Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
530. ἀλλήλους τ᾿ αἰδεῖσθε] εἰκότως· κατὰ φῦλα γάρ εἰσι. δογ- ματίζει δὲ ὅτι χρήσιμον αἰδὼς οὐ μόνον ἐν εἰρήνῃ, ἀλλὰ καὶ ἐν πολέμῳ. μετρίως δὲ οὐ λέγει αἰσχύνθητε ἐμὲ, ἀλλ᾿ ἀλλήλους. τελεία δὲ εἰς τὸ ὑσμίνας.
531. αἰδομένων δ᾿ ἀνδρῶν] οὐ γὰρ τὸ περὶ αὐτοῦ μόνον σκοπεῖ. ἀλλ᾿ αὐτός τε χωρίζεται συμμαχίας καὶ τοὺς ἄλλους χωρίζει.
533. * Πορφυρίου. τὸ ἦ ὅτι μὲν ταυτὸν σημαίνει τῷ ἔφη δισυλ- λάβῳ καὶ τῷ φῆ διγραμμάτῳ ῥήματι παῤ Ὁμήρῳ δῆλον· καὶ δοκεῖ γεγενῆσθαι τὸ ἡ ἀπὸ τοῦ φῆ κατὰ ἀφαίρεσιν τοῦ φ. ζητοῦσι δὲ τίς ἡ διαφορὰ τοῦ ἦ πρὸς τὸ φῆ. διαφέρειν δὲ φαίνεται ὅτι τὸ μὲν ἐπὶ προειρημένοις λόγοις ἐπιλέγεται, οἷον ἐν τούτοις “ἦ καὶ κυανέῃ- σιν ἐπ᾿ ὀφρύσι νεῦσε Κρονίων” (ΙΙ. 1, 528) “ἦ καὶ ἐπ᾿ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν (ib. 219)· προειπόντος γὰρ τοῦ Διὸς καὶ τοῦ Ἀχιλλέως ταῦτα ὁ ποιητὴς λέγει, καὶ δι᾿ ἀμφοτέρων ὅλων τῶν ποιήσεων οὕτως αὐτὸ καὶ μόνον ὑποτάττει. τὸ δὲ φῆ καὶ τὸ ἔφη καὶ προτάσσεται τῶν ῥηθησομένων λόγων, καὶ τούτοις ὑποτάσσεται. καὶ μία μὲν αὕτη διαφορὰ τοῦ φῆ καὶ ἔφη πρὸς τὸ ἦ, δευτέρα δὲ αὕτη· τὸ μὲν γὰρ ἦ καθ᾿ ἕνα σχηματισμὸν ἐκφέρεται, καὶ σημαίνει ῥῆμα τὸ εἶπεν, ὁριστικὸν ἑνικὸν ἀορίστου χρόνου, δηλωτικὸν ὑπάρ- χον τρίτου προσώπου· τὸ δὲ φῆ κλίσιν εἰς ἅπαντας τοὺς χρόνους καὶ τοὺς ἀριθμοὺς καὶ τὰ πρόσωπα καὶ τὰ γένη λαμβάνεται, καὶ τρέπεται καθάπερ τῶν ἄλλων ῥημάτων τὰ παραπλήσια. παρὰ δὲ τοῖς Ἀττι- κοῖς ἐστί τι μονοσύλλαβον ῥῆμα καὶ μονογράμματον ἦ, σημαίνει δὲ [*](18. * Πορφυρίου] om. Scholion turae. totum repetitum ad Od. 8, 186 31. κλίσιν] Addendum videtur nulla fere cum diversitate scrip- δέχεται)
539. νειαίρῃ δ᾿ ἐν γαστρί] τῷ παχεῖ ἐντέρῳ, ἢ τῇ κύστει.
541. ἕλεν ἄνδρας ἀρίστους] δικαίως, ἐπεὶ καὶ ἀριστεὺς, καὶ παρώ- ξυνται διὰ τὸν ἑταῖρον, καὶ προθυμίαν ἔχει τὴν Ἀπόλλωνος.
542. υἷε Διοκλῆος] Ἑλληνικὸν καὶ φιλάδελφον τὸ συναποθνήσκειν τοῖς ἀδελφοῖς, ἀλλ᾿ οὐχ οἷον τὸ Φηγέως ἦθος (11).
543. τῶν ῥα πατήρ] προσυνίστησιν αὐτοὺς, τὴν περὶ αὐτῶν μάχην αὔξων. οὐ μέμνηται δὲ αὐτῶν ἐν τῷ καταλόγῳ, ἐπεὶ Μεσ- σήνιοί εἰσιν, οἳ καὶ ὑπὸ Μενελάῳ δῶρα ἐτέλουν. διὰ τοῦτο καὶ πεσόντων αὐτῶν ἄλλος οὐδεὶς ἢ Μενέλαος ἐλεεῖ.
550. ἡβήσαντε] ηυξησε τὸ πάθος, καὶ ὅτι ἡβῶντες καὶ ὅτι δίδυ- μοι ἦσαν δηλώσας, καὶ εἰς οἶκτον κινεῖ τὸν ἀκροατήν.
554. οἵω τώ γε λέοντε] λέοντε μὲν διὰ τὸ εὐγενὲς ἄνωθεν καὶ εἰς [*](2. τὸ δέ τι ταὐτὸ τῷ ὑπῆρχον ad- 14. ἦ νῦν] ἦν νῦν et infra ἦν δοῦλος didi ex schol. Od. et ἦν τοῦ. 7. εἴ ποτέ κοῦρος ἔα schol. Od.] 25. οἷον τὸ Φηγέως ἦθος] *οἷον τὸ εἴ ποτ᾿ ἔα. 13. Κρατίνῳ ἐν Πυτίινῃ] κρα/ ἐν πυ/ Ἰδαίου ἦθος τοῦ ἀδελφοῦ τοῦ Φηγέως )
556. ἁρπάζοντε] ἁρπάζειν λέγεται ἐπὶ τῶν κωλυομένων λαβεῖν· διὰ μιᾶς οὖν λέξεως ἐδήλωσε καὶ τῶν πασχόντων τὴν ἄμυναν καὶ τῶν ἁρπαζόντων τὴν βίαν.
557, 558. σταθμοὺς ἀνθρώπων —ἀνδρῶν ἐν παλάμῃσι] πιθανῶς ἐπὶ μὲν τῶν βλαπτομένων τὸ τῶν ἀνθρώπων ἔθηκεν ὄνομα, ἐπὶ δὲ τῶν κτεινόντων τὰ θηρία τὸ τῶν ἀνδρῶν.
560. περιπαθῶς τὸ ἐλάτῃσιν ὑψηλῇσι διά τε τὸ κάλλος καὶ τὴν ἥβην.
563. Ἄρης] ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεοὺς, πλέον πάντων τὸν ἀλλοπρόσαλλον Ἄρεα.
567. ἀποσφήλειε] ἀποτυχεῖν ποιήσειεν· “αὐτίκα γάρ” φησι “μνήσονται Ἀχαιοί” (ΙΙ. 4, 172).
569. *ἐχέτην] ἐκράτουν.
570. Ἀντίλοχος δέ] ἐν τοῖς καιροῖς τοῖς τοιούτοις ὀξὺς ἀεὶ ὁ Ἀντίλοχος. τιμᾷ δὲ αὐτὸν διὰ Νέστορα τιμῶντα τοὺς βασιλεῖς καὶ ὑπ᾿ αὐτῶν τιμώμενον. καὶ ὁ μὲν Ἀλέξανδρος ὡς ἠδικηκὼς τοῖς Τρωσὶν “ἀπήχθετο ἶσον κηρὶ μελαίνῃ” (ΙΙ. 3, 454), ὁ δὲ Μενέλαος εὐνοεῖται ὑπὸ τῶν Ἑλλήνων ὡς ἠδικημένος.
572. ὡς εἶδεν δύο φῶτε] δείκνυσιν ὅσον αἰδὼς καὶ φιλαλληλία, ἣν ἔχειν συνεβούλευσεν Ἀγαμέμνων.
574. καλῶς τὸ δειλώ· προεῖπε γὰρ τὸ ἐμπαθὲς τῆς ἡλικίας, τῆς ὁμογενείας, τοῦ θανάτου, τῆς περὶ τοὺς φίλους σπουδῆς· μηδέπω γὰρ καλοῦντος τοῦ καιροῦ ἧκον ἐπίκουροι.
576. * Πορφυρίου. τὸ “ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ” μάχεται τῷ ἐν τῇ παρὰ νηυσὶ μάχῃ ζῶντι καὶ ἑπομένῳ τῷ παιδὶ Ἁρπαλίωνι· “παρὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων” (ΙΙ. 13, 658). ἡ δὲ λύσις ἀπὸ τῆς λέξεως· καὶ γὰρ ὁ Πυλαιμένης ὁμώνυμος εἶναι δύναται· καὶ τὸ “μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων” μετωνυμικῶς ἐκδέχεται ἡ τοῦ πατρὸς μνήμη· καὶ τὸ “ἔνθα Πυλαιμένεα ἑλέτην” οὐ πάντως ἐστὶν ἀνεῖλον, ἀλλὰ κάτε- [*](1. *ἀτελεῖς] ἀτελέσι 4. *ἐπὶ] ἀπὸ 2. *ἀμύξαντες] πρώτως ἀνοίξαντες 27. *Πορφυρίου] om. 3. πόρδαλις] *πάρδαλις)
ἑτέρου εἰς τὸ αὐτό. πῶς οὖν τῷ υἱῷ ἕπεται δάκρυα λείβων ἐν τῇ ἐπὶ ταῖς ναυσὶ μάχῃ· “ἔνθα” γάρ “οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος” (ΙΙ. 13, 643): ἔστιν οὖν ὁμωνυμία· καὶ ὁ μὲν βασι- λεὺς, οὗτος δὲ ἄρχων. διὸ καὶ ἡ πλείων σπουδὴ ἐκεῖσε γίνεται Παφλαγόνων καὶ Ἀλεξάνδρου.
*ἀτάλαντον] τὸ τάλαντον ὁ μὲν Ἀριστοτέλης ἄλλως ἐξηγεῖται, καὶ εὑρήσεις τοῦτο ἔμπροσθεν ἐν τῷ Ν εἰς τὸν οὕτως ἔχοντα στίχον “ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἀρηϊ” (ΙΙ. 13, 295). ὁ δὲ Διόδωρος ὡς φησιν ἐν τῷ περὶ σταθμῶν, τάλαντόν ἐστι μνῶν ξ΄, ἡ δὲ μνᾶ δραχμῶν ρ΄, ἡ δὲ δραχμὴ ὀβολῶν ς΄, ὁ δὲ ὀβολὸς χαλκῶν η΄, ὁ δὲ χαλκοῦς λεπτῶν ζ΄. τὸ τάλαντον δὲ τὸ νῦν λεγόμενον Ἀττικόν· παρὰ δὲ Σικελιώταις τὸ μὲν ἀρχαῖον ἦν μνῶν κδ΄, νῦν δὲ ιβ΄. δύναται δὲ εἶναι τρία ἡμιωβόλια, ὡς ἐν τοῖς περὶ Σώφρονος Ἀπολλόδωρος ἐκ τῶν Διογενιανοῦ τῆς ἐπιτομῆς Ἑλληνικῶν ὀνομάτων.
582. ἐκ δ᾿ ἄρα χειρῶν] ἐπώδυνος ἡ πληγή· διὸ καὶ τὰς ἡνίας ἀπέβαλε καὶ φεύγων μηδ᾿ ὅλως εὐάλωτος γίνεται.