Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
662. πατὴρ δ᾿ ἔτι] προαναφωνεῖ μὲν διὰ τοῦ ἔτι τὸν τοῦ Σαρπη- δόνος θάνατον, παραμυθεῖται δὲ καὶ τὴν ἧτταν τοῦ πολεμίου, ἀργὸν ποιήσας αὐτόν.
667. ἐπ᾿ αὐτῷ ταρασσομένων, ἢ οἷον ἐπιβῆναι αὐτὸν σπευδόντων. ἄκρως δέ ἐστι μιμητὴς ἀληθείας ὁ ποιητής· πολλὰ γὰρ τῶν χρησί- μων σπεύδοντες παρορῶμεν.
670. μαίμησε δέ οἱ] συνεπάθησε, φησὶ, καὶ συνήλγησε τῷ νεκρώ.
671. μερμήριξε] διδάσκει δι᾿ Ὀδυσσέως κἀν τοῖς κινδύνοις φρο- νήσει δεῖν χρῆσθαι, μὴ θυμῷ καὶ πάθει.
672. προτέρω] ἀπὸ τοῦ προσσοτέρω γέγονεν ἐν συγκοπῇ.
683. ὀλοφυδνόν] οἰκτρὸν καὶ ταπεινὸν διὰ τὸ ἐπιθυμεῖν ἐν τῇ σφετέρᾳ ἀποθανεῖν. ἐπιρραπίζει δὲ διὰ τούτων ὁ ποιητὴς τοὺς οἰομέ- νους τὸ μὴ ἐν τῇ οἰκείᾳ ἀποθανεῖν μηδὲν εἶναι. Χρομίος καὶ Ὀδίος καὶ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων τιθέ- μενα παροξύνεται, πλὴν τοῦ Ἄνιος, Ξένιος, Κρόνιος, Ἅλιος.
686. ἐπεὶ οὐκ ἄῤ ἔμελλον ἔγωγε] ἐντέχνως ὑπομιμνήσκει τῆς συμμαχικῆς χάριτος τὸν Ἕκτορα.
689. οὔτι προσέφη] πέπονθε γὰρ τῇ ὄψει καὶ τῷ λόγῳ. ἀλλ᾿ οὐδὲ ἀδολεσχίας ὁ τοιοῦτος ἦν καιρός.
690. λελιημένος] τῷ θυμῷ θερμαινόμενος καὶ ὑποκαιόμενος· λια- ρὸν γὰρ τὸ θερμόν.
693. ἀπαγαγὼν ἡμῶν τὸν νοῦν τῆς μάχης ὑπὸ ἀνθηρὸν ἵζει δρῦν τὸν τραυματίαν. καλῶς δὲ αὕτη ἱερὰ τοῦ Διὸς, ἐπεὶ βαλάνοις πρώην ἐχρῶντο, καὶ ἵνα ὑπὸ τοῦ πατρὸς ἰαθῇ· πλησιάζον γὰρ ἦν καὶ ἱερὸν, εἰς ὃ παρεγένετο, εἰ καὶ ἐπὶ δρῦν λέγει.
695. * Πορφυρίου. ὅς οἱ φίλος ἦεν ἑταῖρος] τοὺς ἑταίρους ἀπὸ τῶν φίλων διαιρεῖ· οἱ μὲν γὰρ ἑταῖροι οἱ προσοικειωθέντες κατὰ φιλίαν, οἱ δὲ φίλοι οἰκεῖοι καὶ κατὰ γένος προσήκοντες, ὥσπερ καὶ ὁ ἔτης καὶ [*](3. *βρόγχου] βρόγχμου 14. *κἀν] καὶ 8. *πολεμίου] πολέμου 32. * Πορφυρίου] om.)
696. ψυχή τὸ ἐκπνεόμενον πνεῦμα. διὰ τὴν αἱμορραγίαν δὲ ὠλι- γώρησε πάντως.
697. ἀμπνύνθη] ἀνέλαβε τὴν πνοήν. ὃ δὲ ἐνέλιπε τῷ πνεύματι, προσεπορίζετο ὁ ἄνεμος. κάπος δὲ λέγεται τὸ πνεῦμα.
* ἀμπνύνθη] ἐν ἑαυτῷ γέγονεν.
700. οὔτε ποτὲ προτρέποντο]τὸ γὰρ προτροπάδην φεύγειν ὄνειδος ἡγεῖ- ται. ἐπεξηγεῖται δὲ αὐτὸ σαφέστερον διὰ τοῦ “αἰὲν ὀπίσσω χάζοντο.
703. διὰ τοῦ α τὸ ἐξενάριξαν.
704. χάλκεος Ἄρης] αὔξων τὴν Ἕκτορος ἀρετὴν συνέζευξεν αὐτὸν τῷ Ἄρει. οὐκ ἀτόπως δὲ τρωθήσεται καὶ δι᾿ ἑαυτοῦ φονεύων ὁ Ἄρης.
[*](2. συνδαίτας scripsi pro συνδιαίτας. extra seriem scriptum nullo prae- V. Thes. vol. 7 p. 1257. fixo numero, sed signo ?? Pariter 7. τοῖος Bekk.] καὶ τοῖος p. 266, 34. 270, 31. 31. διὰ τοῦ α τὸ ἐξενάριξαν] Hoc)708. τὸ Ὕλη ἐνταῦθα μὲν συστέλλει, ἐν δὲ τῷ καταλόγῳ ἐκτείνει “ἠδ᾿ Ὕλην καὶ Πετεῶνα” (Il. 2, 500).
μέγα πλούτοιο μεμηλώς] μεγάλως τῆς γεωργίας ἐπιμελόμενος, ὅπως ἐκ ταύτης κτήσαιτο πλοῦτον.
709. κεκλιμένος] ἀντὶ τοῦ παρακείμενος, ὡς τὸ “αἵθ᾿ ἁλὶ κεκλί- αται” (Od. 4, 608).
722. Ἥβη δ᾿ ] ὑπηρετικήν τινα τὴν Ἥβην παρεισάγει ὁ ποιητής· καὶ ἀνωτέρω γὰρ (Il. 4, 2) εὐωχουμένοις τοῖς θεοῖς διηκόνει. ἐν δὲ τοῖς ἑξῆς (905) καὶ τὸν Ἄρεα λούει· παρθενικὸν γὰρ τὸ τοιοῦτον, ὡς Τηλέμαχον Πολυκάστη (Od. 3, 464). τὸν δὲ τῆς Ἥρας δίφρον οὕτως ἡ Δημὼ φυσιολογεῖ. Ἥραν γάρ φησιν εἶναι τὸν ἀέρα, τὴν δὲ φύσιν τοῦ στοιχείου τὸν ποιητὴν ἐκτιθέμενον τὰ μὲν περίγεια αὐτοῦ μέρη, ἅπερ ἐστὶ ζοφωδέστερά τε καὶ πολὺ τὸ γεῶδες ἔχοντα, ταῖς παχυτέραις ὕλαις εἰκάζειν, χαλκῷ τε καὶ σιδήρῳ· καὶ χρυσὸν δὲ μερικῶς ἐγκατέμιξεν, ἴσως διὰ τὸ ποσῶς ὑπὸ ἡλίου φωτίζεσθαι· τὰ δὲ μετεωρότερα, τὸν ῥυμόν φημι, ἀργύρεον λέγει, τὸ δὲ πάντων ἀνω- τέρω καὶ συνημμένον τῷ αἰθέρι χρύσεον ζυγόν (συνέζευκται γὰρ τού- τῳ), ἱμάντας δὲ χρυσοῦς καὶ ἀργυροῦς τοὺς ἐξ ἡλίου καὶ σελήνης φωτισμοὺς, δύο δὲ ἄντυγας τὸ ὑπόγειόν τε καὶ ὑπέργειον ἡμισφαί- ριον.
723. τὰ μὲν ἐνεργῆ μέρη τοῦ ἅρματος ταῖς στερεαῖς ὕλαις κοσμεῖ, τὰ δὲ ἄλλα ταῖς πολυτελέσιν.
ὀκτάκνημα] κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος ἕως τῆς τοῦ τροχοῦ διήκουσαι ῥάβδοι.
ἄξονι] ἄξων τὸ εἰς τὰς χοινικίδας ἐμβαλλόμενον ἑκατέρου τροχοῦ ξύλον.