Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

69. Ἐνυάλιος ὁ Ἄρης ἐπιθετικῶς, καὶ οὐχ ἕτερος θεός.

Ἀθήνη] φρόνησίς ἐστι, διὸ καὶ φυλάττει τὰς ἀκροπόλεις· ὁ δὲ Ἄρης ταραχώδης καὶ ἀλλοπρόσαλλος. παρθένος ἡ Ἀθηνᾶ, ὁ δὲ Ἄρης μοιχός· καὶ ὁ Τρωϊκὸς δὲ πόλεμος ἐκ μοιχείας τὴν ἀρχὴν εἴληφεν. Ἐνυάλιος δὲ παρὰ τὸ αὔειν, ὅ ἐστι φωνεῖν, ἢ παρὰ τὸ ἕνω, ὅθεν καὶ αὐθέντης.

70. ὁ μὲν συναπτόμενος τῷ αἰθέρι ὑγρὸς ἀὴρ σωτήριός ἐστιν, διὸ καὶ τελεία καὶ Εἰλειθυιῶν μήτηρ ἡ Ἥρα, ὁ δὲ περίγειος ἀὴρ Ἀρτέ- μιδ ἀνάκειται· “ἐπεί σε λέοντα γυναιξὶν Ζεὺς ἔθηκεν.” ἡ μὲν γὰρ Ἄρτεμις σελήνη, ἡ δὲ Ἥρα ἀὴρ ἡλίῳ καὶ αἰθέρι καθαρῶς κιρνά-

235
μενος· καὶ ὁ μὲν μόναις γυναιξὶ καὶ τοῖς ἀσθενέσι καὶ λευκοτέροις σώμασι βοηθεῖ, ἡ δὲ Ἤρα πᾶσι καὶ ζῴοις καὶ φυτοῖς. τὸ δὲ ἀν- τέστη τινὲς ἄντα ἔστη· οὐδέποτε δὲ τὸ ἄντα πτώσει ἑτέρᾳ ἢ γενικῇ συνάπτεται· “ἄντα δ᾿ Ἐνυαλίοιο.”

72. παρὰ τὸ σώζω σῶκος, ὁ σωστικώτατος. ἀνθίσταται δὲ, ὡς ἔθος, τῷ λόγῳ καὶ τῇ φρονήσει ἀφροσύνη καὶ λήθη καὶ ἀλογία.

74. ὃν Ξάνθον καλέουσι] τὸ ὕδωρ ἀνθίσταται τῷ πυρί· καλεῖται δὲ Ξάνθος, ἐπεὶ τὰ σώματα τῶν λουομένων ἢ τοὺς καρποὺς ξανθίζει. ἐνταῦθα δὲ μόνον τὴν διωνυμίαν ἐπισημαίνεται.

*Σκάμανδρον] φασὶ τὸν Ἡρακλέα δίψει ποτὲ κατασχεθέντα εὔ. ξασθαι τῷ Διὶ πατρὶ ἐπιδεῖξαι αὐτῷ μικρὰν λιβάδα· ὁ δὲ μὴ θέλων αὐτὸν κατατρύχεσθαι, ῥίψας κεραυνὸν ἀνέδωκε μικρὰν λιβάδα, ἣν θεασάμενος ὁ Ἡρακλῆς καὶ σκάψας εἰς τὸ πλουσιώτερον ἐποίησε φέρεσθαι. καὶ διὰ τοῦτο ἐκλήθη Σκάμανδρος, διὰ τὸ ἐσκάφθαι ὑπὸ τοῦ ἀνδρὸς, ἢ διὰ τὸ καμάτου καὶ κόπου παραίτιον γενέσθαι τῷ ἀνδρί.

75. αὐτὰρ Ἀχιλλεύς] ἐφαμίλλους θεοῖς δείκνυσι τοὺς ἥρωας, παράλληλον θεὶς τὴν μνήμην αὐτῶν.

76. Ἕκτορος ἄντα] εἰς τὴν καθ᾿ Ἕκτορος ἐναντίαν μάχην. μάλιστά ἑ] μάλιστα αὐτόν.

78. ταλαύρινον] ἐν πολέμῳ καρτερικόν.

80. ἀντία Πηλείωνος] ἀμβλύνων αὐτοῦ τὴν καθ᾿ Ἕκτορος ὁρμήν.

84. παιδευτικὰ ταῦτα, τῆς παρὰ τοῖς συμποσίοις προπετείας ἀπαλλάσσοντα, δι᾿ ὧν φησὶ τὸν Αἰνείαν διὰ τὰς παῤ οἴνῳ ὑποσχέ- σεις ὀλίγου δεῖν κινδυνεῦσαι. οἰνοποτάζων δὲ πίνων, οὐχὶ ἐσθίων. βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος ἄρχοντας λέγει.

89. διόλου παρατηρητέον ὅτι κατὰ μέρος τὰ ἔργα τοῦ Ἀχιλλέως δεόντως δεδήλωκεν· γίνεται δὲ καὶ ἀξιοπιστότερον τὸ παρὰ τοῦ πολεμίου ἐγκώμιον.

95. οἱ πρόσθεν ἰοῦσα] εὐπρεπῶς ἐπεκάλυψε τὴν ἧτταν, φάμενος Ἀθηνᾶν αὐτῷ συλλαμβάνεσθαι. φιλαλήθης δὲ ὢν οὐκ ἀποκρύπτει τὴν ἧτταν.

φάος τὴν σωτηρίαν, ὡς τὸ “ἤν πού τι φόως Δαναοῖσι γέρωμαι” (ΙΙ. 16, 39).

[*](8. *ξανθίξει] ἐξανθίζει 18. Lemma om. B, sed in textu μάλιστά ἑ habet.)
236

98. αἰεὶ γὰρ πάρα εἴς γε θεῶν] εὐπρεπῶς καὶ τοῦτο, ἵνα διὰ τὴν τῶν θεῶν βοήθειαν καὶ μὴ διὰ τὴν ἰδίαν δειλίαν ὀκνεῖν δοκῇ.

101. ἶσον τείνειε] τροπικῶς τῷ ῥήματι ἀπὸ τῶν ζυγῶν κέχρηται.

105. καὶ δὲ σέ] ὀρθοτονητέον τὴν ἀντωνυμίαν καὶ τὸν δε ἀντὶ τοῦ γαρ ἐκδεκτέον.

109. λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω] ἀναγκαῖον καὶ τοῦτο· καταπλήξει γὰρ αὐτὸν ὁ Ἀχιλλεὺς, ὅπερ ἔδει προλαβεῖν τὸν θεὸν πρὸ τῆς συμβολῆς. λευγαλέοις δὲ εὐτελέσι καὶ ἀχρείοις πρὸς τοὺς ἐκδεχομένους· λευγαλέος δὲ θάνατος ὁ ὀλέθριος.

*τινὲς τὸ ἀρειῇ, τῇ ἀπὸ τοῦ Ἄρεως βλάβῃ.

113. οὐλαμόν] τὸ πύκνωμα, ἀπὸ τῆς οὐλότητος, ἢ τὴν εἴλησιν.