Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

803. ἐκπαιφάσσειν] φῶ τὸ φαίνω, φάσσω, ἀναδιπλασιασμῷ παφάσσω, πλεονασμῷ παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πτῶ πταίνω παπταίνω. ἐκπαιφάσσειν δὲ τὸ φανεροῦν ἑαυτὸν, ἀλλ᾿ ἐν ἀγγέλου μᾶλλον εἶναι σχήματι. δύναται δὲ εἰς τὸ ἐκπαιφάσσειν εἶναι στιγμὴ, εἶτα ἀπὸ ἄλλης ἀρχῆς τὸ ὅτ᾿ ἤλυθεν.

ὅτε ἦλθε, φησὶν, εἰς Θήβας, ἐγὼ μὲν ἐκέλευον δαίνυσθαι, ὁ δὲ ἐπολέμει. ὑπερβολὴ δὲ, εἴ γε καὶ ὑπὸ τῆς πολεμικωτάτης θεοῦ κελεύεται ἡσυχάζειν ὡς ἂν ἄμετρον ἔχων δύναμιν.

807. πάντα] πάντα κοῦρον, ἢ τὰ ἀγωνίσματα. οὐ καθόλου δὲ εὑρέθη παρὰ Ἀριστάρχῳ τὸ “ῥηϊδίως· τοίη τοι ἐγὼν ἐπιτάρροθος ἦα·” ἐναντίον γάρ ἐστι τοῖς προκειμένοις.

809. σοὶ δ᾿ ἤτοι] ἐκ τῆς τοιαύτης ἀντιπαραθέσεως ἐλέγχει αὐτόν.

811. κάματος πολυάϊξ] ἐκ γὰρ πολλῆς κινήσεως ὁ κόπος.

812. ἀκήριον] τὸ εἰς ἀψυχίαν σε ἄγον φησίν.

827. μήτε σύ γ᾿ Ἄρηα] οὐ καθολικὴ, ἀλλὰ πρὸς τὸ παρὸν προ- τρεπτικὴ ἡ παραίνεσις.

831. τυκτὸν κακόν] οὐ μόνον, φησὶ, φυσικὸν, ἀλλὰ καὶ ἐπιτη- δευτόν.

836. *ἐμμαπέως] αὐτίκα, εὐθὺς, ἅμα τῷ λόγῳ. γίνεται δὲ ἐκ τοῦ ἅμα καὶ τοῦ ἔπος, καὶ κατὰ ἀναστροφὴν ἐμμαπέως.

838. ἐμψύχως τὸ ἔβραχεν, ὡς τὸ “ἔκλαγξαν δ᾿ ἄῤ ὀϊστοί” (ΙΙ. 1, 46).

843. Ὀχησίου] Ὀχήσιος Οἰνέως υἱὸς, ὥς φησι Νίκανδρος ἐν τοῖς Αἰτωλικοῖς. κατὰ Διομήδους οὖν καὶ αὕτη τοῦ Ἄρεως ἡ πρᾶξις.

845. μή μιν ἴδοι] ἐπὶ τῷ πρὸ τῆς πληγῆς λαθεῖν· ἀμέλει μετὰ τὴν πληγὴν ὁρᾶται, ὡς καὶ τὸν Ἄρεα κατ᾿ αὐτῆς πρὸς τὸν Δία λέγειν.

[*](12. δύναμιν] * ὁρμήν μένοις] Trimeter iambicus. 15. ἐναντίον γάρ ἐστι τοῖς προκει-)
272

851. ὑπέρ] τινὲς ἀντὶ τῆς ὑπὸ, ἵνα τρώσῃ αὐτὸν λαθών.

853. καὶ τό γε] δύναται μὲν Ἄρεϊ μονομαχεῖν Ἀθηνᾶ, φυλάσσει δὲ τὸν πόλεμον εἰς ἕτερον ὁ ποιητὴς καιρόν.

855. μόνον ὁρμᾶται Διομήδης, καὶ μόνον ἔχει τρώσεως ὄνομα. δύο οὖν παρίστησι, καὶ τοὺς ἀσθενεῖς τῶν κρειττόνων ποιῶν κρατεῖν διὰ προστασίας θεοῦ καὶ τοὺς ἀτακτοῦντας κολάζων.·

857. νείατον ἐς κενεῶνα] κατὰ τὸ ἔσχατον τῆς λαγόνος ἤτοι τὸ ἐνδότατον. εἰ οὖν ἑπταπέλεθρος ὁ Ἄρης, πῶς τὸ δόρυ Διομήδους τρῶσαι αὐτὸν δύναται κατὰ κενεῶνος ; ὅτι νῦν ἀνδρὶ εἴκασται· “πάρα γάρ οἱ κεῖνος Ἄρης” φησὶ “βροτῷ ἀνδρὶ ἐοικώς.” τὸ δὲ μίτρην κατὰ δοτικὴν Ἀρίσταρχος, Ἡρωδιανὸς δὲ μετὰ τοῦ ν, ὃ καὶ βέλτιον.

865. καύματος ἐξ] ὅταν γὰρ καυματώδους οὔσης τῆς ἡμέρας πρὸς ἀνατολὴν ἢ δύσιν ὁ ἀὴρ μέλας δοκῇ, προσδοκῶσιν ἄνεμον. τὸ δὲ ἑξῆς οὕτως, ἐκ καύματος ἀνέμου ὁρμήσαντος δυσαέος, ὅ ἐστι σφο- δροῦ. γίνονται γὰρ καὶ καυσωνικαὶ πνοαὶ κατὰ τὰς ἐαρινὰς καὶ θερι- νὰς ὥρας, ὅτε νότοι πνέουσιν.

867. *τὸ ὁμοῦ ὁμοίως τοῖς νέφεσι διὰ τὸ σκοτεινόν.

εἰς τὸ νεφέεσσι διαστολὴ, ἵν᾿ ᾖ ἐγγὺς τῶν νεφῶν. καὶ Δημο- σθένης “Ἄθηναῖοι δέ εἰσιν ὁμοῦ δισμύριοι” (adv. Aristogit. 1 p. 785). οἱ δὲ συνάπτουσιν ὅλον, ἀντὶ τοῦ ὑπὸ νεφῶν καλυπτόμενος καὶ ἀνιὼν εἰς οὐρανόν.

870. αἷμα] οὐκέτι προσέθηκε τὸ ἰχώρ· προεδίδαξε γὰρ ἡμᾶς ὁποῖόν τί ἐστιν ἰχώρ.

871. ὀλοφυρόμενος] κυρίως ὀλοφυρμὸς ὁ μετὰ τίλσεως τριχῶν θρῆνος, παρὰ τὸ τὰς οὔλας, ὅ ἐστι τὰς τρίχας, φύρειν.

874. ἀλλήλων ἰότητι] χαριζόμενοι, φησὶν, ἀνθρώποις ἀλλήλους διατίθεμεν κακῶς, οὐχ ὑπ᾿ ἀνθρώπων δὲ πάσχομεν· οὗτοι γὰρ ἀσθε- νεῖς πρὸς ἡμᾶς εἰσίν.