Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

199. καὶ πῶς ἐν ἑτέρᾳ ἱστορίᾳ Εὐρώπης αὐτόν φησιν: λέγομεν; δὲ ὅτι ἡ αὐτή ἐστιν. εἴρηται γὰρ Εὐρώπη οὐχὶ κυρίως, ἀλλὰ τοῦ ρ πλεονάζοντος· εὐόφθαλμος γὰρ ἦν.

[*](14. *σὺ μόνον] σὐ μὴν 19. στρατείαν δὲ γυναικός] For- εἰσήλυβον] *εἰσήλυθον. ἀμέλει ἐξ tasse στρατιὰν δὲ γυναικῶν scrip- αὑτῶν Ἔφεσος καὶ Σμύρνα καλεπιται. sit, 15. Scholion manus recentioris.)
291

200. καὶ κεῖνος] ὥσπερ καὶ οἱ ἀπόγονοι αὐτοῦ Ἴσανδρος καὶ Λαοδάμεια, ἢ ὡς οἱ ὑπʼ αὐτοῦ ἀναιρεθέντες.

*τίς ἡ αἰτία, φασὶ, τοῦ τὸν Βελλεροφόντην ἀπεχθῆ θεοῖς γενέσθαι καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν ἐκκλίνειν; καὶ πρὸς τίνα ἔχει τὴν ἀναφορὰν τὸ “ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὁ καππεδίον τὸ ἀλήϊον οἶος ἀλᾶτο;” τόν θʼ ἑαυτοῦ πρόγονον πῶς οὐκ ἀφρόνως ὁ Γλαῦκος ἀπεχθῆ γενέσθαι θεοῖς καταγγέλλει, ἀφʼ οὗ τὴν τῆς ξενίας φιλίαν καταβάλλεσθαι ἔμελλεν; ῥητέον δὲ ὅτι οὐδέπω γνωρισθεὶς ὁ Γλαῦκος Διομήδει, καὶ ὡς προγονικὴν ἔχων πρὸς αὐτὸν φιλίαν, ὑπεύθυνός ἐστιν ἁπλϊκώτερον διηγούμενος τὰ κατὰ τὸν πάππον καὶ ἀληθέστερον μᾶλλον ἢ κεχαρισμένως. ὥσπερ δʼ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώπινα, τὸ φρύαγμα τοῦ Διομήδους καθαι- ρῶν “Τυδείδη μεγάθυμε, τίη—ἠδ᾿ ἀπολήγει,” οὕτω καθαιρεῖ διʼ οἰκείων παραδειγμάτων. ἢ μήποτε τῶν καθόλου ῥηθέντων περὶ ἀνθρώ- πων ἐν τοῖς πρόσθεν πίστις ἡ περὶ τόν πρόγονον μεταβολὴ ἐκ το- σαύτης ἀρετῆς καὶ εὐδαιμονίας γενομένη. ἐκεῖνο δὲ πάλιν ὅπερ ἔπρεπε τῷ ἀπογόνῳ γεγονέναι τὴν συμφορὰν, οὐκ ἀπεκάλυψε. μήποτʼ οὖν ὥς φαμεν “ἀλλʼ ὅτε δὴ καὶ κεῖνος,” ἀναφορὰν εἰς τὰ καθόλου περὶ τῶν ἀνθρώπων ῥηθέντα, ὡς θάλλει τε ὁμοῦ καὶ πάλιν μαραίνεται. κἀκεῖνος οὖν ὅτε τὰ ἀνθρώπινα πάσχειν ἔμελλε καὶ ταῖς τύχαις ἐνίσχεσθαι ταῖς ἀνθρωπίναις, μεταβέβληκεν. ἐπειδὴ τὰς μὲν εὐτυχίας εἰώθασιν ἀναφέρειν εἰς τὸ θεοφιλὲς, τὰς δὲ δυστυχίας εἰς ἀπέχθειαν θεῶν, τὴν μεταβολὴν ἐπὶ τὸ χεῖρον τοῦ Βελλεροφόντου εἰκότως εἰς ἀπέχθειαν θεῶν ἀνατέθεικεν. ὅτι δὲ πολλή τις ἡ κατʼ αὐτὸν μεταβολὴ γέγονε δηλοῖ ἃ καταλέγει δυστυχήματα αὐτοῦ· Ἴσανδρον μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Ἄρης μαρνάμενον Σολύμοισι κατέκτανε, Λαιδάμειαν δὲ τὴν θυγατέρα χωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. οὐκ ἀπεικὸς οὖν ὑπερπαθή- σαντα αὐτὸν ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ φιλέρημον γενέσθαι, καί πενθοῦντα ἀνακαλεῖσθαι τοὺς θεοὺς ὡς θεομισῆ γενόμενον. ἅπερ οὖν ἐκεῖνος δυστυχῆ περὶ ἑαυτοῦ κατακέκρικε, ταῦτʼ εἰς τὰ γένη διαδοθέντα εἰκὸς ἦν μὴ ἀγνοῆσαι τὸν ἔκγονον. ἄμεινον γὰρ διὰ τὰ τέκνα φάναι τὸ τῆς λύπης μέγεθος γενέσθαι ἢ νόσῳ ἀνενέγκαι τὴν αἰτίαν τῇ τῶν μελαγχολώντων, οἳ φιλέρημοι γίνονται καὶ [*](23. εἰς ἀπέχθειαν Vill.] ἐπχθεῖ, omisso εἰς)

292
τὰς λεωφόρους ἐκτρέπονται λυπούμενοι ἐπὶ μηδενὶ λύπης ἀξίῳ. Ἀντίμαχος δὲ ἐν τῇ Λυδῇ, ὅτι τοὺς Σολύμους ἀνεῖλε θεοῖς ὄντας προσφιλεῖς, διὰ τοῦτο μισηθῆναι αὐτόν φησιν ὑπὸ τῶν θεῶν. Λέων δὲ ἐν τοῖς Χρυσαορικοῖς γεγράφθαι φησὶν ὡς ἀπήχθετο πᾶσι θεοῖς, Προίτῳ μὲν διαβεβλημένος ὑπὸ τῆς γυναικὸς ἀδίκως, Ἰοβάτῃ δὲ ἢ Ἀμφιάνακτι ἐκ τῶν γραμμάτων· τούτῳ δʼ ἀκόλουθον εἶναι καὶ τὸ πάτον ἀνθρώπων ἀλεείνων. φασὶ δὲ τοὺς ὕστερον Πισίδας κληθέν- τας σολύμους πρότερον κεκλῆσθαι.

201. ἀλήιον οἶος ἀλᾶτο] ἡ τῶν παίδων ἀπώλεια γέγονεν αὐτῷ τοῦ μονασμοῦ αἰτία, ὡς καὶ τῷ Λαέρτῃ. ἀλήϊον δὲ πεδίον, ὅπερ ᾤκει ἀλεείνων τοὺς ἀνθρώπους. τάχα δὲ καὶ τὰ τῆς τύχης εἰς θεοὺς ἀναφέρει. ὥσπερ δὲ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώπινα, τὸ φρύ- αγμα Διομήδους καθαιρῶν, καὶ νῦν οὐκ ἀπώκνησε τὴν τῆς τύχης περὶ τὸν πρόγονον ὁμολογῆσαι μεταβολήν. ἢ τάχα πιστοῦται τὰ ἀγαθὰ διὰ τῆς ὁμολογίας τῶν ἀτυχιῶν. τὸ δὲ ἀλήϊον τινὲς ἐδάσυ- ναν παρὰ τὸ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι· ἄμεινον δὲ ψιλοῦν ἀπὸ τῆς ἄλης.

*ἀξιῶν δὲ ἐγὼ Ὅμηρον ἐξ Ὀμήρου σαφηνίζειν, αὐτὸν ἐξηγούμενον ἑαυτὸν ὑπεδείκνυον, ποτὲ μὲν παρακειμένως, ἄλλοτε δʼ ἐν ἄλλοις. τῷ γὰρ εἰροκόμῳ παράκειται συνεζευγμένη ἡ ἐξήγησις· “γρηῒ δέ μιν εἰκυῖα παλαιγενέι προσέειπεν εἰροκόμῳ” (Il. 3, 386). τίς οὖν ἡ εἰροκόμος; “ἥ οἱ” φησίν “ἤσκειν εἴρια καλά·” ἡ γὰρ ἀσκοῦσα τὰ ἔρια αὐτοῦ ἐξηγησαμένου εἴη ἂν ἡ εἰροκόμος· κομεῖν δὲ τὸ ἀσκεῖν καὶ καλλωπίζειν, ὡς τὸ “χρυσὸν κέρασι περιχεύῃ ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχαροίατʼ ἰδοῦσα” (Od. 3, 437). καὶ πάλιν “ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους” (Od. 2, 65). τίνες οὖν οἱ περικτίονες; ἐπάγει “οἳ περιναιετάουσι.” “βοῦν ἦνιν εὐρυμέτωπον ἀδμήτην” (Il. 10, 292). ἆρʼ οὖν τὸ ἀδμήτην τὴν ἄγαμον δηλοῖ; οὐχὶ, ἀλλὰ “τὴν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ.” καὶ πάλιν “ἔνθ᾿ οἵ γʼ οὐκέτι πάμπαν ἀφέστασαν, ἦρχε γὰρ Ἄρης” (Il. 21, 391). τί οὖν ἔστιν ἦρχε; “καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσεν.” ἐπὶ δὲ τῆς [*](18. Πορφυρίου nomen prae- κόμῳ προσεῖπε scripsit Vill. 23. κομεῖν δὲ τὸ ἀσκεῖν Vill.] ἀσκεῖν 20. τῷ γὰρ εἰροκόμῳ Vill.] τῆς τε δὲ τὸ κομεῖν γὰρ εἰροκόμου 26. τ᾿] om. εἰροκόμου 26. 21. προσέειπεν εἰροκόμῳ Vill.] εἰρο- 28. τὸ et τήν addidit Vill. )

293
Πηλιάδος μελίης καὶ φιλοτιμουμένῳ ἔοικε πολλαχόθεν τὴν κλῆσιν προσοῦσαν δεικνύναι· ἢ γὰρ ἀπὸ τοῦ μόνον αὐτὴν ἐπίστασθαι πῆλαι τὸν Ἀχιλλέα “ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς” (Il. 16, 142)· ἢ ἀπὸ τοῦ Πηλέως τοῦ πατρός “τὴν πατρὶ φίλῳ τάμε Χείρων” (ib. 143)· ἢ ἀπὸ Πηλίου τοῦ ὅρους ὅθεν ἐτμήθη “πατρὶ φίλῳ τάμε Χείρων Πηλίου ἐκ κορυφῆς.” ἀλλʼ ἐπεὶ μελίη τὸ δόρυ ἀπὸ τοῦ δένδρου τῆς μελίας, καὶ “οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε” (Il. 22, 328). δῆλον ὡς καὶ τὸ μείλινον ἔγχος (Il. 5, 655) ἐκ μελίας τοῦ δένδρου, οὐ μὴν ὡς οἱ πολλοὶ, τὸ μακρόν. καὶ ἔγχεα ὀξυόεντα (ib. 568) τὰ ἐξ ὀξύας τοῦ δένδρου, ὡς καὶ Ἀρχίλοχος “ὀξύη ποτᾶτο,” ἀλλʼ οὐ τὰ ὀξέα, ὡς οἱ γραμματικοὶ ἀποδεδώκασιν. πάλιν ἔφη “ἤτοι ὁ καππεδίον τὸ ἀλήϊον.” διὰ τί οὖν ἀλήϊον; ἆρά γε παρὰ τὸ ἄσπορον καὶ μὴ ἔχον λήϊα; οὐδαμοῦ, ἀλλʼ ἐκ τοῦ οἶον αὐτὸν ἐν αὐτῷ ἀλᾶσθαι. καὶ τί οὖν τὸ οἶον ἀλᾶσθαι; ἐξηγεῖται “πάτον ἀνθρώπων ἀλεείνων.” ἐν δὲ τῷ “καὶ μέν οἱ Λύκιοι τέμενος τάμον” ταχέως δεδήλωκεν ὅτι ἀπὸ τοῦ τετεμνῆσθαι καὶ ἀφωρίσθαι τὸ τέμενος λέγεται “τέμενος τάμον.” οὕτω καὶ κει- μήλια ἔφη κεῖσθαι (47)· ἀπὸ γὰρ τοῦ κεῖσθαι κειμήλια λέγεται. πάλιν πτωχὸν ἔφη πανδήμιον (Od. 18, 1). τίς οὖν οὗτος; “ὃς κατὰ ἄστυ πτωχεύεσκʼ Ἰθάκης,” ἀλλʼ οὐχ ὡς Ὀδυσσεὺς ἐν μιᾷ οἰκίῳ. πάλιν δέ “μετέπρεπε γαστέρι μάργῃ (ib.). τίς οὖν ἡ γαστριμαργία; ὥσπερ ὅρον ποιούμενος ἐπάγει “ἀζηχὲς φαγέμεν καὶ πιέμεν,” τὸ ἀδιαλείπτως ἐσθίειν καὶ πίνειν μεταλαβὼν εἰς τὸ ἀζηχές. ὃ ἐν ἄλλοις (Od. 9, 74) ἔφη “συνεχὲς αἰεί.” καὶ ἐπὶ ἄλλου μὲν ἔφη ἐν πᾶσι διαπρέποντος “ὁ δʼ ἔπρεπε καὶ διὰ πάντων” (Il. 12, 104), ἐπὶ δὲ τοῦ Ἴρου “μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ,” ὅτι ἐπὶ τῇ γαστριμαργίᾳ μόνῃ διέπρεπε. πόθεν οὖν Ἶρος καλεῖται; “οὕνεκ᾿ ἀπαγγέλλεσκε κιὼν, ὅτε πού τις ἀνώγοι” (Od. 18, 7). καὶ πάλιν “οὐκ ἀίεις ὅτι δή μοι ἐπιλλίζουσιν Ἀχαιοί” (ib. 11). τί οὖν τὸ ἐπιλλίζειν; τὸ διανεύειν· “ἑλκέμεναι δὲ κέλονται,” ἀπὸ τοῦ τοὺς διανεύοντας ἐπίλλειν τοὺς ὀφθαλμούς· καὶ ἰλλάδες οἱ συνεστραμμένοι ἱμάντες, ὡς ἀλλαχοῦ ἔφη “ἐν δὲ στρόφος ἦεν ἀορτήρ” (Od. 13, 438). “τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος [*](10. ὀξυόεντα—ὀξύας—ὀξύη Vill.] 16. τετενῆσθαι] Mira forma ὀξειόεντα—ὀξ;;ιας—ὀξέιη perfecti. τετμῆσθαι VilI. 12. ἔφη addidi. Vill. 24. ὁ addidit Vill.)
294
Ἀπόλλων” (Od. 7, 64). τίς οὖν ὁ ἄκουρος; “μίαν οἴην παῖδα λιπόντα.” ὡσαύτως καὶ τὸ κύμβαχος ἐξηγεῖται, ἐπάγων “ἐπὶ βρεχμόν τε καὶ ὤμους δηθὰ μάλʼ εἱστήκει” (Il. 5, 586). γυῖα δʼ ἐξηγεῖται “πόδας καὶ χεῖρας ὕπερθεν” (ib. 122). καὶ ἀμφιγυήεις οὖν ὁ περὶ τὰ γυῖα βεβλαμμένος, ὃν καὶ κυλλοποδίονα προσεῖπε. καὶ τὸ “γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους” (Il. 8, 402), σκελεαγεῖς ποιήσω· ἐπάγει γὰρ “κατὰ δʼ ἅρματα ἄξω.” φιλοτιμεῖται καὶ τὸ λυκόφως ἐξηγήσασθαι οἷόν ἐστιν “ἦμος δʼ οὔτ᾿ ἄρ πω ἠὼς, ἔτι δʼ ἀμφιλύκη νύξ” (Il. 7, 433)· οὐ γὰρ εἰ μηδέπω ἠὼς, ἔτι ἦν ἡ νὺξ, ἀλλʼ ἡ ἀμφιλύκη ἦν, ὁ βαθὺς ὄρθρος. ἠῶ δὲ λέγει νῦν τὸν ὄρθρον καὶ τὸ πρὸ ἀνατολῆς ἡλίου πεφωτισμένον διάστημα· ὅτι γὰρ καὶ τοῦτο τὸ διάστημα λέγει ἠῶ δηλοῖ ἐπὶ τῆς νεὼς τοῦ Τηλεμάχου εἰπὼν “παννυχίη μὲν ἄρʼ ἥγε καὶ ἠῶ πεῖρε κέλευθον” (Od. 2, 434), ἐπάγει “ἠέλιος δʼ ἀνόρουσε λιπὼν περι- καλλέα λίμνην” (Od. 3, 1). καὶ ἡμεῖς δὲ τὸ πρὸ ἡλίου ἐξ ἑωθινοῦ φαμὲν καὶ ἕωθεν, ὅπερ ὁ ποιητὴς “ἠῶθεν δʼ ἀγορήνδε” φησίν (Od. 1, 372). ἕως οὖν καὶ ἠώς τὸ πρὸ ἀνατολῆς ἡλίου· τὸ δὲ πρὸ τῆς ἕω λυκόφως καὶ νὺξ ἀμφιλύκη. λέγει μέντοι καὶ τὸ ἀπὸ ἀνατολῆς ἡλίου ἄχρι μεσημβρίας διάστημα ἠῶ. “ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ” (Il. 21, 111) “ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ” (Il. 8. 66) “εὗον παννύχιοι καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ” (Od. 7. 288). λέγει ἠῶ καὶ ὅλην τὴν ἡμέραν “ἥδε δὴ ἠὼς εἶσι δυσώ- νυμος” (Od. 19, 571) “ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη” (Il. 12, 155). περὶ οὗ φησὶν “ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν ἐλθὼν ἐκ Λήμνοιο (ib. 45). ἠὼς δὲ καὶ ἡ θεός· “ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυιλος ἠώς” (Od. 5, 121). πάλιν αὐτὸν ἐξηγεῖται παρακειμένως διʼ ὧν ἐπάγει ἐν τούτοις “Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός” (Od. 18, 75). τί οὖν τὸ κακῶς ὀρίνεσθαι τὸν θυμόν; ἐπάγει “δειδιότα.” τί οὖν παρακολούθημα δέους; “σάρκες δὲ περιτρομέοντο μέλεσσιν.” ὁ δὲ δειλὸς κακὸς, ἀφʼ οὗ τὸ κακόν· καὶ πάλιν τὸ δεδιέναι, ὅπερ πάθος ἐν τῇ ψυχῇ γίνεται, καὶ τὸ τρέμειν, ὅπερ ἐν τῷ σώματι, ἐπιτέμνων ἔφη “εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς” (ib. 80). ἐπιμένων δὲ τῇ ψυχρᾷ φύσει τοῦ φόβου, κρυόεντα καλεῖ τὸν φόβον “φόβου κρυόεντος ἑταίρη” (Il. 9, 2) καὶ ἐν ἄλλοις “ψυχρὸν δέος εἷλε” καὶ “ῥίγησεν δʼ ὁ γέρων” (Il. 3, 259). φοβηθείς. εἰ δʼ ὁ φόβος [*](16. φησὶν addidi ViIl. 19. ἠῶ] ἠὼς)
295
ψύχει, δῆλον ὡς τὸ θάρσος θάλπει· εἰκότως ἄρα θαλπωρὴν λέγει τὸ θάρσος. ἐκ δὴ τούτων παρακειμένας ἐχόντων τὰς ἐξηγήσεις δεῖ παρατηρεῖσθαι καὶ τὰ ἐν διαφόροις ἐπὶ τῆς αὐτῆς διανοίας παρα- λαμβανόμενα εἰς ἐξήγησιν τῶν ἀσαφεστέρων.

202. πάτον ἀνθρώπων ἀλεείνων] οὐχ ὡς οἱ νεώτεροί φασι, μελαγ- χολήσας, ἀλλʼ ὀδυνώμενος ἐπὶ τῇ τῶν ἑαυτοῦ παίδων ἀπωλείᾳ ἐμόναζε. διδάσκει δὲ πόσην ἔχει ψυχαγωγίαν ἡ συντυχία, καὶ μάλιστα ἡ τῶν ἰδίων, ὅτι διʼ αὐτοὺς τὴν ψυχὴν ἀπελέγετο.

203. *ὁ δέ ἀντὶ τοῦ γάρ.

204. Σολύμοισι] ἴσως γηράσαντος τοῦ Βελλεροφόντου πάλιν ἀπέστησαν, ὁ δὲ τῆς παρτῴας ἀντιποιούμενος ἀρχῆς ἐπολέμει αὐτοῖς.

206. * τὴν Λαοδάμειαν.

280. αἰὲν ἀριστεύειν] τοῦτο ἀναφέρει πρὸς τὸ ὑπὸ Διομήδους εἰρημένον “ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἀπάντων” (125).

211. αἵματος] τοῦ σπέρματος λέγει· τὸ γὰρ αἷμα εἰς θορὸν μεταβάλλεται. οἱ γοῦν συνεχῶς ἀφροδισιάζοντες τελευταῖον αἷμα φέρουσιν· τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες τὸ ἀμετάβλητον ἐξέλκουσιν.

212. γήθησε] ἔοικε διὰ τὸ ὄνομα Βελλεροφόντου καὶ τοὺς πολλοὺς ἀνασχέσθαι τοῦ Γλαύκου λόγους.

213. ἔγχος μὲν κατέπηξεν] γραφικῶς καὶ τοῦτο. ἵνα γὰρ μηκέτι πόλεμος εἶναι δοκῇ, καταπήγνυσι τὸ ἔγχος ὁ Διομήδης.

214. μειλιχίοισι] ἐπὶ φιλοξενίαν προτρέπεται, δεικνὺς ὡς καὶ ἐκ κινδύνων ῥύεται.

220. Βελλεροφόντης δὲ] ὁ μὲν ὡς μένοντι δίδωσιν, ὁ δὲ ὡς ἐκδη- μοῦντι.

221. καί μιν ἐγὼ] ἄπαιδος γὰρ τελευτῶντος Οἰνέως Διομήδης αὐτὸν κληρονομεῖ.

*τὸν πάππον ἤτοι τὸν Οἰνέα.

226. ἔγχεα δʼ ἀλλήλων] ἀλλήλων τὰ ἔγχη ἐκκλίνωμεν. γράφεται δὲ καὶ ἔγχεσιν, ἵνʼ ᾖ ἀλλήλων ἀποτύχωμεν, καίτοι ἐν πλήθει ὄντες· τὸ γὰρ διʼ ὁμίλου ἀντὶ τοῦ ἐπὶ παντὸς τοῦ πλήθους, ὅπως γνῶσιν ὅτι ξεῖνοί εἰσιν· ἢ διὰ πάσης τῆς μάχης, ὡς τὸ “τανσσά- [*](2. ἐχόντων τὰς Vill.] ἔχον (i. e. ἔχοντας))

296
μενος διὰ μήλων” (Od. 9, 298). ἢ καὶ ἡμεῖς καὶ αἱ ἡμέτεραι στρατιαὶ παραφυλάξωνται τὴν πρὸς ἀλλήλας ἐν πολέμῳ στάσιν ἐκκλίνουσαι.

228. ὅν κε θεός γε πόρῃ] καίτοι εὐημερῶν παραπεφυλαγμένως λαλεῖ, ὡς πρὸς φίλον μετριάζων.

230. τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν] ἁπλοϊκῶς φηοὶ τοῦτο διὰ φιλίας σύμβολον, ἀλλʼ οὐ διʼ αἰσχροκέρδειαν. οἵδε] δῆλον οὖν ὡς ἐν ἡσυχίᾳ εἰσὶ τὰ πλήθη καραδοκοῦντες τὸ τέλος.

234. Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς] εἰκότως ὁ Γλαῦκος τοῦ προγόνου τὸ φιλότιμον ἀκούσας Βελλεροφόντου χρυσὸν δωρεῖται πρὸς τὸ παρόν· ἄλλως τε ὑπερήδεται τῇ συντυχίᾳ, γενόμενος ἰδιό- ξενος τοῦ παναρίστου Διομήδους. τὸ δὲ ἐξέλετο ἀντὶ τοῦ ὑπερηύ- ξησε τῇ φιλοτιμίᾳ, ὡς τὸ “γέρας ἔξελον” (Il. 16, 56). ἢ μᾶλλον αἰτιᾶται αὐτὸν, ὅτι λαμπροῖς ὅπλοις ἐκοσμεῖτο κατὰ ἑαυτοῦ καὶ τῶν συμμάχων· ὅπου γὰρ ταῦτα, εὔκαιρος ἡ τῶν πολεμίων ὁρμή. καὶ πῶς οὐ Διομήδης φρενῶν λείπεται γυμνούμενος, πρὸ μικροῦ τῶν Τρώων παρασπονδησάντων; τάχα οὖν τὸν ζωστῆρα μόνον καὶ τὸ ξίφος ὡς οἱ περὶ Ἕκτορα (Il. 7, 303) ἤμειψαν· οὐ γὰρ ἂν τὴν ἀσπίδα πρὸς χάριν ἐδίδουν. ἢ γὰρ ἂν προὔκρινε τὴν Αἴαντος Ἕκτωρ, εἰ ἐδίδοτο, ὑπὲρ τὴν Νέστορος.

*Πορφυρίου. διὰ τί ὁ μὲν Γλαῦκος προήχθη εἰς φιλοτιμίαν τοῦ ἀλλάσσειν τὰ ὅπλα χρυσᾶ ὄντα πρὸς Διομήδην, ὁ δὲ ποιητὴς ἐπι- τιμᾷ ὡς οὐ δέον, οὐδʼ εἰ φίλος εἴη. προΐεσθαι πλείονος ἄξιον; προ- γόνων ὁ Γλαῦκος φιλοτιμίαν ἐξηγησαμένου Διομήδους ἀκούσας οὐκ ᾠήθη δεῖν ἐλαττοῦσθαι ταύτης· “Οἰνεὺς γάρ ποτε—δέπας ἀμφικύπελλον” (216–220). ταῦτʼ οὖν ἀκούσας ὁ Γλαῦκος προήχθη εἰς φιλοτιμίαν προγονικήν. ὡς γὰρ Βελλεροφόντης ζωστῆρος οὐκ ἀπηξίωσε χρυσοῦν ἔκπωμα δοῦναι καὶ ὅλως χρύσεον δεδώρηται τῷ ξένῳ, οὕτω καὶ αὐτὸς χρυσὸν ὃν εἶχε περικείμενον δοῦναι προήχθη, ἀκούσας παρὰ τοῦ φοβερωτάτου Διομήδους τῶν τότε “τῷ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργει μέσσῳ εἰμὶ, σὺ δʼ ἐν Λυκίῃ, ὅτε κεν [*](8. *καραδοκοῦντες] καραδοκοῦντα 30. περικείμενον Cobetus] παρα- 12. * γενόμενος] γινόμενος κείμενον 22. * Πορφυρίου] om. 31. πορὰ Vill.] περὶ)

297
τῶν δῆμον ἵκωμαι,” καὶ προσέτι εἰπόντος τοῦ Διομήδους “τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε γνῶσιν ὅτι ξεῖνοι πατρώιοι εὐχόμεθʼ εἶναι·” μικρολογίας γὰρ ἦν αἰτηθέντα τοῖς μὲν ἄλλοις ὑπακοῦσαι, ἀντειπεῖν δὲ πρὸς τὰ δῶρα. ὁ ποιητὴς δὲ, φησὶν Ἀριστο- τέλης, οὐχ ὅτι τὰ πλείονος ἄξια ὄντα προήκατο ἐπιτιμᾷ, ἀλλʼ ὅτι ἐν πολέμῳ καὶ χρώμενος προίετο· οὐδὲν γὰρ ἀλλοιότερον, ὥσπερ ἂν εἰ ἀπέβαλε τὰ ὅπλα. ἐπιτιμᾷ οὖν ὅτι κρείττω προίετο οὐκ εἰς τιμὴν, ἀλλʼ εἰς χρῆσιν· ἀναγκαῖον δὲ τοῦτο δηλῶσαι εἰπόντα τὴν ἀξίαν. τινὲς δὲ οὐ καταμέμφεσθαί φασιν ἐν τῷ φάναι Κρονίδης δὲ φρένας ἐξέλετο Ζεύς. τὸ γὰρ ἐξελεῖν δηλοῖ καὶ τὸ εἰς μέγα ἆραι καὶ αὐξῆσαι, ὡς ἐν τῷ “κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν” (Il. 16, 56)· δηλοῖ γὰρ ἣν εἰς τιμὴν γεραίροντες μεταδεδώκασι καὶ τὸ γέρας μου αὔξοντες· γέρας γὰρ ἔξελον, ἐξαίρετον ποιοῦντες. τὰ δὲ γινόμενα ὡς ἐπὶ τὸ πολὺ θεοῖς εἰώθασιν ἀνάπτειν. τὸ μέντοι “ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου ἀντὶ τοῦ ἐν ὄψει πάντων, ὡς εἰδέναι αὐτοὺς ὅτι ξένοι ἀλλήλων ἐσμέν. ἢ μὴ μόνον ἀλλήλων φειδώμεθα, ἀλλὰ καὶ οἱ ὅμιλοι ἡμῶν. ἀλλʼ οὗτοι μὲν διὰ προγονικὴν φιλίαν τὸν πρὸς ἀλλήλους ἐσπείσαντο πόλεμον, Σαρπηδὼν δὲ καὶ Τληπόλεμος, συγγενεῖς ὄντες καὶ τοῦτο γινώ- σκοντες, συνελθόντες διὰ θανάτου ἐκρίθησαν, τοῦ μὲν ἀποθανόντος, τοῦ δὲ τρωθέντος. οὕτως ἡ λεγομένη συγγένεια πρὸς φιλίαν οὐδὲν συνεργεῖ.

*ἄλλως. ἀσύμφορον δοκεῖ εἶναι ἄφρονας καλεῖν τοὺς λαμπροὺς τὰς ψυχάς καὶ ἀποκλείειν τὰς μεγαλοψυχίας τῶν ξένων πρὸς ἀλλή- λους. οἱ μὲν οὖν ἀπὸ τῆς λέξεως λύουσι, τὸ ἐξέλετο ἀποδιδόντες τὸ ἐξαίρετον καὶ ἔκκριτον ἐποίησε, βιαίως πως· οἱ δὲ περίφρασιν εἶναι, κκΓλαύκῳ φρένας ἐξέλετο· μὴ γὰρ ἀμειψάμενος, ἀλλʼ ἀπειθήσας ἀνῃρέθη ἂν, πολὺ βιαιότερον ἀποδιδόντες. οἱ δὲ πρὸς τὸν καιρὸν, ὅτι ὁ χρυσὸς ἐπιτηδειότερος πρὸς τὸν πόλεμον, διὰ τὸ στίλβον τῶν ὅπλων. ἐμοὶ δὲ οὐδ᾿ οὕτως καλῶς· “καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο, χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ” (Il. 9, 502).

236. ἑκατόμβοιʼ] ἑκατὸν ἄξια νομισμάτων. οἱ γὰρ Ἀθηναῖοι ἐν τοῖς ἑαυτῶν νομίσμασι βοῦν ἐνετύπουν.

237. Ἕκτωρ δʼ ὡς] εὐκαίρως μεταβαίνει, τὸ διάκενον τῆς πορείας Ἕκτορος ἀναπληρώσας τοῖς διὰ Γλαύκου καὶ Διομήδους.

298