Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

875. σοί] ἢ διὰ σέ, ἢ σὺ πᾶσι πολέμιος εἶ, ταύτην ἐπιτρέπων καθ᾿ ἡμῶν ἀδεῶς. τὸ δὲ τέκες ἁπλοῖκῶς, ὡς ἐπὶ Ἡφαίστου “ἀλλὰ τοκῆε δύω” (Od. 8, 312).

876. ἀήσυλα] ἥδω ἥσω, ἥσυλον καὶ ἀήσυλον. δηλοῖ δὲ τὰ μὴ τέρποντα καὶ ἥδοντα, μᾶλλον δὲ λυποῦντα.

[*](15. * ὁρμήσαντος] ὁρμήσοντος)
273

877. ἄλλοι μὲν γάρ] τῇ ἀντιπαραθέσει χαλεπωτέραν ἐποιήσατο τὴν κατηγορίαν. διὰ δὲ τοῦ πειθηνίου καὶ τοὺς ἄλλους θεοὺς ἐπά- γεται.

878. περὶ πρόσωπον τὸ σχῆμα, ὡς παρὰ Εὐριπίδῃ (Or. 1483) “διαπρεπεῖς ἐγένοντο Φρύγες,” ἕκαστος καλῶς μαχόμενος.

879. προτιβάλλεαι] ὑπερβάλλεις, νικᾶς, ὅπως ὑπακούοι σοι.

880. αὐτὸς ἐγείναο] τοῦτο δέδωκεν ἀφορμὴν Ἡσιόδῳ τὸ αὐτὸς ἀντὶ τοῦ μόνος λαβεῖν, ὅπερ ὁ ποιητὴς οὐκ οἶδεν, ἀλλὰ λέγει ἀνιεῖς αὐτὴν, ἐπεὶ καὶ σὺ ἀΐδηλον αὐτὴν ἐγέννησας, ἤτοι ἐπιβλαβῆ.

882. *μαργαίνειν] μαίνεσθαι· καὶ μάργος ὁ μαινόμενος.

883. Κύπριδα μέν] ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγοριῶν, ἀλλ᾿ ἐξ ἑτέρων ὡμολογημένων.

884. δαίμονι ἶσος] ἐπιφθόνως καὶ κινητικῶς τοῦτό φησιν· ἢ ἀλα- ζονικῶς, ἵνα μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος τετρῶσθαι.

886. πήματ᾿ ἔπασχον] καὶ πῶς ἂν ὁ Ἄρης ἔπασχε δεινὰ ἐν τοῖς νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει διαστέλλων “ἤ κεν ζὼς ἀμενηνός;” εἰ δὲ καὶ τεθνηκὼς, πῶς θεὸς ἀποθανεῖν ἠδύνατο ὡς καὶ ἀποθανὼν ἔτι ἔπασχε δεινά; λύσις γὰρ τῶν δεινῶν ὁ θάνατος. ῥητέον οὖν ὅτι ὁ δεύτερος ἢ ἀντὶ τοῦ εἴ συναπτικοῦ κεῖται, ὡς τὸ “ὄφρα καὶ Ἕκτωρ εἴσεται, ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃ- σιν” (ΙΙ. 16, 243)· καὶ ὁ λόγος οὕτως, δεινὰ ἂν ἔπασχον ἐν τοῖς νεκροῖς κείμενος, εἰ ζῶν ἀσθενὴς διὰ τὸ τραῦμα ἦν.

887. ζώς] ἡ γενικὴ ζωοῦ· ἀπὸ γὰρ τοῦ ζωός ἐστιν ἡ συναίρεσις.

890. ἔχθιστος δέ μοί ἐσσι] ἀπαλλάσσει ἡμᾶς ὁ ποιητὴς τῶν τοιούτων, καὶ πατρὶ ὄντι μεμισῆσθαι διὰ ταῦτα λέγων τῷ Διὶ τὸν Ἄρεα. ἄχθεται δὲ αὐτῷ οὐχ ὅτι ἔριδι χαίρει, ἐπεὶ καὶ αὐτὸς γελῶ ὅδ᾿ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας (ΙΙ. 21, 391), ἀλλ᾿ ὅτι ἀεὶ καὶ πάνυ. καὶ οἰνόφλυξ λέγεται ὁ οἴνῳ χαίρων.

892. μητρός τοι μένος] τῆς Ἥρας μέγας ὁ θυμὸς κατὰ σοῦ. ἢ ἀνίκητός σού ἐστιν ἡ μήτηρ, πρὸς ἣν ἀντιτάσσῃ.

893. *σπουδῇ] ἀντὶ τοῦ μόλις.

895. ἀλλ᾿ οὐ μάν] ἔδειξεν ἦθος πατέρων διὰ τούτου τοῦ σχή- ματος.

[*](1. *ἀντιπαραθέσει] παραθέσει 16. *ἤ κεν] εἴ κεν 2. *πειθηνίου] πιθηνίου 25. *πατρὶ ὄντι μεμισῆσθαι] πά- 4. τὸ] *om. * τριον μῖσος δείκνυσι “παρὰ Εὐριπίδῃ] om. 27. *ὁρᾶτο] ὁρᾷ τοὺς )
274

898. εἰ μὴ ὅτι αὐτὴν ὡς πατὴρ ἐπέχω τῆς κατὰ σοῦ ὁρμῆς, πάλαι ἂν, φησὶν, ἦς τῶν ποτὲ οὐρανίων Τιτάνων ὑποχθονιώτερος.

902. ὡς δ᾿ ὅτ᾿ ὀπὸς] οὕτω καὶ τὸ φάρμακον, φησὶν, συνέπηξε τὸ αἷμα καὶ ἐσάρκωσε τὴν πληγήν. ταχέως δὲ παρῆλθε τὸν τῆς ἰάσεως τρόπον· ὁ μὲν γάρ ἐστι θεὸς καὶ τὴν τέχνην ἔχων, ὁ δὲ θεὸς καὶ τὴν ἴασιν φθάνων.

*ὀπὸς ἡ παρὰ τοῖς ἰδιώταις λεγομένη πιτύα. ἔνιοι δὲ λέγουσι τὸν ἀπὸ τῶν σύκων ὀπόν· βέλτιον δὲ τὸ πρῶτον.

903. κυκόωντι] δοτικὴ ἀντὶ γενικῆς· κυκόωντι γὰρ ἀντὶ τοῦ ὑπὸ κυκόωντος.

905. ὡς ἀλλοπρόσαλλος ἤδη ἐπιλέλησται ὧν πέπονθε· διὸ τὸ ἔπος Ζηνόδοτος ἀθετεῖ.

907. αἱ δ᾿ αὖτις] καλῶς οὐ πάρεισιν ὅτε ἐνετύγχανεν Ἄρης, ἵνα μήτε ἀδολεσχοῖεν μήτε κατὰ δειλίαν δοκοῖεν σιωπᾶν. οὐ διὰ τῶν ἵππων δὲ ὑποστρέφουσι· προετερατολόγησε γὰρ αὐτοὺς ὁ ποιητής.