Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

572. τὸ σπαίρειν ὁ ποιητὴς κατὰ Ἀττικοὺς ἀσπαίρειν φησὶ μετὰ τοῦ α, οἷον “ἀσπαίροντα λάων,” “ἤσπαιῤ ὡς ὅτε βοῦς” (Il. 13, 571) τὸ δὲ σκαίρειν οὐκέτι. τὸ μὲν οὖν σπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὅ τινες ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ βοὶ λαμβάνουσι, τὸ δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δὲ ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον οὕτω προσηγορεῦ- σθαι. τῆς κινήσεως οὐχ ὁμοίως ἑκατέρῳ γινομένης, τῷ δὲ σκάρῳ πάντως [*](1. ἀπὸ Bekkerus] ὑπὸ tilenae similitudinem compositi 8. εἷεν Bekkerus] ἦεν sunt quattuor hexametri, qui le- 20. ὦ Λίνε θεοῖσι (sic B, non guntur in scholio codicis Town- θεοῖς)—θρηνέουσινl. De metro et leiani et apud Eustath. p. 1163, scriptura horum versuum dixit 59, de quibus v. Bergt. p. 1298. Bergkius in Poetis Lyricis part. 3 26. λάων (Od. 19, 229)] λαόν p. 1297. Ad veteris huius can- 30. προσηγορεῦσθαι] προσηγορεῦθαι)

201
ὀξυτέρας. καὶ Ὀππιανὸς ἐν τοῖς Ἁλιευτικοῖς (1, 134) φησὶ “καὶ σκάρος, ὃς δὴ μοῦνος ἐν ἰχθύσι φθέγγεται ἰκμαλέην λαλιὴν ἀφείς.” καὶ τὴν πολύσκαρθμον Μύριναν (ΙΙ. 2, 814) καὶ ὁ Λυκόφρων (243) φησὶ μίαν τῶν Ἀμαζόνων· καὶ εὐσκάρθμους ἵππους ὁ ποιητὴς (Ιl. 13, 31) καλεῖ.

573. ὀρθοκραιράων] εὔκεροι γὰρ οἱ κάλλιστοι βόες. ὀρθοκραι- ράων δὲ ὡς πρὸς σύγκρισιν τῶν κριῶν.

574. χρυσοῖο τετεύχατο κασσιτέρου τε] ὑπὲρ τοῦ ἐξαλλαγήν τινα φαίνεσθαι περὶ τὴν χροιὰν τὰς δύο ὕλας παρέλαβεν.

575. μυκηθμῷ] παραδόξως καὶ τὴν φωνὴν ἐμιμήσατο. ὅτε δὲ ἐξίασι τῶν βοοστασίων, ταχεῖς τε καὶ σκιρτῶντές εἰσι· διὸ καὶ τὸ ἐπεσσεύοντο, οἷον μετά τινος ταχυτῆτος καὶ σφοδρότητος ἐπο- ρεύοντο. *κόπρου] βοοστασίου.

576. ῥοδανόν] τὸν ῥᾳδίως ἀναφύοντα, ἢ τὸν εὐκίνητον διὰ λεπτό- τητα· καὶ ῥοδανίζειν γὰρ αἱ γυναῖκές φασι τὸ συνεχῶς τὴν κρόκην τινάσσειν. οἱ δὲ ῥοανόν ἤτοι ῥευστικὸν, κατὰ πλεονασμόν. οἱ δὲ τὸν ἰσχνοκαλαμώδη. Ζηνόδοτος δὲ γράφει κραδαλόν ἀντὶ τοῦ εὐκί- νητον, οἱονεὶ κραδανόν τινα ὄντα, παρὰ τὸ κραδαίνεσθαι. λέγει δὲ ὅτι πορεύονται ἐπὶ τὸν καλαμῶνα τὸν δι᾿ ἰσχνότητα καλάμων ἢ ὕψος εὐκράδαντον.

580. ἐρύγμηλον] τὸν τῇ δυνάμει τῶν ἄλλων ἡγούμενον, ἐκ τοῦ ἐρύγω τὸ ὑπερισχύω, ἐξ οὗ καὶ ἐρύγειν τὸ μετὰ βίας ἀνασπᾶν τὸ πνεῦμα· προπαροξύνεται δέ. γίνεται οὖν ἐρύγω ἐρύγηλος καὶ ἐρύγ- μηλος πλεονασμῷ.

583. λαφύσσετον] ἔδει διὰ τοῦ η· ἢ τάχα ἐνεστώς ἐστιν ἀντὶ παρῳχηκότος. δηλοῖ δὲ τὸ ἐπὶ πολὺ κενοῦν.