Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

292. νηπύτιοι] πνυτὸν γὰρ τὸν φρόνιμον ἔλεγον· ὅθεν καὶ τοῦτο μετὰ τοῦ νη στερητικοῦ καὶ τῆς ἀποβολῆς τοῦ ν.

297. μέγα πτολέμοιο μεμηλώς] πολλὴν φροντίδα μάχης ἔχων.

298. οἷος δὲ] δύο δυσὶ πολεμικοῖς δαίμοσιν ἀπείκασεν, ἐμφερῆ λαβὼν εἰκόνα. ἅμα δὲ καὶ τὴν τάξιν διὰ τῆς εἰκόνος τετήρηκεν· ὡς γὰρ ὁ Φόβος τῷ πατρὶ ἕπεται ἐν τῇ τάξει, οὕτω, καὶ ὁ Μηριόνης τῷ φίλῳ, νέος τε πρεσβυτέρῳ, καὶ τὴν τοῦ θεράποντος χώραν ἔχων.

[*](5. *ἀνδρείαν] ἀνδρίαν secunda scholion Porphyrii, quod 27. * πνυτὸν] πυκνὸν legitur ad 2, 169. 28. Post haec repetitur a manu)
14

πόλεμονδε μέτεισι] ἢ τὸ δε περισσὸν, ἢ τῷ μετά, ἵνʼ ᾖ πόλεμόνδε εἶσι.

299. ἀεὶ Ἐνυαλίῳ πὸν Μηριόνην εἰκάζων, νῦυ τὴν δευτέραν ἀπέ- νειμεν αὐτῷ τὸ άξιν διὰ τὸ σὺυ Ἰδομενεῖ εἶναι.

301. ἐκ Θρῄκης] ὅτι παρʼ αὐτοῖς μᾶλλον τιμῶνται καὶ διαπρί- βουσιν.

Ἐφύρους λέγει τοὺς Θεσπρωτούς· μάχιμοι δὲ οὗτοι καὶ δραστή- ριοι· Φλεγύας δὲ τοὺς Γορτυνίους.

307. Δευκαλίδη] ἀπὸ τοῦ Δευκαλιωνίδη κατὰ συγκοπὴν ἐγένετο. τὸ δὲ πῆ ἀντὶ σοῦ ποῦ.

309. ἐπεὶ οὔ ποθι] οὐδαμοῦ, φησὶν, ἐνδεεῖς τοσοῦτον οἶμαι τῶν βοηθησόντων εἶναι τοὺς Ἀχαιοὺς, ὅσον ἐπὶ τὰ ἀριστερά· ἐκεῖ γὰρ ἐρράγη τὸ τεῆχος, καὶ ὁ Ἕκπωρ ἐκεῖ ἐμάχετο.

315. ἄδην ἐλόωσι] λίαν ἀπελάσουσι· γίνεται δὲ τὸ ἄδην παρὰ τὸ ἄδος, ὃ δηλοῖ τὸ πλῆθος. ἐσσύμενον δὲ τὸ ἐφιέμενον.

321. μέγας Τελαμώνισς Αἴας] ὄντως μέγας ὁ Αἴας ἐστὶ, καὶ ὑπʼ αὐτῶν ἐπαιοεῖπαι διὰ τὴν ἀοδρείαν.

322. ἔδοι] πολλάκις γὰρ θεοὶ ἀνδράσιν ὁμοιοῦνται· διὸ προσέθηκε τὸ ἔδοι. ἀκτή δὲ πὸ προηγμένον καὶ τῶν ἄλλων προτιμηθέν.

324. οὐδʼ ἂν Ἀχιλλῆι] θέλει λέγειν ὅτι τὸ βίαιον Ἀχιλλέως μόνος Αἴας ὑπομένει. ἐναβρύνεται δὲ ἀεὶ τῷ Ἀχιλλεῖ.

325. ποσὶ δʼ οὔπως ἔστιν ἐρίζειν] δικαίως· πρεσβύτερος γάρ ἐστιν. ἡ δὲ τοῦ τάχους ὑπεξαίρεσις τὸ τῆς ἀλκῆς πιστὸν ἐμφαίνει.

326. ὧδ’] οὕτως ὡς ἔχεις νῦν ὁρμῆς. τὸ δὲ ἔχε ἀντὶ τοῦ πορεύου, βάδιζε.

329. ἦρχ’ ἴμεν] θαυμάσια τὰ ἤθη· καὶ γὰρ παρὸν αὐτοῖς ἡσυχάζειν οὗτοι δὲ ταττόμενοι συνήθως, τὸ κοινῇ λυσιτελοῦν τοῦ ἰδίᾳ προκρίνουσιν.

333. ὁμόν] ἰσοβαρές· λέγει δὲ τῶν περὶ Ἰδομενέα Τρώων. πρυμνῇσι δὲ ταῖς ἐσχάταις.

334. λιγέων] τῶν ἐπησίων λέγει· οὗτοι γὰρ θέρους πνέουσιν, ὅτε κόνις ἐστίν. εἰκότως δὲ λιγεῖς εἴρηνται· κατὰ λεπτοῦ γὰρ πνέοντες ἀέρος ὑποσυρίττουσιν.

335. ὅτε τε πλείστη κόνις] ψαφαρὰ γάρ ἐστιν ἡ γῆ διὰ τὴν ἔκκαυσιν τοῦ κυνός.

336. οἵ τʼ ἄμυδις] λείπει τὸ πνέοντες, ἵνʼ ᾖ, οἳ ὁμοῦ πνέοντες ὑποσύρουσι τὴν κόνιν διʼ ἦς ὁμίχλη μεγίστη γίνεται.

[*](16. *ἀνδρείαν] ἀνδρίαν 32. *ψαφαρὰ] ψαρά)
15

337. ὣς ἄρα τῶν] τὸ συμπεφυρμένον αὐτῶν εἴκασε τῇ ὑπὸ τῶν ἀνέμων μιγείσῃ κόνει.

339. ἔφριξεν δὲ μάχη] ποιητικῶς ἔφη φρίττειν τὴν μάχην διὰ τῆς ἀνατάσεως τῶν δοράτων. ἐγγὺς δὲ παραβολῆς ἡ μεταφορά· ἐν βραχεῖ γοῦν τὸ μετέωρον τῶν δοράτων καὶ τὴν κίνησιν δηλοῖ.