Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

486. ἕλκον νύκτα μέλαιναν] τῇ ἀσθενείᾳ τοῦ τῶν ἀκτίνων φωτὸς ἐφέλκεται ἡ νύξ. εὖ δὲ καὶ ὁ παρατατικός· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφ’ ἓν σκιάζεται.

βραχεῖαν ταύτην τὴν μάχην ἐποίησεν, ἐγχρονίζειν οὐ θέλων ταῖς τῶν Ἕλλήνων δυστυχίαις· ὅθεν μέρος μάχης καλεῖται.

490. νόσφι νεῶν ἀγαγὼν] συνελάσας μέχρι τῶν νεῶν αὐτοὺς ἀφίσταται παρὰ τὸν ποταμὸν πρὸς τὸ μήτε τοῖς πολεμίοις ἐξακού- εσθαι μήτε μακρὰν ἀπεῖναι τῆς πόλεως.

493. Διὶ φίλος] οὐδαμοῦ μᾶλλον ὁ Ἕκτωρ ἐν καιρῷ ἐλέχθη Διὶ φίλος ἢ νῦν, εἴ γε καὶ θεοῖς διʼ αὐτὸν ἀπέχθεται.