Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
587. δηθὰ μάλ᾿ εἱστήκει] οὐκ ἀπίθανον τοῦτο· ἠνέχθη γὰρ μεταξὺ τῶν ἵππων καὶ τοῦ ἅρματος, καὶ ἦν ἡ μὲν κεφαλὴ βυθισθεῖσα, οἱ δὲ ὦμοι ἑδραῖοι ὄντες μετὰ τοῦ σώματος, οἱ δὲ πόδες τῷ ἅρματι ἐρειδόμενοι. γέγονε δὲ τοῦτο διὰ τὸ τοῦ θανάτου αἰφνίδιον· ψυχορραγῶν γὰρ ἔτι ἔπνει καὶ ἐνήλατο. ἀκριβῶς δὲ τὸ κύμβαχον διὰ τούτου ἐπεξηγήσατο.
593. ἔχουσα κυδοιμὸν] ἡ δύναμιν ἐν αὑτῇ θορυβώδη ἔχουσα, ἢ [*](4. *ἑτέρου εἰς τὸ αὐτό] om. 14. *τὸ νῦν] τὸ om. 14. ὥς φησιν] *om. Exspectes 19. *ἀπέβαλε] ἀπέχει ἐν τῷ π. στ. φησὶν ὡς 26. *σπονδυλώδης] σποντυλώδης 13. *ὁ δὲ ὀβολὸς χαλκῶν η΄] om. 31. **ἔτι] ἔτνει)
596. ῥίγησε] ἐπεὶ ἀπείρητο αὐτῷ μὴ συνάπτειν τινὶ τῶν ἄλλων θεῶν πόλεμον.
597. ἀπάλαμνος] ἄπειρος, ἐπεὶ καὶ Διομήδης ἄπειρος τῆς πρὸς Ἄρεα μάχης. τὸ δὲ ἄπειρος, ἤγουν τοῦ νήχεσθαι ἄπειρος.
605. ἀλλὰ πρὸς Τρῶας] κατ᾿ ὀλίγον ἀναχωρεῖτε ὑποποδίζοντες. διδάσκει δὲ πῶς δεῖ τὰς τροπὰς ποιεῖσθαι.· ἄμφω ποιεῖ, τῷ τε θεῷ εἴκειν παραινεῖ, καὶ τὸν πόλεμον μὴ ἐκ- φεύγειν προτρέπεται.
609. Μενέσθην] ὥσπερ ἀπὸ τοῦ ὅρος Ὀρέστης, οὕτως ἀπὸ τοῦ μένος Μενέστης, καὶ μεταβολῇ Μενέσθης.
613. ἀλλά ἑ Μοῖρα] διδάσκει τοὺς πλουσίους θνητὰ φρονεῖν καὶ τὸν θάνατον νομίζειν μηδὲν ἧττον παρεῖναι, ἀλλὰ μὴ πλούτῳ ἐπῆρθαι.
619. σάκος δ᾿ ἀνεδέξατο πολλά] τὸ πλῆθος τῶν βληθέντων δορά- των καὶ τὴν ἀνδρείαν τοῦ βαλλομένου δηλοῖ.
631. *υῖός θ᾿ υἱωνός τε Διός] ὁ μὲν Σαρπηδὼν υἱὸς τοῦ Διὸς, ὁ δὲ Τληπόλεμος υἱὸς Ἡρακλέους, ἔγγονος δὲ Διός.
φασὶν Εὐρώπῃ τῇ Φοίνικος ἀνθολογούσῃ φανῆναι τὸν Δία ἐν σχή- ματι ταύρου κρόκον ἐκ τῶν ῥινῶν βλαστάνοντος· ἐπικαθεσθείσης δὲ τοῖς νώτοις τῆς κόρης εἰς ἀπανθισμὸν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν· ἀφ᾿ ἧς φασὶ Σαρπηδόνα γενέσθαι.
ταχέως ἄμφω ἐδήλωσεν· τὸν μὲν γὰρ ἴσμεν διὰ τοῦ καταλόγου, τὸν δὲ νῦν γνωσόμεθα. πῶς οὖν συγγενεῖς ὄντες μάχονται: οὐκ ἐδόκει μιαρὸς εἶναι ὁ ἐν πολέμῳ θάνατος. ἄλλως τε καὶ ἀρνοῦνται τὴν συγγένειαν· φησὶ γὰρ ὅτι “ψευδόμενοι δέ σέ φασι Διὸς γόνον” (635).
635. ψευδόμενοι δέ] ἀλλοτριοῖ αὐτὸν ἐκείνου ἐφ᾿ αὐτὸς αὐχεῖ. ἄλογος δὲ ὁ μὴ τὰ ἑαυτοῦ διεξιὼν, ἀλλὰ τὰ τοῦ πατρός. ἡρέμα οὖν ἐλέγχει ὁ ποιητὴς τοὺς ἐπὶ πατράσιν αὐχοῦντας καὶ τούτου χάριν ἐθέλοντας πρωτεύειν· διὸ καὶ Τληπόλεμον ἀναιρεῖ.
638. δασυντέον τὸ οἷον· θαυμαστικὸν γάρ. τινὲς δὲ ψιλοῦσι καὶ ἐκδέχονται ἀντὶ τοῦ μόνον. οἱ δὲ ὑφ᾿ ἓν ἀλλοῖον, ἵν᾿ ᾖ οὕτως· πάντες μὲν ἀγαθοὶ οἱ ἀπὸ Διὸς, ἐξηλλαγμένον δὲ καὶ ὑπὲρ πάντας [*](6. τὸ δὲ ἄπειρος—ἄπειρος] Haec 14. * μηδὲν ἧττον παρεῖναι] om. verba a m. sec. addita.)
639. θρασυμέμνονα] τοὺς θρασεῖς καὶ ἀπηνεῖς ὑπομένοντα. φασὶ δὲ ἀεὶ Λυκίους Ῥοδίοις ἐχθρεύειν.
640. δεῦῥ ἐλθὼν] εὖ τὸ παράδειγμα τῆς Ἡρακλέους ἀρετῆς, ὅτι οὐκ ἄλλοθεν αὐτὸ φέρει ἢ ἐκ τῆς νῦν πολεμουμένης πόλεως. Μενε- κλῆς δέ φησιν ἐψεῦσθαι τὴν ἐπὶ Ἴλιον στρατείαν.
642. χήρωσε] αὕτη ἡ μεταφορὰ τὴν μετὰ λύπης ἐδήλωσεν ἐρη- μίαν. τὸ δὲ κακός ἀντὶ τοῦ δειλός.
649. ἀνέρος ἀφραδίῃσιν] εὐτέλισε τὴν δύναμιν Ἡρακλέους, τὴν ἀδικίαν Λαομέδοντος αἰτίαν εἶναι φήσας τῆς ἁλώσεως. ἔδει δὲ ἐπαγαγεῖν, σὺ δὲ ἀδίκως πολεμῶν ἀλώσῃ, οὐχ αἱρήσεις ἡμᾶς δικαίως πολεμοῦντας· ὁ δὲ θυμῷ φερόμενος ἐκομμάτισε τὸ ἔπος. ἢ ἠθικὸς ὁ λόγος, οἷον ἐκεῖνος μὲν τὴν Ἴλιον εἷλεν, ἐγὼ δὲ σέ· τὰ δὲ ἐν μέσῳ πρὸς μείωσιν Ἡρακλέους ἐστίν.
651. οὐδ᾿ ἀπέδωχ᾿ ἵππους] ἐξ ἀμφοῖν δηλοῦται ἡ ἱστορία· ὁ μὲν γάρ φησιν ὅτι διὰ ἵππους, ὁ δὲ διὰ ποίους ἵππους. λέγει δὲ τὴν περὶ τὸ ἀμφίχυτον τεῖχος ἱστορίαν (ΙΙ. 20, 145).
653. ἐξ ἐμέθεν τεύξεσθαι] ὁ μὲν Τληπόλεμος πρότερος καυχη- σάμενος ἀναιρεῖται, ὁ δὲ Σαρπηδὼν μόνον τιτρώσκεται, ἐπεὶ ἀνταλα- ζονεύεται.
654. κλντοπώλῳ] ἐνδόξους ἵππους ἔχοντι, ἢ οὗ κλυτή ἐστιν ἡ ἐπιπώλησις, οἷον ἀκουστὴ διὰ τὰς ἐπὶ τοῖς ἀποθνήσκουσιν οἰμωγάς. ἢ ἔοικε τῷ ἐπιθέτῳ καὶ κατὰ τοῦ Ἅιδου κεχρῆσθαι διὰ τὴν τῆς Περ- σεφόνης ἁρπαγήν. ἢ κλυτοπώλῳ τῷ ἱππικῷ. ἁρμόδιον τὸ ἐπίθετον· ἅμα γὰρ νοήματι τὰ πανταχοῦ ζῷα καταλαμβάνει.
656. ὁ μὲν Ἀρίσταρχος τὸ ἁμαρτῇ χωρὶς τοῦ ι γράφει καὶ ὀξύνει, οἱ δὲ περὶ Ἡρωδιανὸν περισπῶσι καὶ προσγράφουσι, παρὰ τὸ [*](2. Addit B folio 75 b excerp- πολυποίκιλον—πονηρᾶς] πολυποίκι- tum ex Suida s. v. Ἡρακλῆς Ἀλκ- λον δράκοντα τουτέστι τὸν τῆς πονηρᾶς μήνης (οὗτος ὁ Ἡρακλῆς—ἄχρι θανά- ῥοπάλου τῆς] ῥόπαλον ἤγουν τῆς του) cum hac scripturae diversitate, ἔχοντα περιβόλαιον—λέοντος] ἔχοντα quam communem habet cum cod. ὡς περιβο τὴν δορὰν τοῦ λέοντος ἤγουν Lips. τὴν φρόνησιν Ἡρακλῆς Ἀλκμήνης υἱός· τοῦτον] μῆλα, ὅ ἐστι] μῆλα τουτέστι οὗτος ὁ Ἡρακλῆς ἦν Πίκου τοῦ καὶ Διὸς καὶ τὸ μὴ φιλαργυρεῖν] κοὶ om. υἱὸς καὶ Ἀλκμήνης· τοῦτον ἰὸν] υἱὸν ῥόπαλον—μῆλα] ῥόπαλον φέροντα 4. ἀεὶ] αἰεὶ τῇ δεξιᾷ χειρὶ, τῇ δ᾿ ἀριστερᾶ τρία μῆλα 12. *ἀλώσῃ] ἁλώσειν )
659. νὺξ ἐκάλυψεν] τοῦ βρόγχου διαιρεθέντος καὶ τῆς ἀναπνοῆς εἰργομένης ταχὺς ὁ θάνατος ἐπεγένετο. ὑπὸ συγγενοῦς δὲ ἀναιρεῖται, ὅτι καὶ συγγενῆ ἀνεῖλε τὸν Λικύμνιον· “φίλον” γὰρ “μήτρωα κατέκτα” (Il. 2, 662).