Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
6. * ζητεῖται πῶς Αἴας ἀνελὼν τὸν Ἀκάμαντα “φόως δ᾿ ἑτά- ροισιν ἔθηκε,” μήπω ἀριστείας αὐτοῖς παραδεδομένης. ῥητέον οὖν ὅτι κατὰ τοῦτο φοβερὸς ἔδοξεν ὁ Ἀκάμας εἶναι, καθὸ ὁ Ἄρης αὐτῷ ἀπείκασται πολλοὺς Ἑλλήνων ἀναιρῶν.
9. κόρυθος φάλον] τὸ τῆς περικεφαλαίας λαμπρὸν, τὸ προμετω- πίδιον.
10. τινὲς τὸ μετώπω δυϊκῶς. καὶ ἀλλαχοῦ γάρ φησιν “ἐμῆς κόρυθος λεύσσουσι μέτωπα” (ΙΙ. 16, 70).
12. Ἄξυλον] οἰκεῖον φιλοξένῳ τὸ ὄνομα· Ἄξυλος γὰρ παρὰ τὸ ἄγειν, ὡς καὶ παρὰ τὸ καλεῖν Καλήσιος. τινὲς δὲ τὸν ξύλα δαπα- νῶντά φασιν, ἐπιτάσει τοῦ α.
[*](3. *ἐνέκρινεν] ἐπέκρινεν τὴν τῶν ἐπιφανῶν ὁμοιότητα * Χάρης (recte Χαῖρις La Roche 23. μήπω] τῆς Vill. Textkr. p. 81) δὲ γράφει] ἄλλοι δὲ 25. ἀπείκασται] ἀπείκα 15. * ἐπιφαίνων τὴν ὁμοιότητα] ἐπὶ)276