Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

490. σοὶ δὲ χρὴ] ὀνειδιστικῶς· ὃν ἐχρῆν καὶ τοὺς ἄλλους ὀτρύ- νειν, ὑπὸ τῶν συμμάχων προτρέπεται.

492. *ἐχέμεν] ἐπιμελεῖσθαι, καὶ βαστάζειν καὶ ὑπομένειν τὸν πόλεμον καὶ μὴ ὑποχωρεῖν καὶ φεύγειν.

ἀποθέσθαι ἐνιπήν] τοιοῦτος γὰρ Ἕκτωρ· “οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος ἐνθάδ᾿ ἀφ᾿ ὑμετέρων πολίων ἤγειρα ἕκαστον” (ΙΙ. 17, 221). ἀπὸ κοινοῦ δὲ τὸ χρή.

493. δάκε] ἠνίασε· “θυμοδακὴς γὰρ ὁ μῦθος” (Od. 8, 185).

494. αὐτίκα δ᾿ ἐξ ὀχέων] ἔδει γὰρ ἔργοις, ἀλλ᾿ οὐ λόγοις ἀπολο- γεῖσθαι.

[*](5. *οὕτως αἱ Ἀριστάρχου] om. 14. ’ὁρῶσιν] om. 16. *πείσειε] ἔπεισε)
257

495. καὶ εἰς τὸ δοῦρα δύναται καὶ εἰς τὸ στρατόν εἶναι στιγμή· εὐκρινὲς γὰρ κατ᾿ ἄμφω τὸ νόημα.

499. ἀλῳάς] ὡς ἀγαθάς· ἀπὸ γὰρ τοῦ ἀλῳή, ὃ σὺν τῷ ι γρά- φεται· ἀπὸ γὰρ τοῦ ἀλοιῶ ἐστίν.

502. ὑπολευκαίνονται ἀχυρμιαί] καλῶς ἡ ὑπό· οὐ γὰρ ἀθρόα ἡ τῶν ἀχύρων ἐπὶ τὴν ἅλω φορὰ, κατ᾿ ὀλίγον δὲ ἑτεροιοῦται τὸ χρῶμα τοῦ ὑποδεχομένου αὐτὰ χωρίου· ὁμοίως δὲ καὶ τοῖς μαχομένοις κατ᾿ ὀλίγον προσεκάθιζεν ὁ κονιορτός. κατ᾿ ὀξεῖαν δὲ τὸ ἀχυρμιαί, Ἰωνι- κώτερον ὂν, ὡς τὸ ἀγυιαί θαμειαί ταρφειαί. εἰσὶ δὲ οἱ τόποι ἔνθα ἐκτινάσσεται τὰ ἄχυρα.

505. ἂψ ἐπιμισγομένων] ἐκ δευτέρου τῶν Τρώων προσμιγνύντων τοῖς Ἀχαιοῖς. καὶ οἱ μὲν ἡνίοχοι ἐπιστρέφουσι τοὺς ἵππους, οἱ δὲ ἐπιβάται τὸ μένος φέρουσιν.

506. ἀμφὶ δὲ νύκτα] ὁ Ἄρης σκοτοῖ αὐτοὺς, ὡς εἰ καὶ θέλοιεν, μὴ δύναιντο φυγεῖν, ὡς τὸ “πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν” (ΙΙ. 21, 6). ἢ ἑαυτὸν ἐσκέπασεν, ὅπως μὴ ὁρῷτο κακῶν τοὺς Ἕλληνας. ἢ ἵνα οἱ μὲν λευκανθέντες ὁρῷντο, οἱ δὲ σκέποιντο. στιγμὴ δὲ εἰς τὸ μάχῃ.

509. *χρυσάορον αὐτὸν ὠνόμασεν οὐχ ὡς ὑπεζωσμένον χρυσοῦν ξίφος (ἀνοίκειον γὰρ Ἀπόλλωνι τὸ ὅπλον· τοξότης γὰρ ὁ θεός), ἀλλ᾿ ἐπειδήπερ ἐξ ἀνατολῆς χρυσῷ μάλιστα τὸ φέγγος ὁραθὲν ἔοικεν, εὑρέθη πρέπον ἡλίῳ διὰ τὰς ἀκτῖνας τὸ χρυσάωρ. ὅθεν, οἶμαι, κἀν τῇ θεομαχίᾳ Ποσειδῶνι ἵσταται διαμιλλώμενος· ἀεὶ γὰρ ἄσπονδος ἔχθρα πυρὶ καὶ ὕδατι, τῶν δύο στοιχείων ἐναντίαν πρὸς ἄλληλα φύσιν ἀποκεκληρωμένων. διὰ τοῦθ᾿ ὁ Ποσειδῶν, ὑγρά τις ὕλη καὶ παρὰ τὴν πόσιν οὕτως ὠνομασμένος, ἐξ ἀντιπάλου μάχεται ταῖς διαπύροις ἀκτῖσι τοῦ ἡλίου· πρὸς γὰρ Ἀπόλλωνα ποίαν ἔχει πρόφασιν ἐξαίρετον ἀπεχθείας;

511. πιθανῶς αὐτοὶ τῆς ἀδικίας προάρχουσιν, ἵνα μὴ προλάβῃ ἡ θεομαχία.

512. πίονος] τοῦ κεκνισωμένου καὶ λελιπασμένου.

516. μετάλλησάν γε μὲν οὔτι] πιθανῶς τὸ ψυχρὸν τῆς δισσολο- γίας περιεῖλε, τὴν διάθεσιν αὐτῶν τὴν ἄδικον ἤδη ἐμφήνας.

520. οἱ δὲ καὶ αὐτοί] ἱκανὸν καὶ τοῦτο πρὸς αὔξησιν. ἄλλως τε καὶ τὴν παρὰ τῶν ἀκουόντων εὔνοιαν κτῶνται ἔρημοι θεῶν ὄντες Ἕλ- ληνες· δικαίως οὖν ἀνθίσταται ἡ Ἀθηνᾶ τῷ Ἄρει.

258

522. νεφέλῃσιν ἐοικότες] διὰ τί μὴ πύργοις ἢ ὄρεσιν; ὅτι ὕστερον κινηθήσονται.

523. νηνεμίης] ποικίλως ἄνω μὲν ἀπὸ ταραχῆς ἀνέμου ἔλαβε τὴν εἰκόνα, ἐνταῦθα δὲ ἀπὸ νηνεμίας.

524. ὄφῤ] τὸ ἐν ὅσῳ ἐνταῦθα δολοῖ. τὸ δὲ εὕδησιν τὸ εὕδει. τὸ δὲ ἀτρέμας καὶ τοῖς ἄνω δύναται καὶ τοῖς κάτω συνάπτεσθαι.

526. ἀέντες] ὡς τιθέντες· ἀπὸ τοῦ ἄημι παράγεται.

528. πολλὰ κελεύων] ἄνω παραλιπὼν αὐτὸν, ἰάσατο διὰ τοῦ πολλά τὸ ἐλλεῖπον.

529. ἀνέρες ἔστε] οὐκ εἶπεν ἀνδρεῖοι, ἀλλὰ μὴ προδῶτε, φησὶ, τὴν φύσιν.