud Eustath. p. 245. 31. * πάντων] om.)

241
Ἥφαιστος οἰνοχοεῖ, ἐν δὲ τῷ ἑτέρῳ Ἥβη· παρεῖναι γὰρ τοῦτον οὐκ εἰκὸς εἰς καταστροφὴν Ἰλίου τοῖς θεοῖς βουλευομένοις. Μνασέας δέ φησιν ὑπὸ Ταντάλου ἡρπάσθαι καὶ ἐν κυνηγεσίῳ ἀναιρεθῆναι, Δωσιάδης δὲ ὑπὸ Μίνω· καὶ ὁ λιμὴν ὅθεν ἡρπάσθη, Ἁρπαγίας καλεῖται· ἀξιοῦντος δὲ μιγῆναι αὐτῷ κατακρημνίσαι αὑτόν· τὸν δὲ πλάσασθαι τῷ πατρὶ ὡς θύελλα αὐτὸν ἥρπασεν. ἐξ αὐτῶν δὲ πρῶτον ἡ παιδεραστία ἤρξατο· τῇ γὰρ εὐεξίᾳ τῶν σωμάτων ἐκινήθησαν κατ᾿ ἀλλήλων.

*Πορφυρίου. κατηγοροῦσι τοῦ ποιητοῦ ὡς μαχόμενα λέγοντος, ὅταν ποτὲ μὲν τὸν Γανυμήδην οἰνοχόον εἶναι τῶν θεῶν λέγῃ, ποτὲ δὲ τὴν Ἥβην. οὐκοῦν λύσομεν ὀνόματι καὶ λέξει, ὅτι οὐχὶ τῶν θεῶν, ἀλλὰ τοῦ Διὸς αὐτὸν οἰνοχόον ἀποφαίνει (ἔχει γὰρ ἡ λέξις οὕτως “τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν”), ἡ δὲ Ἥβη τοῖς θεοῖς οἰνοχοεῖ. προσώπῳ δὲ, ὅτι τὸ μὲν ἐκ τοῦ ποιητοῦ λέγεται, τὸ δὲ ἐξ Αἰνείου, ὃν εἰκὸς μεγαλύνειν τὸ αὑτοῦ γένος. καιρῷ δὲ καὶ χρόνῳ, ὡς ἐγχωρεῖ πάλαι ποτὲ αὐτὸν ἁρπασθέντα πρὸς τὴν διακονίαν ταύτην ὑπὸ τοῦ θνητὸν εἶναι μηκέτι παραμένειν ἕως τῶν Ἰλιακῶν. ἔθει δὲ, ὡς πολλοῖς νενομισμένον ἐστὶν οἰνοχόοις χρῆσθαι ἄρρεσι καὶ θηλείαις, ὥστε οὐδ᾿ ἐν θεοῖς ἄτοπον τοῦτο. τὸ μὲν οὖν ἐναντίον οὕτως ἐλέγχεται, τὸ δ᾿ ἀδύνατον ἐγκαλεῖται οὕτως.

240. Ἕκτορα] ἀπὸ τοῦ ἀρίστου τῶν Πριαμιδῶν ἠρκέσθη τὸ σύμ- παν δηλῶσαι γένος.

242. ἀρετήν] τὴν ἀνδρείαν. τοῦτο δὲ διὰ τὸν ὀνειδισμὸν τῆς φυγῆς, ὡς καὶ Ἕκτωρ “ὅστε καὶ ἄλκιμον ἄνδρα φοβεῖ” (Ιl. 17, 177). ἢ τὴν βασιλικὴν δόξαν. φησὶν οὖν ὅτι νῦν μὲν οὗτοι ἔχουσιν, ὕστερον δὲ ἡμεῖς σχήσομεν.

248. καθολικὸς ὁ λόγος, ἀμοιβὴν δεικνὺς φαύλων τε καὶ χρηστῶν λόγων. ἔνι] ἔνεισιν.

249. πολὺς νομός] ὥστε πολλὰ εἰπεῖν, καὶ ἐπαινέσαι καὶ ψέξαι, καὶ εἰς ἑκάτερα τὸν λόγον ἀγαγεῖν. ὀξύνεται δὲ τὸ νομός, οἷον πανταχοῦ τοῦ λόγου ἰόντος καὶ νεμομένου.

[*](4. Ἁρπαγίας] Suspecta nominis ἡρπάσθαι φασὶ Γανυμήδην. Numero forma fortasse in Ἁρπάγια mutanda. singulari Ἁρπάγιον apud Thucyd. Steph. Byz. (ex Strabone 13 p. 8, 107. 587): Ἁρπάγια (codex Rhed. et 9. *Πορφυρίου] om. libri nonnulli Strabonis Ἁρπάγεια) 10. λέγῃ scripsi pro λέγει οὐδετέρως, τόπος περὶ Κύζικον, ὅθεν)
242

251. ὁ η τῷ μὲν τί ὑποτασσόμενος ὀξύνεται, τῷ δὲ ἐπεί περι- σπᾶται.

252. ὥστε γυναῖκας] φησὶ γὰρ Ἀριστοτέλης “γυνὴ ἀνδρὸς ἐπι- φθονώτερον, μεμψιμοιρότερον, φιλολοίδορον, φιλοπληκτικώτερον, μᾶλ- λον ἀρίδακρυ.”

253. χολωσάμεναι] περὶ ἔριδος εἰς χόλον ἀχθεῖσαι. τοῦτο δὲ περὶ ἀσέμνων γυναικῶν.

255. πολλά τε ὄντα καὶ οὐκ ὄντα· πολλὰ τῆς ἀληθείας ἐχόμενα καὶ πολλὰ ψευδῆ.

259. ἤλασεν] ἔπληξεν, ὡς τὸ “πολέες γὰρ ἐπ᾿ αὐτῷ χαλκὸν ἔλασσαν” (ΙΙ. 24, 421).

265. ῥηΐδια τὰ δυνατά. λέγει δὲ ὅτι τρωτὰ μὲν, οὐ ῥηΐδια δὲ εἰς τὸ δαμασθῆναι. ἢ τάχα τὸ Ἀχιλλέως πρόσωπον ὑπεξαίρων οὕτως ἀποσεμνύνει τὰ ὅπλα· ὁ γὰρ Ἄρης ἡφαιστότευκτα φορῶν νείατον ἐς κενεῶνα τιτρώσκεται (ΙΙ. 5, 857).