Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

494. ἔγχος ἔχʼ ἑνδεκάπηχυ] καλῶς οὐ σκῆπτρον κατέχων δημη- γορεῖ, ἀλλὰ τὰ τῆς ἀνδρείας σημεῖα προβαλλόμενος.

498. νῦν ἐφάμην] ὑπερηφανίας μεστὸς ὁ λόγος· οὐ γὰρ εὔνους θέλει ποιήσασθαι τοὺς ἀκροωμένους, ἀλλὰ μόνον καυχήσασθαι, οὐχ ὡς τὸ “ὦ φίλοι ἥρωες Δαναοί” (Il. 2, 110). καὶ πάλιν δὲ τὸ κοινὸν οἰκειοῦται κατόρθωμα καὶ πάλιν τῇ νίκῃ γαυριᾷ.

503. στρατηγικῶς πρὸ αὐτῶν τῶν ἵππων φροντίζει, ὃ καὶ Ἀνδρο- μάχη ποιεῖ· “ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν” (188).