Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

685. ἄλλοι εἰσὶ παρὰ τοὺς Ἴωνας Ἰάονες· φησὶ γὰρ Ἀνδροτίων ὅτι στήλην ἔστησαν ἐπὶ Λακεδαίμονος διορίσαντες οὕτως “τάδʼ οὐχὶ Πελοπόννησος, ἀλλʼ Ἰάονες,” Ἴωνες δὲ ἐκ τοῦ ἑτέρου μέρους οὕτως “τάδʼ ἐστὶ Πελοπόννησος, οὐκ Ἰάονες,ʼ ὥστε τοὺς μὲν ἔνθεν εἶναι, τοὺς δὲ ἐκεῖθεν.

ἑλκεχίτωνες] οἱ ἐν τοῖς χιτῶσι τῶν ἐναντίων ἕλκη ποιοῦντες. οἱ δὲ, ὅτι μέχρι τῆς Περικλέους στρατηγίας ποδήρεις εἶχον χιτῶνας.

686. Φθιῶται μὲν οἱ ὑπὸ Ἀχιλλεῖ, Φθῖοι δὲ οἱ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ.

φαιδιμόεντες] ἀντὶ τοῦ φαίδιμοι, παραγώγως. τινὲς δὲ σύνθετον ὑπονοοῦσι τὴν λέξιν, ἵνʼ ᾖ λαμπρὰς πανοπλίας ἔχοντες.

687. μόγις ὁρμῶντα ἐπεῖχον.

703. οἴνοπε] οἰνώδεις εἰς τὸ ὁρᾶν· οἱ δὲ μέλανες, ὡς τὸ “οἴνοπα πόντον” (Il. 1, 350). καὶ Πτολεμαῖος γὰρ εἰς τὸ τῆς Ἀρσινόης χιλιάροτρον τέμενος μέλανας ἐνῆκε βοῦς. τὴν τάξιν δὲ τῆς στάσεως καὶ τὴν προθυμίαν ἡ παραβολὴ δηλοῖ.

705. κεράεσσι] συμπάσχειν φασὶ τοῖς ποσὶ τὰ κέρατα τῇ δια- τάσει τῶν νεύρων· διὸ μετὰ τὸν κάματον ἀλείφειν δεῖ αὐτὰ κηρῷ ἢ ἐλαίῳ ἢ πίσσῃ, ὡς Ἀριστοτέλης φησίν (H. A. 8, 7). πρυμνοῖς δὲ τοῖς παρὰ τὴν σάρκα.

706. ἀμφὶς ἐέργει] ἀπʼ ἀλλήλων αὐτοὺς, φησὶν, ὁ ζυγὸς χωρίζει.

[*](15. τάδʼ οὐχὶ Townl.] τάδʼ ἐστὶν 17. *τάδʼ ἐστὶ— Ἰάονες] τάδʼ οὐχὶ ἐστὶν οὐκ ἰάονες, ἀλλὰ πελοπόννησος)
32

707. ὦλκα λέγει τὴν αὔλακα, τέλ σον δὲ τὸ βάθος, ἢ τὸ πέρας τῆς γῆς, ὅπερ τέμνει τὸ ἄροτρον.

710. οἵ οἱ σάκος ἐξεδέχοντο] τὸ τληπαθὲς Αἴαντος δείκνυσιν, εἴγε πολλοὶ καὶ ἀγαθοὶ τὸ σάκος αὑτοῦ διαδέχονται ἀποκάμνοντος, δεδιότες μή πως αὐτοῦ ἀγανακτήσαντος ἀπόλοιντο.

712. οὐδ· ἄρʼ Ὀῖλάδῃ] λεληθότως δεδήλωκε τὴν αἰτίαν τῆς συμπνοίας τῶν Αἰάντων· ἐν ὀλίγῳ γὰρ χωρίῳ γινομένης τῆς μάχης, ἀχρεῖοι ἦσαν οἱ Λοκροὶ ψιλοὶ ὄντες. κοσμεῖ οὖν αὐτοὺς διὰ προβλή- ματός τινος· ὑποδύντες γὰρ ὑπὸ τοὺς ὁπλίτας Σαλαμινίους ὄπιθεν βάλλουσιν.

719. οἱ μέν] οἱ Σαλαμίνιοι δηλονότι.

725. λείπει ἡ πρός, ἵνʼ ᾖ πρὸς θρασύν.

726. Ἕκτορ] ἐν καιρῷ ἀναμιμνήσκει τὸν Εκτορα τῆς ἰδίας συμ- βουλῆς· ἔλεγε γὰρ “μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν” (Il. 12, 216). ἀλλʼ οὐκ ἄντικρυς αὐτῷ λέγει ὅτι παρακούσας τῆς συμβουλῆς ἐκάκωσας τὴν στρατιάν· ἀπήχθετο γὰρ τῷ βασιλεῖ, καὶ φιλονεικότερον αὐτὸν ἐποίει καὶ ἄλλως θρασὺν ὄντα. εἰς πολλὰ οὖν τρέπει τὸν λόγον, τῇ γνωμολογίᾳ χρώμενος. ἀμήχανος δὲ ἀνίκητος, ἢ ἀπαραμύθητος, τοῖς βουλομένοις σε πείθειν ἀμηχανίαν παρέχων. παραρρητοῖσι δὲ παρηγορητικοῖς λόγοις, παραμυθήμασιν, ὑποθή- καις· οἱ δὲ συμβούλοις.

727. ἐν ἐρωτήσει ὁ λόγος. πραγματικῶς δὲ ἐν ἑνὶ στίχῳ θεο- φίλειαν καὶ ἀνδρείαν αὐτῷ μαρτυρῶν, ἕτοιμον πρὸς πειθὼ ποιεῖ.

728. τοὔνεκα καὶ βουλῇ] καὶ τοῦτο τεχνικῶς. οὐ γὰρ ἀνδρεῖον μὲν, ἀνόητον δὲ αὐτὸν ἔφη, ἀλλὰ λεληθότως τὴν ἀνδρείαν εἰς ψόγον αὐτῷ τρέπει, αἰτίαν τοῦτο φάσκων τοῦ ἀπειθεῖν τοῖς ὀρθῶς συμβου- λεύουσιν.

730. πάντα εἰς θεὸν ἀναφέρει ὁ ποιητὴς, καὶ δείκνυσιν ὅτι αἱ ἀρεταὶ θεόσδοτοι. πιθανῶς δὲ τὸ μὲν ἐκείνου ἐν πρώτοις, δεύτερον δὲ τὸ ἴδιον πλεονέκτημα.

733. τοῦ δέ] τοῦ νοῦ. ἐπαυρίσκονται δὲ ἀπολαύουσιν· “ἐσθλὸς γὰρ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται” (Hesiod. O. 293).

734. πολεῖς] πολλούς. ἤδη δὲ προεῖπε “τοῦ δέ τε πολλοὶ ἐπαυρίσκονται.” ἐὰν δὲ τὰς πόλεις ἀκούσωμεν, μείζων ἔσται ὁ [*](23, 25. ἀνδρείαν] ἀνδρίαν et infra 23. πειθὼ] πειθῶ hic et infra ἀνδρίας 32. πίθηται] πείθεται)

33
ἔπαινος, ὅτι ἀνδρὸς ἑνὸς εὐβουλία καὶ πόλεις ὅλας σώζει. ἀμείνων οὖν τῆς ἀνδρείας ἡ φρόνησις, ὅσῳ καὶ πολυωφελεσπέρα.

πλεονάζει ὁ κεν. λέγει δὲ ὅτι μᾶλλον τῶν ἄλλων διέγνω τὴν ἐκ τοῦ πράγματος ὠφέλειαν καὶ σωτηρίαν.

735. δεόντως ἐπάγει νῦν τὴν ἰδίαν γνώμην, προπαρασκευάσας πρὸς πειθὼ τὸν στρατηγόν.

736. εἴωθεν ἀπὸ τοῦ γάρ ἄρχεσθαι οὐκ αἰτιολογικῶς. στέφανος δὲ ὁ κύκλος, ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν· ἡ δὲ περί πρὸς τὸ δέδηεν. λέγει δὲ τὸ ὅλον ὅτι ὁ πόλεμος εἰς σὲ περισσῶς ἀνάκειται, ἢ ὅτι ὁ τοῦ πολέμου κύκλος παρὰ τῶν πολεμίων ἤδη σε περιεί- ληφεν.

737. Τρῶες δέ] τοῦτʼ ἄν εἴη ἀγαθοῦ συμβούλου τὸ μὴ μόνον τὰ καθʼ ἑαυτὸν καὶ τὸν στρατηγὸν ἰδεῖν, ἀλλὰ καὶ τὸ πᾶν κατασκέψα- σθαι, ὃ νῦν ὁ Πολυδάμας ποιεῖ.