Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Τρώων] ἡ Τροία τὰ μὲν θαλάσσια πρὸς Ἑλλήσποντον ἔχει. τὰ δὲ βόρεια πρὸς Ζέλειαν, τὰ δὲ ὑποκείμενα πρὸς Φρυγίαν, τὰ δὲ μεσημβρινὰ πρὸς Λυδίαν. ὡς φιλέλλην δὲ ἐπάγει τοὺς θεοὺς, καὶ ἐξέ- τασιν ἀμφοτέρων ποιεῖ. ἐμονώθη δὲ ἡ μάχη τῆς τῶν θεῶν συμμαχίας οὕτως· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὅλυμπον ἀπίασιν, Ἀπόλ- λων δὲ εἰς Πέργαμον· ὁ δὲ Ἄρης καὶ ἡ Ἀφροδίτη τέτρωνται ὑπὸ Διομήδους. τινὲς δὲ τὸ οἰώθη ἀντὶ τοῦ ἰσώθη, ὡμοιώθη. φύλοπις δὲ ὁ ἐμφύλιος πόλεμος κακῶς παρά τισι λέγεται· ἀλλ᾿ ἡ μετὰ βοῆς φῦλα συνάπτουσα ἀμφότερα τῶν τε Τρώων καὶ Ἑλλήνων μάχη. λέγεται δὲ καὶ ἡ κατὰ φῦλα, οἷον ἔθνους μετὰ ἑταίρου οἰκείου πολεμούντων ἄλλων διὰ τὸ ὁμοψυχεῖν· “κρῖνε” γάρ φησιν “ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγαμέμνον” (ΙΙ. 2, 362).

*φύλοπις] ἀπὸ τοῦ κατὰ φῦλα μάχεσθαι συνερχομένους.

2. ἔνθα καὶ ἔνθ᾿ ] ἢ ἐν τῷ διώκειν καὶ φεύγειν, ἢ ἐπὶ τὰ δεξιὰ καὶ ἀριστερά. ἐξηγεῖται δὲ τὸ πολυάϊκος πολέμοιο (ΙΙ. 1, 165). ἴθυσε δὲ τὸ ἰθὺς ὥρμησεν.

[*](3. *συνέπηξε] ἔπηξε 18. *πρὸς Φδρυγίαν] πρὸς om.)
275

4. πρότερον ἐγέγραπτο “μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ στομαλίμνης·” ὕστερον δὲ Ἀρίσταρχος ταύτην τὴν γραφὴν εὑρὼν ἐνέκρινεν. Χαῖρις δὲ γράφει “μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Σιμόεντος.”

Ξάνθοιο] διὰ τὸ τραχὺ τοῦ Σκαμάνδρου εὗρεν ὄνομα τῷ μέτρῳ ἐμπῖπτον, ἵνα μὴ δόξῃ ἄτιμον εἶναι. πολλάκις δὲ καὶ ἐφ᾿ ὧν τὸ μέτρον οὐ κωλύεται, διττὰ ὀνόματα τάττει· “χαλκίδα κικλήσκουσι θεοὶ, ἄνδρες δὲ κύμινδιν” (ΙΙ. 15, 291) “ὃν Βριάρεων καλέουσι θεοὶ, ἄνδρες δέ τε πάντες Αἰγαιῶνα” (ΙΙ. 1, 403)· “ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα” (ΙΙ. 2, 813). διὰ ταύτην τὴν αἰτίαν καὶ τῷ Ἕκτορος υἱῷ Σκαμανδρίῳ ἕτερον ὄνομα περιτίθησι τὸ Ἀστυάναξ. εἰ δέ τις ἐπιζητεῖ πῶς ἐν τοῖς ἑξῆς οὐ μόνον Ξάνθον, ἀλλὰ καὶ Σκάμανδρον τὸν ποταμόν φησιν, ἴστω ὅτι ψεύδους παρεῖχεν ὑποψίαν τὸ μὴ παραλαβεῖν ποτὲ τὸ κύριον.

5. Αἴας δὲ πρῶτος] τρισὶ μεταφοραῖς κέχρηται ἐπιφαίνων τὴν ὁμοιότητα. ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ· καὶ πάλιν ὃ δύναται ῥῆξις ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ῥησσομένη ἡ φάλαγξ καὶ τὸν στρατὸν παραβλάπτουσα· καὶ πάλιν ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτως καὶ τοὺς θλιβομένους ὑπὸ τῆς τοῦ πολέμου ἀχλύος ἡ τοῦ Αἴαντος ἐπέλαμψεν βοήθεια.