Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

500. Ἀβυδόθεν] τῆς Ἑλλησποντίδος Ἀβύδου μέμνηται· τὰς γὰρ πλησίον τῆς Τροίας πόλεις ἀσφαλεστέρας ἔδει εἶναι ὡς τῶν ἐπιτηδείων χορηγούς· διὸ οὐ πεπόρθηνται ὑπὸ Ἀχιλλέως. τὸ δὲ παῤ ἵππων ἀντὶ τοῦ ἐκ τῶν ἵππων, ὡς ἐκεῖ ὄντων τῶν ἱπποστασίων Πριάμου· οἱ δὲ ἀντὶ τοῦ ἐφʼ ἵππων.

[*](4. *Πορφυρίου] om. 18. *ἐμπεφύκασι] ἐκπεφύκασι “φασὶν] φησὶν 32. *πεπόρθηνται] πεπόρθηται)
227

502. κόρσην] τὸν κρόταφον λέγει· ἐπίκορσα γάρ φασιν Ἀττικοὶ τὰ ὑπεράνω τῶν γνάθων. ὡς οὖν ἕλος ἔλαφος, οὕτω κόρση κόρταφος κρόταφος.

505. χώρησαν δ᾿] πῶς νικῶσιν Ἕλληνες, οὓς ὁ Ζεὺς θέλει ἡττᾶσθαι; ἐροῦμεν ὅτι Ζεὺς ἐᾷ Τρῶας ποινὰς τῶν πλημμελη- μάτων τίνειν· ἢ ὅτι δἰ ἀμφοτέρων τὴν τῶν Ἑλλήνων δύναμιν, ἵνα καὶ συμμαχῶν Τρωσὶν ἐπιδείξηται τὴν χάριν, εἴ γε ὃν ἔτρεψε μόνος Αἴας, οὗτος ἅμα Διὶ τοὺς πάντας Ἕλληνας διώκει.

506. νεκρούς] τοὺς ἰδίους. φιλάλληλοι γὰρ, καὶ ὑπὲρ Ἐλεφή- νορος πόλεμος γίνεται, καὶ νῦν ὑπὲρ Λεύκου.

507. νεμέσησε δʼ Ἀπόλλων] φθονεῖ μὲν τῇ τῶν Ἀχαιῶν εὐπρα- γίᾳ, συνάχθεται δὲ τῇ τῶν Τρώων δυσπραγίᾳ. καλῶς δὲ πρῶτοι βοηθοῦνται, ἵνα καὶ Ἀθηνᾶ τούτοις εὐκόλως παραστῇ.

508. *Περγάμου ἐκκατιδών] τῆς ἀκροπόλεως. ἰστέον δὲ ὅτι οἱ παλαιοὶ ἔκτιζον τὰς ἀκροπόλεις ἐν τοῖς ὑψηλοῖς τόποις διὰ τὸ ἐκεῖ προσφεύγειν ἀπὸ τῶν κοιλοτέρων τόπων τοὺς ἐνοικοῦντας ἐν τοῖς κατακλυσμοῖς.

510. οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος] καὶ Ἀγησίλαος μαχόμενος ὑπεμίμνησκεν ὅτι πρὸς ἀνθρώπους καὶ τρωτοὺς ἡ μάχη· ὑπερβολὴ δὲ δέους, εἴ γε τοιούτους ὑπειλήφασι τοὺς πολεμίους.

512. οὐδʼ Ἀχιλεύς] εἰδότας ὑπομιμνήσκει θρασυτέρους ποιῶν, καὶ ἡμᾶς εἰς ὑπόμνησιν ἄγει τῆς Ἀχιλλέως ἐξόδου καὶ ἐπιπόθησιν· ἅμα δὲ καὶ τὸ πρόσωπον αὔξει.

513. πέσσει] ἐπὶ πολὺ κατέχει. πολὺ δὲ τὸ μεταξὺ διάστημα μετὰ τὴν βλάστησιν τῶν καρπῶν ἄχρι τῆς πέψεως· ὅθεν καὶ τὴν παραβολὴν εἴληφε ταύτην.

515. Τριτογένεια] ὅτι γεννηθεῖσαν ἔτρεσαν αὐτὴν οἱ θεοί.

*ἢ ἡ τὸ τρεῖν τοῖς πολεμίοις γεννῶσα, ἢ ἡ ἐπὶ τῷ Τρίτωνι πο- ταμῷ τῆς Λιβύης γεννηθεῖσα.

516. ὅθι μεθιέντας ἴδοιτο] οὐχ ἁπλῶς ὡς Ἀπόλλων τοὺς πάντας, ἀλλὰ τοὺς ἀμελεῖς. τοῦτο γὰρ διορθώσεως δύναται τυχεῖν, πταῖσμα ὂν ἑκούσιον· τὸ δὲ μὴ δύνασθαι φυσικόν.

517. ἔνθʼ Ἀμαρυγκείδην] νῦν ἀπὸ τῶν Ἑλλήνων ἤρξατο, ἐπειδὴ τότε ἀπὸ τῶν Τρώων. μοιρίδιον δὲ τὸν θάνατόν φησιν. καὶ τὸ ἐπέδησε δὲ καλῶς, ἐπεὶ κατὰ τὸν πόδα ἐβλήθη.

[*](12. *δυσπραγίᾳ] δυσπραξία 34. μ. δἐ τὸν] μοῖραν δἐ τὸν μ. Bergler.)
228

520. πῶς ἐν τῷ καταλόγῳ (Il. 2, 844) φησὶν ὅτι Θρήϊκας ἦγε σὺν Ἀκάμαντι, ὅσους Ἑλλήσποντος ἐντὸς ἐέργει, νῦν δὲ λέγει ὅτι Αἰνόθεν εἰληλούθει; ἢ τάχα οὗτοι μὲν πάντες περιῴκουν, τὰ δὲ βασίλεια ἐν Αἴνῳ ἦν τὰ αὐτοῦ.

522. ὕπτιος] εἰκότως ὕπτιος· σφοδρὰ γὰρ ἡ πληγὴ, ὅτι τὰ ὀστᾶ καὶ ἄμφω τὼ τένοντε συνηλόησεν ὁ λίθος.

523. χεῖρε—πετάσσας] τοῦτο ποιεῖ συμμαχίαν αἰτῶν.

526. *χολάδες καλοῦνται τὰ ἔντερα, ἐπειδὴ εἰς αὐτὰ χεῖται ἡ ξανθὴ χολὴ, τοῦτο μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνε- σθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιττῶν· ἤμελλε γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν· τοιαῦτα γὰρ τὰ νευρώδη πάντα.

τὰ παχέα ἔντερα· ὅθεν καὶ χόλιξ. χύντο δὲ, ὅτι μαλθακὰ καὶ ὀλ σθηρὰ τὰ ἔντερα.

534. χασάμενος] καλῶς οὐκ ἐπὶ αὐτῶν, ἀλλὰ χασάμενος, μήποτε γυμνωθῇ τῆς ἀσπίδος.

539. οὐκέτι] πλεονάζει τὸ ἔτι· παντοδαπὰς δὲ πληγὰς καὶ πτώματα διελθὼν ἐπαναπαύει τὸν ἀκροατήν.

540. ἄβλητος καὶ ἀνούτατος λέγεται ὁ ἔτι μήτε ἀπὸ δια- στήματος τρωθεὶς δόρατι ἢ ὀϊκτῳ μήτε ἐκ τοῦ σύνεγγυς ξίφει· τοῦτο γὰρ διαφέρει βολὴ τρώσεως. βάλλω ἐκ τοῦ πόρρω, ἐξ οὗ καὶ βολή· τιτρώσκω ἐκ τοῦ σύνεγγυς, ὃ ἡ τρῶσις.

541. δινεύοι] συστρέφοιτο· ὅθεν καὶ αἱ συστροφαὶ τῶν ἀνέμων καὶ τῶν ὑδάτων δῖναι καλοῦνται.

ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη] θεατὴν ἑαυτῷ ἀνέπλασε τῆς μάχης, ἵν᾿ ἀθορύβως σκοπῇ καὶ ἐν μέσοις τοῖς μαχομένοις, καὶ ἵνα ἀκριβῶς θεῷτο.