Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

452. ἔμʼ ἔτικτε] ὀρθοτονητέον τὴν ἀντωνυμίαν· ἔστι γὰρ ἀντιδια- σταλτική. τίκτειν δὲ τὸ κτίζειν.

453. εὐρείῃ] μεγάλῃ· “τοῦ μέν τοι κλέος εὐρύ” (Od. 19, 333) καὶ “εὐρύοπα Ζῆν’” (Il. 8, 206) καὶ εὐρυσθενές (Il. 7, 455).

456. ἑταρίσσαιτο] συνεργὸν καλέοιτο.

458. δοάσσατο] τοῦ δοκῶ παραγωγόν ἐστι, δοκῶ δοκήσω δοκάσσω, ἐδοκάσσατο δοκάσσατο, ἀποβολῇ τοῦ κ δοάσσατο.

460. ἐπεμήνιε] ἐπεμέμφετο καὶ ᾐτιᾶτο.

461. οὔτι τίεσκεν] ὡς τιμώμενον αὐτὸν ὑπὸ τῶν Τρώων καὶ παρα- βλάπτοντα τὴν βασιλικὴν τιμὴν οὐκ ἐτίμα, δεδιὼς τὴν ἐπιβουλήν.

404. γαμβρῷ] τῷ τῆς ἀδελφῆς ἀνδρί. “οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσιν” (Il. 5, 474).

465. ἐπαμύνομεν] καλῶς καὶ ἑαυτὸν τῇ ἐπικουρίᾳ συναριθμεῖ πρὸς τὴν ἐκείνου αἰδῶ.

468. θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν] τῶν γὰρ παλμῶν αἰτία ἡ τοῦ περὶ καρδίαν αἵματος θέρμη.

469. βῆ δὲ μετʼ Ἰδομενῆα] ἡ γὰρ τοῦ φίλου συμφορὰ τὴν πρὸς τὸν ἐχθρὸν ἀμαυροῖ μῆνιν.

470. *τηλύγετον] ὁ τέλος τῆς γεννήσεως ἔχων, μεθʼ ὃν ἄλλος οὐκ ἐτέχθη τῷ πατρί· οἱ τοιοῦτοι γὰρ ὡς ἐπίπαν δειλοὶ, ὑγρᾷ ἀνα- τρεφόμενοι διαίτῃ. καὶ πῶς αὐτός φησι “δείδια δʼ αἰνῶς Αἰνείαν (481): ἤτοι νῦν τὴν φυγήν φησιν.

τὸ τηλύγετος ἐνταῦθα ἐπὶ τοῦ πρεσβυτέρου, οὐκ ἐπὶ τοῦ μονο- γενοῦς ἢ ἐπὶ τοῦ ὁμήλικος. ὅτι δὲ ἐπὶ τοῦ πρεσβυτέρου καὶ τῆς τηλοτέρας γενεᾶς ὄντος, δῆλον ἀπὸ τοῦ εἰρηκέναι αὐτὸν ἐπὶ τοῦ μὴ ὁμήλικος “οὗτος δὲ προτέρης γενεῆς, προτέρων δʼ ἀνθρώπων” (Il. 23, 790). ἀλλʼ Ἰδομενεὺς μὲν μεσαιπόλιος, καὶ διὰ τοῦτο τῆς προτέρας γενεᾶς. προέγραψα καὶ τὰ περὶ τούτου πλατύτερον.

471. ἀλκί] ἀπὸ τῆς ἄλξ εὐθείας, ὅθεν καὶ ἄλξις καὶ ἔπαλξις.

472. κολοσυρτόν] ὁ μετὰ κολωοῦ ἐπισυρμός. ἢ ὁ μέγας θόρυβος· κόλον γὰρ τὸ μέγα, καὶ ὁ μεγάλην ἁφὴν ἔχων κόλαφος καλεῖται.

[*](26. ἤτοι νῦν] ἤ τοίνυν)
25

476. ὣς μένεν] τὸ μὲν μεῖναι γενναίου, τὸ δὲ καλεῖν τοὺς ἑταίρους ἀσφαλοῦς· προδιδόντος γάρ ἐστιν ἑαυτὸν τὸ τὴν παροῦσαν μὴ καλεῖν συμμαχίαν, ἀλλʼ οἰκεία τὸ πᾶν ἐπιτρέπειν δυνάμει.

481. οἴῳ] ἀντὶ τοῦ μονωθέντι. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.

484. ἥβης ἄνθος] τινὲς τὸν καιρὸν τῶν κε΄ ἐτῶν, οἱ δὲ τῶν μ', ἐπεὶ καὶ Ἡσίμδός φησι “τοῖς ἅμα τεσσαρακονταέτης αἰζηὸς ἕποιτο” (Ο. 439). τὴν δὲ ἥβην Ἡσίοδος καὶ ἐπὶ κτηνῶν, ὡς τὸ “ἥβης μέτρον ἔχοντε” (ib. 436)· ὁ δὲ ποιητὴς καὶ ἐπὶ φυτῶν, ὡς τὸ “ἡμερὶς ἡβώωσα” (Od. 5, 69). τὸ δὲ ὅτε ἐὰν μὲν ᾖ χρονικὸν. ἔσται ἡ διάνοια οὕτως, ὅτε περὶ ἕκαστον ἄνδρα ἡ οἰκεία ἰσχὺς ἀκ- μάζει· ἐὰν δὲ ᾖ δύο μέρη λόγου, οὕτως, ὅ ἐστιν ἀνδρὶ κράτος μέγι- στον, τὸ ἐν τῷ ἀκμαιοτάτῳ τῆς ἡλικίας εἶναι. κράτος δὲ εὐρωστία, εὐτολμία.

485. τῷδʼ ἐπὶ θυμῷ] ἐφʼ ᾧ νῦν ἐγώ εἰμι.

486. φέροιτο —ἠὲ φεροίμην] λείπει τὸ κατʼ ἐμοῦ καὶ κατʼ αὐτοῦ.

489. ἐκέκλετο οἷς ἑτάροισι] καίτοι νέος ὣν μόνος αὐτὸν οὐχ ὑπο- μένει.

490. Δηίφοβον] ἄκρως ἐξήλεγξεν ὁ ποιητὴς τὸν Δηίφοβον ἀπο- στάντα τῆς μάχης, ὅτι νῦν αὐτὸν Αἰνείας προσκαλεῖται.