Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

584. ἐνδίεσαν] ἐδίωκον, παρὰ τὸ δίημι, ὃ δηλοῖ τὸ διώκω.

588. βήσσῃ] οἱ μὲν βόες παρὰ τὸν ποταμὸν, αἱ δὲ ὄϊς ἐν βήσσῃ. τουτέστι κοιλώματι γῆς ὥστε βαίνεσθαι, οὐ γεωλόφῳ.

589. σταθμούς] τὰς κατ᾿ ἀγροὺς τῶν θρεμμάτων στάσεις· κλι- σίας τὰς τῶν ποιμένων οἰκίας, σηκοὺς ἔνθα κοιμῶνται τὰ θρέμματα.

590. χορόν] τὸν πρὸς χορείαν τόπον. δῆλον δὲ ἐκ τοῦ ἐπιφερο- μένου “ἔνθα μὲν ἠΐθεοι ὠρχεῦντο,” ἤτοι ἐν τῷ τόπῳ.

[*](3. Μύριναν καὶ ὁ scripsi pro Μύ- etiam Epim. Homer. p. 391. ρινναν 6. Scholion totum est Por- 17. κραδαλόν] *ῥαδαλόν recte. phyrii, quod paullo aliter scriptum 29. *βαίνεσθαι, οὐ] om. legitur supra p. 23, 7—23. Conf.)
202

*Θησεὺς παραγενόμενος ἐξ Ἀφιδνῶν εἰς Ἀθήνας νεωστὶ κατέ- λαβε τὸν δασμὸν ἀποπεμπόμενον Μίνωϊ εἰς Κρήτην, τοὺς δὶς ζ΄ ἠϊθέους καὶ παρθένους. ἐτέλουν δὲ τὸν δασμὸν οἱ Ἀθηναῖοι τοῦτον ἐπὶ τῷ δεδολοφονηκέναι Ἀνδρόγεων τὸν παῖδα Μίνωος ἀγωνιζόμενον καὶ νικῶντα παῤ αὐτοῖς τὰ Παναθήναια. ἑκόντα οὖν φασὶν αὐτὸν συγκαταλέξαι τοῖς ἀπιοῦσι, καὶ γενόμενον εἰς Κρήτην ἡδέως ὀφθῆναι ὑπὸ Ἀριάδνης τῆς τοῦ Μίνωος θυγατρὸς, καὶ διὰ τοῦτο τέχνῃ Δαιδάλου σωθῆναι τρόπῳ τοιῷδε. μίτων ἀγαθῖδα ἔδωκε Δαίδαλος τῇ Ἀριάδνῃ, εἰπὼν δοῦναι τῷ Θησεῖ, ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου τῆς ἀγαθῖδος, οὕτως ἀνελὼν αὐτὴν εἰσέλθοι εἰς τὸν λαβύ- ρινθον, καὶ περιγενόμενος τοῦ θηρίου πάλιν ἔχοι ῥᾳδίαν τὴν ἔξοδον τοῦ λαβυρίνθου ποικίλως ἐπιπεπλεγμένας ἔχοντος εἰσόδους. ἐξελὼν δὲ μετὰ τὸ νικῆσαι ὁ Θησεὺς μετὰ τῶν ἠϊθέων καὶ παρθένων, χορὸν τοιοῦτον ἔπλεκεν ἐν κύκλῳ τοῖς θεοῖς, ὁποία καὶ ἡ τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος ἐγεγόνει, ἧς δὴ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησεν. λαβύρινθος δέ ἐστι σπήλαιον δυσέκβατον ἢ τόπος κοχλιώδης.

591. πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς ὁ θεὸς τὸν ἄνθρωπον μιμεῖται. καὶ οἱ μὲν ψιλοῦσι τὸ οἷον, συνάπτοντες αὐτὸ τῷ ἴκελον, μιμητὴν τῶν ἔργων Ἡφαίστου ποιοῦντες τὸν Δαίδαλον, ἵν᾿ ᾖ τούτῳ μόνον ὁ Δαίδαλος ἐποίησεν ὅμοιον χορὸν, ὁ δὲ Ἥφαιστος δηλονότι πολλὰ τοιαῦτα εἰργάσατο. ἢ τάχα ἔξεστιν ἐκεῖνο φάσκειν, ὅτι ἐπεὶ πρώην διακεχυρισμένως ἐχόρευον ἄνδρες τε καὶ γυναῖκες, οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λαβυρίνθου ἠΐθεοι καὶ παρθένοι ἀναμὶξ ἐχό- ρευσαν, ὅπερ ὁ θεὸς ἐμιμήσατο, οὐ τὴν τέχνην Δαιδάλου. ἴσως δὲ καὶ διδάσκει ὁ ποιητὴς μιμεῖσθαι τὰ χρηστὰ, εἰ καὶ ἐξ εὐτελῶν εἶεν.

593. ἀλφεσίβοιαι] τέλειαι, θρέμματα ἤδη δεξάμεναι παρὰ μνη- στήρων.

595. ὀθόνας ἐνδυτηρίους πέπλους, παρὰ τὸ ἔσθος, ἐσθόνη τις οὖσα.